1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

10

Κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας ἐκ τῶν ἡμετέρων ἡμῖν διαλέγεται. ὁ τὰς ἀσθενείας ἡμῶν ἀναλαβὼν δι' αὐτῶν τῶν ἀσθενημάτων τῆς φύσεως τὴν ἔξω κακίας ὁδὸν ὑποδείκνυσι. νῦν γάρ μοι νόησον τὴν σοφίαν ἐξ αὐτοῦ τοῦ κατὰ σάρκα Σολομῶντος ἡμῖν διαλέγεσθαι, διαλέγεσθαι δὲ ταῦτα, δι' ὧν ἂν μάλιστα πρὸς ὑπεροψίαν ὁδηγηθείημεν τῶν παρὰ τοῖς ἀνθρώποις σπουδαζο μένων. οὐ γὰρ καθ' ὁμοιότητα τῶν πολλῶν, οἷς οὐκ ἔστι κατ' 5.306 ἐξουσίαν τὸ καταθύμιον, καὶ ὁ παρ' αὐτοῦ γίνεται λόγος, ὡς διὰ τούτου τὸ ἀναξιόπιστον ἔχειν, κατηγορῶν ἐκείνων, ὧν οὐ πεπείραται. ἡμεῖς γὰρ οὐ τῇ ἑαυτῶν πείρᾳ πάντα μανθάνομεν, ἀλλὰ διὰ μόνων τῶν λογισμῶν ἐκεῖνα γινώσκομεν, ὧν τὴν ἀπολαυστικὴν τῶν ἡδέων πεῖραν ἡ πενία κωλύει. κἄν τινι προσάγηται συμβουλὴ παρ' ἡμῶν, τὸ παρ' οὐδὲν ἡγεῖσθαι δεῖν τὰ ὑπὸ τῶν ἀνθρώπων τιμώμενα, πρόχειρος ἡ παραγραφὴ τοῦ ἀκούοντος, τὸ διὰ τοῦτο ἡμᾶς ἀτιμάζειν ἐκεῖνα, ὅτι μὴ τῇ πείρᾳ τὴν ἐν αὐτοῖς ἡδονὴν ἐγνωρίσαμεν. ἐπὶ δὲ τοῦ ταῦτα ἡμῖν διαλεγομένου ἀργεῖ πᾶσα τοιαύτη ἀντίρρησις. Σολομὼν γάρ ἐστιν ὁ ταῦτα λέγων. ὁ δὲ Σολομὼν οὗτος τρίτος ἦν ἐν τοῖς βασιλεῦσι τοῦ Ἰσραὴλ μετὰ τὸν Σαοὺλ ἐκεῖνον καὶ τὸν παρὰ τοῦ κυρίου ἐξειλεγμένον ∆αβίδ. αὐτὸς τὴν ἀρχὴν παρὰ τοῦ πατρὸς ἐκδεξάμενος καὶ αὐξηθείσης εἰς μέγεθος ἤδη τοῖς Ἰσραηλίταις τῆς δυναστείας ἀναδεί κνυται βασιλεύς· ὃς οὐκέτι διὰ πολέμου καὶ μάχης τρίβων τὸ ὑποχείριον, ἀλλὰ κατὰ πᾶσαν ἐξουσίαν τῇ εἰρήνῃ ἐμβιοτεύων ἔργον ἐποιεῖτο οὐ τὴν κτῆσιν τῶν μὴ προσόντων, ἀλλὰ τὴν ἀπόλαυσιν τῶν περιόντων. ὡς οὖν οὐδενὸς αὐτῷ πρὸς οὐδὲν τῶν καταθυμίων ὄντος κωλύματος· ἥ τε γὰρ περιουσία τῇ ἐπιθυμίᾳ συνεξετείνετο καὶ ἡ σχολὴ πρὸς τὴν ἀπόλαυσιν ἄνετος ἦν· οὐδενὸς τῶν ἀβουλήτων τὴν ἐν τοῖς καταθυμίοις διαγωγὴν ἐπικόπτοντος, τά τε ἄλλα σοφὸς ὢν καὶ ἐφευρεῖν τι τῶν καθ' ἡδονὴν ὑπὸ συνέσεως ἱκανὸς εἶπε τὰ καὶ τὰ 5.307 τῶν πρὸς ἀπόλαυσιν σπουδαζομένων ἐπινοῆσαι καὶ πάντα ποιήσας, ὅσα καθεξῆς τῷ λόγῳ ἀπηριθμήσατο, δι' αὐτῆς εἶπε μεμαθηκέναι τῆς πείρας, ὅτι ἓν πέρας ἐστὶ τῶν ἐν τούτοις σπουδαζομένων ἡ ματαιότης. τάξιν δὲ τοιαύτην ἐπέθηκε τῷ διηγήματι, ὡς πρῶτον μὲν ἐν τοῖς πρώτοις χρόνοις τῆς ἑαυτοῦ ζωῆς τῇ παιδεύσει δοῦναι σχολὴν καὶ μὴ καταμαλακισθῆναι πρὸς τὰς ἐκ τῶν τοιούτων πόνων σπουδάς, χρήσασθαι δὲ τῇ προαιρέσει τοῦ πνεύματος, τουτέστι τῇ ὁρμῇ τῆς φύσεως, εἰς προσθήκην γνώσεως, εἰ καὶ μετὰ πόνων κατωρθοῦτο τὸ σπουδαζόμενον, καὶ οὕτως αὐξηθεὶς διὰ σοφίας μὴ λόγῳ κατασκέψασθαι τὴν ἐμπαθῆ καὶ ἄλογον περὶ τὰς σωματικὰς ἀπολαύσεις τῶν ἀνθρώπων ἀπάτην, ἀλλὰ καὶ δι' αὐτῆς τῆς πείρας ἑκάστου τῶν σπουδαζομένων ἐπιγνῶναι τὸ μάταιον. Ὁ μὲν οὖν σκοπὸς τῶν μετὰ τὰ προεξητασμένα γεγραμ μένων οὗτός ἐστι. καιρὸς δ' ἂν εἴη καὶ αὐτὴν παραθέσθαι καθεξῆς κατὰ τὸ ἀκόλουθον τῶν γεγραμμένων τὴν ἐπὶ λέξεως θεωρίαν. Ἐλάλησα ἐγὼ ἐν τῇ καρδίᾳ μου τῷ λέγειν, ἰδοὺ ἐμεγαλύνθην ἐγώ. ἐπειδὴ γὰρ εἶδον, φησίν, περὶ ἐμαυτὸν τὸ ἐκ τῆς δυναστείας μέγεθος καὶ τὸν ὄγκον τῆς βασιλείας ἀθρόως ἐπιγενόμενον, οὐκ ἔστην ἐπὶ τῶν παρόντων οὐδὲ αὐταρκὲς ᾠήθην εἰς εὐκληρίαν βίου τὸ ἀπόνως μοι προσγενό μενον, ἀλλὰ πρὸ τούτων τὸ τῆς σοφίας κτῆμα περὶ παντὸς ἐποιησάμην, ὃ οὐκ ἔστι δυνατὸν ἄλλως εἰ μὴ μετὰ πόνων 5.308 τε καὶ ἱδρώτων κτήσασθαι. διὰ τοῦτο εἰπών, ὅτι Ἐλάλησα ἐγὼ ἐν τῇ καρδίᾳ μου τῷ λέγειν, ἰδοὺ ἐμεγαλύνθην ἐγὼ ἐπήγαγε τὸ Καὶ προσέθηκα σοφίαν. τὸν γὰρ κατὰ τὸ αὐτό ματόν μοι προσγεγονότα τῆς δυναστείας ὄγκον ηὔξησα τῇ τῆς σοφίας προσθήκῃ, ταῦτα κατ' ἐμαυτὸν εἰπών, ὅτι χρὴ μάλιστα διὰ τούτου τῶν προγεγονότων βασιλέων δειχθῆναι ὑπέρτερον καὶ ἐν σοφίᾳ τὸ πλέον ἔχειν. Προσέθηκα γὰρ σοφίαν ἐν πᾶσι τοῖς γενομένοις ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ, καὶ ὅπως ἂν ταῦτα γένοιτο κατενόησα. τίς γὰρ οὐκ οἶδεν, ὅτι ἐν τῇ γνώσει τῶν ἑτέροις προπεπονημένων τοῖς φιλοπονοῦσιν ἡ σοφία συνίσταται; διὸ φησίν· ἡ καρδία μου εἶδε πολλά, σοφίαν καὶ γνῶσιν, οὐ κατὰ τὸ αὐτό ματον ἀκμητὶ τῆς τῶν τοιούτων γνώσεως ἐγγενομένης, ἀλλ' ἐπειδή, φησίν, Ἔδωκα τὴν καρδίαν