1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

13

ἐμπαθοῦς διαθέσεως, ὡς ἂν ἡμῖν ἀξιόπιστος γένοιτο ἡ τῶν τοιούτων ἀθέτησις, τοῦ κατὰ πᾶσαν ἐξουσίαν τὸ πρὸς ἡδονὴν εἰς ἀπόλαυσιν ἔχοντος καὶ πάντα τὰ δοκοῦντα παρὰ τοῖς ἀνθρώποις σπουδάζεσθαι ἀντ' οὐδενὸς διαπτύοντος. Τί τοίνυν κατὰ τὸ ἀκόλουθον ἐπὶ τοῦ παρόντος ἐκ τρίτου μανθάνομεν; ὃ πάντων μάλιστα οἶμαι κατάλληλον εἶναι τοῖς ἐκκλησιάζουσι μάθημα, λέγω δὲ τὴν περὶ τῶν μὴ κατὰ λόγον γεγενημένων ἐξομολόγησιν, ἣ τὸ τῆς αἰσχύνης ἐμποιεῖ τῇ ψυχῇ πάθος διὰ τῆς τῶν ἀτόπων ἐξαγορεύσεως. ἔοικε γὰρ μέγα τι καὶ ἰσχυρὸν πρὸς τὴν τῆς ἁμαρτίας ἀποφυγὴν ὅπλον εἶναι ἡ ἐναποκειμένη τοῖς ἀνθρώποις αἰδώς, εἰς αὐτὸ τοῦτο, οἶμαι, παρὰ τοῦ θεοῦ ἐντεθεῖσα τῇ φύσει, ὡς ἂν ἡμῖν ἀποτροπὴ τῶν χειρόνων ἡ τοιαύτη τῆς ψυχῆς διάθεσις γένοιτο. συγγενῶς δὲ ἔχει πρὸς ἄλληλα καὶ οἰκείως τό τε κατὰ τὴν αἰδῶ καὶ τὸ κατ' αἰσχύνην πάθος, δι' ὧν ἀμφοτέρων ἡ ἁμαρτία κωλύεται, εἴπερ ἐθέλοι τις πρὸς τοῦτο χρήσασθαι τῇ τοιαύτῃ τῆς ψυχῆς διαθέσει. μᾶλλον γὰρ τοῦ φόβου πολλάκις ἡ αἰδὼς πρὸς τὴν ἀποφυγὴν τῶν ἀτόπων ἐπαιδαγώγησεν, ἀλλὰ καὶ ἡ αἰσχύνη ἡ ἐπακολουθοῦσα τοῖς ἐλέγχοις τοῦ πλημμελήματος ἱκανὴ δι' ἑαυτῆς σωφρονίσαι 5.316 τὸν ἁμαρτάνοντα πρὸς τὸ μὴ πάλιν ἐν τοῖς ὁμοίοις γενέσθαι. καὶ ἔστιν, ὡς ἄν τις ὅρῳ τὴν διαφορὰν αὐτῶν ὑπογράψειεν, αἰσχύνη μὲν ἐπιτεταμένη αἰδώς, αἰδὼς δὲ τὸ ἔμπαλιν ὑφειμένη αἰσχύνη. δείκνυται δὲ καὶ τῷ κατὰ πρόσωπον χρώματι ἡ τῶν παθῶν διαφορά τε καὶ κοινωνία. ἡ μὲν γὰρ αἰδὼς ἐρυθήματι μόνῳ ἐπισημαίνεται, συμπαθόντος πως τῇ ψυχῇ τοῦ σώματος κατά τινα φυσικὴν συνδιάθεσιν καὶ τοῦ περικαρδίου θερμοῦ πρὸς τὴν ἐπιφάνειαν τῆς ὄψεως ἀναζέσαντος, ὁ δὲ αἰσχυνθεὶς ἐπὶ τῇ φανερώσει τοῦ πλημ μελήματος πελιδνὸς γίνεται καὶ ὑπέρυθρος, τοῦ φόβου τὴν χολὴν τῷ ἐρυθήματι μίξαντος. τὸ οὖν τοιοῦτον πάθος ἱκανὸν ἂν γένοιτο τοῖς προειλημμένοις τινὶ τῶν ἀτόπων εἰς τὸ μηκέτι ἐν τούτοις γενέσθαι, ὧν ἂν τὸν ἔλεγχον ἐν αἰσχύνῃ ποιήσωνται. εἰ δὴ ταῦτα οὕτως ἔχει καὶ δεόντως ὁ λόγος τοῦ πάθους κατεστοχάσατο, ὡς ἐπὶ φυλακῇ τῶν πλημμελημάτων τῆς 5.317 τοιαύτης διαθέσεως ἐγγινομένης τῇ φύσει, καλῶς ἐστιν ἴδιον μάθημα τῆς ἐκκλησίας ἡγήσασθαι τὸ διὰ τῆς ἐξαγορεύ σεως τῶν πεπλημμελημένων κατόρθωμα· ἔστι γὰρ διὰ τούτου τὴν ἑαυτοῦ ψυχὴν τῷ τῆς αἰσχύνης ὅπλῳ κατασφαλίσασθαι. ὥσπερ γὰρ εἴ τις ἐκ λαιμαργίας ἀμέτρου δυσπέπτους τινὰς χυμοὺς ἐν ἑαυτῷ συναγάγοι, εἶτα ἐν φλεγμονῇ γενομένου τοῦ σώματος τομῇ καὶ καυτῆρι θεραπευθεὶς τὴν νόσον καθάπερ τινὰ παιδαγωγὸν πρὸς τὴν εὐταξίαν ἔχοι τοῦ ἐφεξῆς βίου τὴν οὐλὴν τοῦ καυτῆρος ἐπὶ τοῦ σώματος βλέπων, οὕτως ὁ στηλιτεύσας ἑαυτὸν διὰ τῆς τῶν κρυφίων ἐξαγορεύ σεως τῇ μνήμῃ τοῦ κατ' αἰσχύνην πάθους πρὸς τὸν ἐφεξῆς παιδαγωγηθήσεται βίον. Ταῦτα τοίνυν ἐστίν, ἃ διὰ τῆς νῦν ἀναγνώσεως τῶν ἐν τῷ ἐκκλησιαστῇ γεγραμμένων ἡ ἐκκλησία παιδεύεται. λέγει γὰρ ἐλευθέρᾳ φωνῇ δημοσιεύων ἐκεῖνο καὶ ἐπὶ πάντων ἀνθρώπων καθάπερ τινὰ στήλην ἔγγραφον ἀνατιθεὶς τὴν τῶν γεγενημένων παρ' αὐτοῦ ἐξαγόρευσιν, ἃ τοιαῦτά ἐστιν, ὡς τὴν ἄγνοιαν αὐτῶν καὶ τὴν σιωπὴν εἶναι τοῦ λόγου ἐνδοξοτέ ραν. λέγει δέ· εἰ μὲν ἀληθῶς ταῦτα πεποιηκὼς ἢ διὰ τὴν ἡμετέραν ὠφέλειαν πλασσόμενος, ἐφ' ᾧτε δι' ἀκολούθου τὸν λόγον πρὸς τὸν σκοπὸν συμπερᾶναι, οὐκ ἔχω τοῦτο δι' ἀκριβείας εἰπεῖν· λέγει δ' οὖν ὅμως ταῦτα, οἷς οὐκ ἂν ὁ 5.318 πρὸς ἀρετὴν βλέπων ἑκουσίως συνενεχθείη. ἀλλ' εἴτε οἰκονομίας χάριν τὰ μὴ γενόμενα ὡς γεγονότα διέξεισι καὶ κατηγορεῖ ὡς ἐν πείρᾳ γενόμενος, ἵνα ἡμεῖς πρὸ τῆς πείρας τὴν τῶν κατηγορημένων ἐπιθυμίαν ἐκκλίνωμεν, εἴτε καὶ καθῆκεν ἑαυτὸν ἑκουσίως πρὸς τὴν τῶν τοιούτων ἀπόλαυσιν, ὥστε δι' ἀκριβείας τὰ αἰσθητήρια ἑαυτοῦ καὶ διὰ τῶν ἐναντίων γυμνάσαι, προκείσθω κατ' ἐξουσίαν τῷ βουλομένῳ, ἐφ' ὅπερ ἂν ἐθέλῃ τὸν στοχασμὸν ἄγειν. εἰ δέ τις λέγοι τῷ ὄντι γεγενῆσθαι αὐτὸν ἐν τῇ τῶν ἡδέων πείρᾳ, οὕτως ὑπολαμβάνομεν. καθάπερ γὰρ οἱ ἐπὶ τὸν βυθὸν τῆς θαλάσσης δυόμενοι καὶ διερευνῶντες ἐν τῷ πυθμένι τοῦ ὕδατος,