1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

16

δι' ἀπάτης ἐπιτεχνῶνται οἱ ἄνθρωποι, ἡ τοιαύτη οὐ καταδέχεται 5.326 οἴκησις, ἐν ᾗ γέμει τὰ τῆς ἀληθείας ἀγάλματα. δρόμους δὲ καὶ περιπάτους ἐπιθυμῶν τὴν ἐν ταῖς ἐντολαῖς ἔχεις διαγωγήν. οὕτω γάρ φησιν ἡ σοφία· Ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ καὶ ἀνὰ μέσον ὁδῶν δικαιώματος ἀναστρέφομαι. ὡς καλόν ἐστιν ἐν τούτοις διακινεῖσθαι καὶ διαγυμνάζεσθαι τὴν ψυχὴν καὶ διελθόντα τῇ κινήσει τὸν τῆς ἐντολῆς τόπον ἐπὶ τὸ αὐτὸ πάλιν ἐπαναστρέφειν, τουτέστι πληρώσαντα τὴν σπουδαζο μένην αὐτῷ ἐντολὴν πάλιν πρὸς τὸν δεύτερόν τε καὶ τρίτον καὶ πολλοστὸν τῆς εὐσεβείας δίαυλον μὴ ἀποκαμεῖν. τὰ δὲ εἰσόδια καὶ προεισόδια κάλλη ἡ τοῦ ἤθους κατόρθωσις καὶ ἡ εὐσχημοσύνη τοῦ βίου καλλωπιζέτω. ὁ τοῦτον τὸν τρόπον ἐξασκῶν εἰς κάλλος τὸ ἑαυτοῦ οἰκοδόμημα μικρὰ φροντιεῖ τῆς γηΐνης ὕλης, οὐκ ἐνοχλήσει μετάλλοις, οὐκ Ἰνδικὰ περάσει πελάγη, ἵνα τὰ τῶν ἐλεφάντων ὀστᾶ ἐμπορεύσηται, οὐ τεχνιτῶν περιεργίας μισθώσεται, ὧν ἡ τέχνη προσαπομένει τῇ ὕλῃ· ἀλλ' οἴκοθεν ἕξει τὸν πλοῦτον τὸν ταῖς τοιαύταις κατασκευαῖς χορηγοῦντα τὰς ὕλας· πλοῦτος δέ ἐστιν ἡ προαίρεσις. τὴν δὲ τοῦ σώματος τοῦ ἰδίου φύσιν, ἕως ἂν συζῇ τῇ σαρκί, τοσοῦτον θεραπεύσει, ὅσον μὴ στερῆσαι τῶν ἀναγκαίων τινός. τοσοῦτον γὰρ ἑαυτῷ περιθήσει οἰκίδιον, 5.327 ὡς διαθάλψαι μόνον, εἰ τούτου γένοιτο χρεία, καὶ κατα σκιάσαι πάλιν, ὅταν καταφρύγηται τῷ φλογμῷ τῶν ἀκτίνων τὰ σώματα, τήν τε τοῦ ἱματίου σκέπην πρὸς τὸν αὐτὸν βλέπων σκοπὸν κατασκευάσει, ὡς ἂν τὸ γυμνὸν ἐπικαλυφθείη τοῦ σώματος, οὐ πορφυρευτάς τινας καὶ κοκκοβάφους ἀναζητῶν οὐδὲ τοὺς ῥᾳδιουργοῦντας εἰς νῆμα τοῦ χρυσίου τὴν φύσιν, οὐδὲ τοὺς ἐκ Σηρῶν βόμβυκας περιεργαζόμενος καὶ τὸ ἐξ αὐτῶν νῆμα διὰ τῆς ὑφαντικῆς περιεργίας ἐσθῆτα ποιῶν πρὸς χρυσὸν καὶ πορφύραν συγκεκραμένην, τῇ τε ἐπιτυχούσῃ τροφῇ τὸ ἐνδέον τῆς χρείας παραμυθήσεται, χαίρειν ἐάσας ὀψαρτυτικὰς μαγγανείας. ἐν ὀλιγοδείᾳ δὲ διὰ τῶν ἐπιτυχόντων τῇ σαρκὶ λειτουργήσας πᾶσαν ἑαυτοῦ τὴν ζωὴν ἀναθήσει τῇ τῆς ψυχῆς ἐπιμελείᾳ μεγαλύνων τὸ τοῦ θεοῦ ποίημα, οὐχὶ τὸ ἴδιον, ὡς ἂν μὴ καὶ αὐτὸς εἰς ἀνάγκην ἔλθοι ποτὲ τοῦ τὴν ματαίαν δι' ἐξαγορεύσεως δημοσιεύειν σπουδήν, καθὼς νῦν μεμαθήκαμεν παρὰ τοῦ εἰπόντος, ὅτι Ἐμεγάλυνα ποίημά μου, οὐ τὸ τοῦ θεοῦ, ὅπερ ἦν αὐτός, ἀλλὰ τὸ ἑαυτοῦ, ὅπερ ἦν τὸ τῆς σαρκὸς ἐνδιαίτημα, οὐ ταῖς χρείαις ὁριζόμενον, ἀλλὰ ταῖς ματαίαις ἐπιθυμίαις συμπλα τυνόμενον. Προστίθησι δὲ τούτοις ὁ λόγος καὶ ἄλλου πράγματος ἐξαγόρευσιν, ὅπερ τις τῆς τε τῶν νοημάτων παραφορᾶς καὶ τῆς ἐκ τοῦ καθεστῶτος ἐκστάσεως ἀρχέγονον λέγων οὐκ ἂν ἁμάρτοι. τοῦτο δέ ἐστιν ἡ ἐκ τοῦ οἴνου γινομένη τῆς δια νοίας λύμη. εἰπὼν γὰρ ὅτι Ἐμεγάλυνα ποίημά μου καὶ Ὠικοδόμησά μοι οἴκους ἐπάγει τούτοις τὸ καὶ Ἐφύτευσά 5.328 μοι ἀμπελῶνας. ὡς κατὰ κοινοῦ δηλονότι τὸ Ἐμεγάλυνα καὶ ἐπὶ τῶν καθεξῆς ὑπαριθμουμένων σημαινόμενον. νοεῖν οὖν δέδωκε διὰ τούτου, ὡς καὶ τῆς φυτείας τῶν ἀμπελών<ων> διὰ τοῦ μεγαλυνθῆναι παριούσης τὴν χρείαν. Ἐφύτευσά μοι ἀμπελῶνας, ὅπερ ἴσον ἐστὶ τῷ λέγειν, ὅτι παρεσκεύασα τῷ πυρὶ τὰς ὕλας, δι' ὧν ηὔξησα τῶν ἡδονῶν τὴν φλόγα, ἢ ὅτι κατέχωσα τὸν νοῦν εἰς βάθος, καθάπερ τινὰ χοῦν ἐπιτύμβιον ἐπιφορήσας τῇ διανοίᾳ τὴν μέθην. Ἐφύτευσά μοι ἀμπελῶνας, οὐκ ἐσωφρονίσθην, φησί, τῷ διηγήματι τῆς τοῦ Νῶε παραφορᾶς, ὅτι κἀκεῖνον ἡ τοιαύτη φυτεία τοῦ κόσμου τῆς εὐσχημοσύνης ἀπογυμνώσασα ἔδειξε τοῖς ὁρῶσιν ἐλεεινόν τε ἅμα καὶ ἐπιγέλαστον. τοῖς μὲν γὰρ εὐνουστέροις τῶν παίδων ἐλέους ἄξιον ἐνομίσθη τὸ ἄσχημον, τῷ δὲ ἀτασθάλῳ τε καὶ ἀπαιδεύτῳ γέλωτος ἀφορμὴ τὸ τῆς μέθης γίνεται θέαμα. πολὺν δὲ περιλαμβάνει παθημάτων κατάλογον ἡ τῆς τῶν ἀμπελώνων φυτείας ἐξομολόγησις. ὅσα γὰρ καὶ οἷά ἐστι τὰ ἐκ τοῦ οἴνου ἀποτελούμενα πάθη, πάντα τῇ δυνάμει περιέχει ὁ λόγος. τίς γὰρ οὐκ οἶδε τῶν πάντων, ὅτι ὁ οἶνος, ὅταν παρέλθῃ τῇ ἀμετρίᾳ τὴν χρείαν, ἀκολασίας ἐστὶν ὑπέκκαυμα, ἡδονῶν χορηγία, νεότητος λύμη, γήρως ἀσχημο 5.329 σύνη, γυναικῶν ἀτιμία, μανίας φάρμακον,