1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

17

παρανοίας ἐφόδιον, ψυχῆς δηλητήριον, διανοίας νέκρωσις, ἀρετῆς ἀλλοτρίωσις; ἐκεῖθεν ὁ ἀπροφάσιστος γέλως, ὁ ἄνευ αἰτίας θρῆνος, τὸ αὐτόματον δάκρυον, ἡ ἀνυπόστατος μεγαλαυχία, ἡ ἐπὶ τῷ ψεύδει ἀναισχυντία, ἡ τῶν ἀνυπάρκτων ἐπιθυμία, ἡ τῶν ἀμηχάνων ἐλπίς, ἡ ὑπέρογκος ἀπειλή, ὁ ἄλογος φόβος, ἡ τῶν κατ' ἀλήθειαν φοβερῶν ἀναισθησία, ἡ ἀναίτιος ὑποψία, ἡ παράλογος φιλανθρωπία, ἡ τῶν ἀδυνάτων ἐπαγγελία· ἵνα παρῶμεν τὰ ἄλλα, τὸν ἀπρεπῆ νυσταγμόν, τὴν πάρετον καρηβαρίαν, τὴν ἐκ τῆς ἀμέτρου πληθώρας ἀσχημοσύνην, τὴν τῶν ἄρθρων λύσιν, τὸν λυγισμὸν τοῦ αὐχένος οὐκέτι ἑαυτὸν ἐπὶ τῶν ὤμων ἀνέχοντος, τῆς ἐκ τοῦ οἴνου ὑγρότητος τὸν σύνδεσμον τοῦ αὐχένος ὑπολυούσης. τί τὸ παράνομον ἄγος τῆς θυγατρομιξίας εἰργάσατο; τί τὴν διάνοιαν τοῦ Λὼτ ἀπὸ τῶν γινομένων ἐξέκλεψεν, ὃς καὶ τὸ ἄγος ἐτόλμησε καὶ ἠγνόησεν, ὅπερ ἐτόλμησεν; τίς ὥσπερ ἐν αἰνίγματι τὴν ἀλλόκοτον τῶν τέκνων ἐκείνων προσηγορίαν ἐκαινοτόμησεν; πῶς αἱ τοῦ ἐναγοῦς τόκου μητέρες ἀδελφαὶ τῶν ἰδίων τέκνων ἐγένοντο; πῶς οἱ παῖδες τὸν αὐτὸν ἔσχον πατέρα τε ὁμοῦ καὶ προπάτορα; τίς ὁ συγχέας ἐν παρανομίᾳ τὴν φύσιν; οὐκ οἶνος ἐκβὰς τὰ μέτρα τὴν ἀπιστουμένην ταύτην τραγῳδίαν εἰσήνεγκεν; οὐ μέθη τὸν τοιοῦτον μῦθον τῇ ἱστορίᾳ συνέπλασεν, 5.330 ὃς ταῖς ὑπερβολαῖς καὶ τοὺς ὄντως μύθους παρέρχεται; Ἐπό τισαν γάρ, φησίν, οἶνον τὸν ἑαυτῶν πατέρα, καὶ οὕτως αὐτῷ τῆς διανοίας ἐξωσθείσης ὑπὸ τοῦ οἴνου καθάπερ μανίᾳ τινὶ κατεχόμενος τὸ τραγικὸν τοῦτο διήγημα τῷ βίῳ κατέλι πεν, ἐκκλαπείσης παρὰ τὸν τοῦ ἄγους καιρὸν ὑπὸ τῆς μέθης αὐτῷ τῆς αἰσθήσεως. ὢ κακῶς τῶν Σοδομιτικῶν ἀποθέτων αἱ γυναῖκες ἐκεῖναι τὸν οἶνον μεθ' ἑαυτῶν ἐκκομίσασαι! ὢ κακὴν φιλοτησίαν ἐκ πονηροῦ κρατῆρος τῷ πατρὶ παρεγχέασαι! ὡς πολύ γε ἄμεινον ἦν μετὰ πάντων κἀκεῖνον τὸν οἶνον ἐν Σοδόμοις καταφθαρῆναι πρὶν τῆς τοιαύτης τραγῳδίας χορηγὸν γενέσθαι! Καὶ τοιούτων ὄντων ὑποδειγμάτων καὶ τοσούτων καθ' ἑκά στην ἡμέραν τῶν ἐκ τοῦ οἴνου κακῶν ἐμφυομένων τῷ βίῳ, καὶ τοῦτο πεποιηκέναι φησὶν ὁ ἀνεπαισχύντως διὰ τῆς ἐξαγο ρεύσεως τὸ ἑαυτοῦ στηλιτεύων, τὸ μὴ μόνον τῷ ὄντι κεχρῆσθαι οἴνῳ, ἀλλ' ὅπως ἂν καὶ πλεονάσειεν ἡ τοῦ τοιούτου κτήματος χορηγία προνοηθῆναι. Ἐφύτευσα γάρ μοι, φησίν, ἀμπελῶνας, ὧν οὐκ ἂν δεηθείη ὁ αὐτὸς ἄμπελος εὐθηνοῦσα γινόμενος, ἄμπελος πνευματική, εὐθαλής τε καὶ ἀμφιλαφής, τοῖς τοῦ βίου κλάδοις καὶ ταῖς ἀγαπητικαῖς ἕλιξι διαπλεκομένη πρὸς τὸ ὁμόφυλον, καὶ κομῶσα μὲν ἀντὶ φύλλων τῇ εὐσχημοσύνῃ τῶν τρόπων, ἡδὺν δὲ καὶ πέπειρον τὸν τῆς ἀρετῆς βότρυν 5.331 ἐκτρέφουσα. ὁ ταῦτα ἐν τῇ ἰδίᾳ καταφυτεύων ψυχῇ καὶ γεωργῶν οἶνον τὸν τὴν καρδίαν εὐφραίνοντα καὶ Ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν κατὰ τὴν παροιμιώδη φωνήν, ὡς ὁ τῆς τοιαύτης γεωργίας ἀπαιτεῖ νόμος, οἱονπερεὶ σκάλλων τοῖς λογισμοῖς τὸν βίον καὶ τὰ νόθα τῶν παραφυομένων ταῖς τῶν ἀρετῶν ῥίζαις ἐκτίλλων, ἐπάρδων δὲ τοῖς μαθήμασι τὴν ψυχὴν καὶ τῇ δρεπάνῃ τοῦ κριτικοῦ λόγου περικόπτων τὴν εἰς τὰ περιττὰ καὶ ἀνόνητα τῆς διανοίας φοράν, μακα ριστὸς ἂν εἴη τῆς γεωργίας οὗτος τῷ τῆς σοφίας κρατῆρι τὸν ἑαυτοῦ βότρυν ἐνθλίβων. Ἀλλ' οὐ γινώσκει τὴν τοιαύτην φυτουργίαν ὁ πρὸς τὴν γῆν βλέπων καὶ τὰ ἐξ αὐτῆς ἀσπαζόμενος. προστίθησι γὰρ τούτοις τὰ τῶν κήπων τε καὶ παραδείσων τοῦ πλούτου ἐγκαλλωπίσματα. τίς χρεία παραδείσων πολλῶν τῷ πρὸς τὸν ἕνα παράδεισον βλέποντι; τίς δέ μοι ἡ ἐκ κήπου ὄνησις τοῦ τὰ λάχανα φύοντος, τὴν τῶν ἀσθενούντων τροφήν; εἰ ἐν τῷ ἑνὶ παραδείσῳ ἤμην, οὐκ ἂν εἰς πολλῶν παραδείσων ἐπιθυμίαν διεχεόμην. εἰ ἐν ὑγείᾳ τὴν ψυχὴν διῆγον, ὡς δύνασθαι τῆς στερροτέρας μετέχειν τροφῆς, οὐκ ἂν ἐν τοῖς λαχάνοις ἀπησχολούμην, κηπεύων ἐμαυτῷ τὴν κατάλληλον τῇ ἀσθενείᾳ τροφήν. ἀλλ' ἐπειδὴ ἅπαξ συνεισῆλθε μὲν ἡ τρυφὴ τῇ χρείᾳ, παρῆλθε δὲ τοὺς ὅρους αὐτῆς ἡ ἐπιθυμία, 5.332 μετὰ τὴν ἐν τοῖς οἴκοις πολυτέλειαν καὶ τὴν ὑπωρόφιον τῶν ματαίων δαπάνην τότε καὶ τὴν ὕπαιθρον ἐπιτηδεύει τρυφὴν καὶ τῇ τοῦ ἀέρος φύσει πρὸς τὴν τῶν ἡδονῶν ὑπηρεσίαν