1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

18

συγκέχρηται. δένδρα γὰρ αὐτῷ διὰ γεωργίας ἐπιτηδεύεται ἀειθαλῆ τε καὶ δασέα καὶ ἀντὶ ὀρόφου τῷ ἀέρι γινόμενα, ἵνα καὶ ὕπαιθρος ὡς ἐν οἴκῳ τρυφῴη, καὶ παντοδαπαῖς πόαις διὰ τῆς τῶν κηπευόντων τέχνης ἡ ἐπιφάνεια τῆς γῆς ἀμφιέννυ, ὥστε πανταχόθεν ἡδέα πάντα τῷ ὀφθαλμῷ προσπίπτειν, ἐφ' ὅπερ ἂν περιαγάγῃ τὸ βλέμμα, καὶ διὰ παντὸς ἐν τοῖς κα ταθυμίοις εἶναι καὶ βλέπειν ἐν ἑκάστῃ τοῦ ἔτους ὥρᾳ τὰ ὑπὲρ τὴν ὥραν, πόαν ἐν χειμῶνι καὶ ἄνθη πρόωρα καὶ τὴν ἀναδεν δρουμένην ἄμπελον τὴν τοῖς ἀλλοτρίοις κλάδοις τοὺς ἰδίους ἐνδιαπλέκουσαν καὶ τὰς γλαφυρὰς τοῦ κισσοῦ πρὸς τὰ δένδρα περιπλοκὰς ὅσα τε αὖ καρπῶν εἴδη ἐξ ἑτερογενῶν ἀλλήλοις μιγνύμενα τὴν φύσιν βιάζεται, τῷ εἴδει τε καὶ τῇ γεύσει τὸ ἐπαμφοτερίζον ἐπισημαίνοντα, ὡς ἀμφότερα εἶναι δοκεῖν, ἅπερ ἂν ἐκ τῆς τῶν ἑτεροφυῶν συγκράσεως γένηται. πάντα ταῦτα καὶ εἴ τι ἄλλο ἐν τοῖς φυτοῖς ἐξεῦρεν ἡ τέχνη βιασαμένη τὴν φύσιν, ἃ ἡ χρεία μὲν τῆς ζωῆς οὐκ ἐζήτησεν, ἐπιζητεῖ δὲ ἡ ἀπαιδαγώγητος ἐπιθυμία. Ταῦτα ἐν τῇ τῶν κήπων τε καὶ παραδείσων φιλοτεχνίᾳ 5.333 γεγενῆσθαι ὁ τὰ ἑαυτοῦ ἐξαγορεύων λέγει. ὁ γὰρ εἰπών, ὅτι Ἐφύτευσα πᾶν ξύλον καρποῦ τῇ περιληπτικῇ ταύτῃ φωνῇ τὸ μηδὲν ἐλλελοιπέναι τῶν τοιούτων συνενεδείξατο. εἶτα μετὰ τὴν τρυφὴν τὴν ὕπαιθρόν τε καὶ ὑπωρόφιον οὐδὲ τὸ ὕδωρ ἀσυντελὲς πρὸς τὴν τῶν ἡδονῶν συνεισφορὰν κατα λείπεται, ὡς δέον πᾶσιν ἐντρυφᾶν τοῖς στοιχείοις, τῇ γῇ διὰ τῶν οἴκων, τῷ ἀέρι διὰ τῶν δένδρων, τῷ ὕδατι διὰ τῆς χειροποιήτου θαλάσσης. ἵνα γὰρ καὶ ἡ τοῦ ὕδατος ὄψις ἐφηδύνῃ τῶν ὀφθαλμῶν τὴν ἀπάτην, λίμνη τὸ ἔδαφος γίνεται, κυκλόθεν περιοικοδομηθέντος τοῦ ὕδατος, ὡς ἂν καὶ ἡ νῆξις ἡδονὴν φέροι τοῖς φαιδρυνομένοις τὰ σώματα καὶ τὸ ἀπορρέον εὐανθεστέρους τοὺς παραδείσους κατασκευάζοι, πανταχῇ πρὸς τὰς χρείας τῶν ἀρδομένων κατασχιζόμενον. Ἐποίησα γάρ μοι, φησί, κολυμβήθρας ὑδάτων, τοῦ ποτίσαι ἀπ' αὐτῶν δρυμὸν βλαστῶντα ξύλα. εἰ δέ μοι ἦν ἡ τοῦ παραδείσου πηγή, τουτέστιν ἡ τῶν ἀρετῶν διδασκαλία, δι' ἧς ὁ τῆς ψυχῆς αὐχμὸς ἐδροσίζετο, ὑπερεῖδον ἂν τῶν γηίνων ὑδάτων, ὧν πρόσκαιρος μὲν ἡ ἀπόλαυσις, παροδικὴ δὲ ἡ φύσις. οὐκοῦν ἄμεινον ἂν εἴη τῆς θείας πηγῆς, δι' ἧς αἱ ἀρεταὶ τῆς ψυχῆς ἐκφύονταί τε καὶ ἄρδονται, βραχεῖαν ἀπόρροιαν ἑαυτοῖς 5.334 ὀχετηγῆσαι, ὡς ἂν τὸ τῶν ἀγαθῶν ἐπιτηδευμάτων ἄλσος ἐν ταῖς ψυχαῖς ἡμῶν θάλλοι, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΟΜΙΛΙΑ ∆ʹ

Ἔτι ἡμῖν ὁ τῆς ἐξομολογήσεως τόπος παρακατέχει τὸν λόγον. πάντα γὰρ σχεδὸν καθεξῆς διεξέρχεται ὁ τὰ ἑαυτοῦ διηγούμενος, δι' ὧν τῶν κατὰ τὸν βίον τοῦτον πραγμάτων ἡ ματαιότης γνωρίζεται. νυνὶ δὲ καθάπερ μείζονός τινος κατηγορίας ἅπτεται τῶν αὐτῷ πεπραγμένων, ἐξ ὧν τὸ κατὰ τὴν ὑπερηφανίαν διαβάλλεται πάθος. τί γὰρ τοσοῦτον εἰς τῦφον ἐν τοῖς ἀπηριθμημένοις ἐστίν, οἶκος πολυτελὴς καὶ πλῆθος ἀμπέλων καὶ ἡ ἐν κήποις ὥρα καὶ τῶν ὑδάτων ἥ τε κατὰ τὰς κολυμβήθρας σύστασις καὶ ἡ ἐν παραδείσοις διάχυσις, ὅσον τὸ ἄνθρωπον ὄντα δεσπότην ἑαυτὸν τῶν ὁμοφύλων οἴεσθαι; Ἐκτησάμην γάρ, φησί, δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι. ὁρᾷς τὸν ὄγκον τῆς ἀλαζονείας; θεῷ ἄντικρυς ἡ τοιαύτη φωνὴ ἀντεπαίρεται. τὰ σύμπαντα γὰρ δοῦλα εἶναι τῆς πάντων ὑπερκειμένης ἐξουσίας παρὰ τῆς προφητείας ἠκούσαμεν. ὁ οὖν κτῆμα 5.335 ἑαυτοῦ τὸ τοῦ θεοῦ κτῆμα ποιούμενος ἐπιμερίζων τε τῷ γένει τὴν δυναστείαν, ὡς ἀνδρῶν τε ἅμα καὶ γυναικῶν ἑαυτὸν κύριον οἴεσθαι, τί ἄλλο καὶ οὐχὶ διαβαίνει τῇ ὑπερηφανίᾳ τὴν φύσιν, ἄλλο τι ἑαυτὸν παρὰ τοὺς ἀρχομένους βλέπων; Ἐκτησάμην δούλους καὶ παιδίσκας. τί λέγεις; δουλείᾳ καταδικάζεις τὸν ἄνθρωπον, οὗ ἐλευθέρα ἡ φύσις καὶ αὐτεξού σιος, καὶ ἀντινομοθετεῖς τῷ θεῷ, ἀνατρέπων αὐτοῦ τὸν ἐπὶ τῇ