1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

24

ἐπίνοιαν ἄγουσα, ὧν ἀπολελαυ κέναι φησὶ διὰ πάσης αἰσθήσεως, τῶν τε ὀφθαλμῶν τὰ πρὸς ἡδονὴν εὑρισκόντων τῆς τε ψυχῆς ἐχούσης πᾶν τὸ κατ' ἐπιθυμίαν ἀκώλυτον· τότε τὴν πρώτην ἑρμηνεύει φωνήν, ἣν ἐν προοιμίοις τοῦ λόγου πεποίηται, μάταια εἶναι τὰ 5.352 πάντα ἀποφηνάμενος. φησὶ γὰρ πρὸς ταῦτα βλέπων περὶ τῆς ἀνθρωπίνης ζωῆς ἀποφήνασθαι, ὅτι Πάντα ματαιότης ἐστίν, ὅσα ἥ τε αἴσθησις βλέπει καὶ παρὰ τῶν ἀνθρώπων εἰς εὐφροσύνην ἐπιτηδεύεται. Ἐπέβλεψα γὰρ ἐγὼ ἐν πᾶσι τοῖς ποιήμασί μου, οἷς ἐποίησαν αἱ χεῖρές μου, καὶ ἐν παντὶ μόχθῳ μου, ᾧ ἐμόχθησα τοῦ ποιεῖν, καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος, καὶ οὐκ ἔστι περισσεία ὑπὸ τὸν ἥλιον. πᾶσα γὰρ ἡ τῶν αἰσθήσεων δύναμίς τε καὶ ἐνέργεια ὅρον ἔχει τὴν ὑφ' ἡλίῳ ζωήν, τὸ δὲ ἐπέκεινα διαβῆναι καὶ τῶν ὑπερκειμένων ἀγαθῶν ἐν περινοίᾳ γενέσθαι ἡ αἰσθητικὴ φύσις οὐ δύναται. ταῦτα οὖν πάντα καὶ τὰ τοιαῦτα κατασκεψάμενος παιδεύει τὸν βίον τὸ πρὸς μηδὲν τῶν ὧδε θαυμαστικῶς διατίθεσθαι, πλοῦτον, φιλοτιμίαν, τὴν κατὰ τῶν ὑποχειρίων ἀρχήν, θυμηδίας τε καὶ τρυφὰς καὶ συμπόσια καὶ εἴ τι ἄλλο τῶν τιμίων εἶναι νενόμισται, ἀλλ' ὁρᾶν, ὅτι ἓν τέλος τῶν τοιούτων πάντων ἡ ματαιότης ἐστίν, ἧς περισσεία εἰς τὸ ἐφεξῆς οὐχ εὑρίσκεται. καθάπερ γὰρ οἱ καθ' ὕδατος γράφοντες ἐνεργοῦσι μὲν διὰ τῆς χειρὸς τὴν γραφὴν τοὺς τύπους τῶν χαρακτήρων ἐν τῷ ὑγρῷ διαγράφοντες, μένει δὲ τῶν χαραγμάτων οὐδὲν ἐπὶ σχήματος, ἀλλ' ἡ τοῦ γράφειν σπουδὴ ἐν μόνῳ τῷ γράφειν ἐστίν· ἕπεται γὰρ ἀεὶ τῇ χειρὶ ἡ τοῦ ὕδατος ἐπιφάνεια τὸ κεχαραγ μένον ἐπιλεαίνουσα· οὕτως πᾶσα ἡ ἀπολαυστικὴ σπουδὴ 5.353 καὶ ἐνέργεια τοῖς γινομένοις ἐναφανίζεται. παυσαμένης γὰρ τῆς ἐνεργείας ἐξηλείφθη καὶ ἡ ἀπόλαυσις, καὶ οὐδὲν εἰς τὸ ἐφεξῆς τεταμίευται οὐδὲ ὑπελείφθη τι τοῖς ἡδομένοις ἴχνος εὐφροσύνης ἢ λείψανον, παρελθούσης τῆς κατὰ τὴν ἡδονὴν ἐνεργείας. τοῦτό ἐστιν, ὃ σημαίνει ὁ λόγος εἰπών, ὅτι Οὐκ ἔστι περισσεία ὑπὸ τὸν ἥλιον τοῖς τὰ τοιαῦτα πονοῦσιν, ὧν τὸ πέρας ματαιότης ἐστίν· ὧν καὶ ἡμεῖς ἔξω γενοίμεθα χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΟΜΙΛΙΑ Εʹ

Νῦν ἡμῖν παρὰ τοῦ μεγάλου τῆς ἐκκλησίας καθηγεμόνος ἡ ἐπὶ τὰ ὑψηλότερα τῶν μαθημάτων γίνεται μυσταγωγία. προκαθήρας γὰρ τὰς ψυχὰς διὰ τῶν προλαβόντων λόγων καὶ πάσης ἀποστήσας τῆς κατὰ τὸ μάταιον ἐγγινομένης τοῖς ἀνθρώποις ἐπιθυμίας οὕτω προσάγει τῇ ἀληθείᾳ τὸν νοῦν οἷόν τι φορτίον ἐξ ὤμων τὴν ἀχθηδόνα τῶν ματαίων ἀπο σεισάμενον. τὸ δὲ τοιοῦτον ὡς ἐν δόγματι παιδευέσθω ἡ ἐκκλησία, μαθοῦσα διὰ τῆς παρούσης διδασκαλίας, ὅτι 5.354 ἀρχὴ τοῦ κατ' ἀρετὴν βίου ἐστὶ τὸ τῆς κακίας ἐκτὸς γενέσθαι. καὶ γὰρ ὁ μέγας ∆αβὶδ εἰσαγωγικήν τινα πρὸς τὴν καθαρὰν πολιτείαν ὑφήγησιν ἐν ταῖς ψαλμῳδίαις ποιούμενος οὐκ ἀπὸ τῆς τελειότητος τῶν ἐν τῷ μακαρισμῷ θεωρουμένων τοῦ λόγου ἄρχεται. οὐ γὰρ εἶπεν ἐν πρώτοις μακαριστὸν εἶναι τὸν ἐν πᾶσι κατευοδούμενον, τὸν ὡμοιωμένον τῷ ξύλῳ, τὸν ἐν ταῖς διεξόδοις τῶν ὑδάτων ἐρριζωμένον, τὸν ἀειθαλῆ ἐν τοῖς ἀγαθοῖς διαμένοντα, τὸν ἐν τοῖς καθήκουσι χρόνοις τὸν καρπὸν τοῦ ἰδίου βίου δρεπόμενον, ἀλλ' ἀρχὴν μακαρισμοῦ τὴν ἀπόστασιν τῶν κακῶν ἐποιήσατο, ὡς οὐκ ἐνδεχόμενον ἄλλως ἀγαθὸν γενέσθαι, πρὶν ἀποκλύσασθαι τῆς κακίας τὸν ῥύπον. οὕτω τοίνυν καὶ ὁ πολὺς οὗτος ἐκκλησιαστὴς ὑπεξαιρεῖ πρῶτον τῷ λόγῳ τὰ μάταια, ἵνα καθάπερ ἐπὶ σώματος κάμνοντος ταῖς καθηκούσαις ἐπιμελείαις ἐκκαθαρ θέντος τοῦ ἀρρωστήματος αὐτομάτως τὸ ἀγαθὸν τῆς ὑγείας ἐγγένηται. διὰ τοῦτο κατέδραμε τῷ λόγῳ τῆς ματαιότητος, εἶπεν οὐκ ἀσφαλὲς τοῦ καλοῦ κριτήριον εἶναι τὴν αἴσθησιν, ὑπ' ὄψιν ἤγαγε τὸ ἐν τοῖς σπουδαζομένοις ἀνύπαρκτον, ἐχώρισε τὴν ἐπιθυμητικὴν ἡμῶν διάθεσιν τῆς σωματικῆς ἀπολαύσεως· καὶ οὕτως ὑποδείκνυσι τὸ