1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

25

ὄντως αἱρετόν, τὸ ἀληθῶς ἐπιθυμητόν, οὗ ἡ σπουδὴ πρᾶγμά ἐστιν ἐνεργόν τε καὶ ἐνυπόστατον, εἰς ἀεὶ παραμένον τοῖς μετιοῦσι, πάσης τῆς κατὰ τὸ μάταιον ἐννοίας κεχωρισμένον. 5.355 Ἐπέβλεψα γὰρ ἐγώ, φησί, τοῦ ἰδεῖν σοφίαν. ὡς δ' ἂν ἀκριβῶς ἴδοιμι τὸ ποθούμενον, εἶδον πρότερον καὶ τὴν παραφορὰν καὶ τὴν ἀφροσύνην. ἐκ γὰρ τῆς πρὸς τὸ ἀντικεί μενον παραθέσεως ἀκριβεστέρα γίνεται τῶν σπουδαζομένων ἡ θεωρία. τὴν δὲ σοφίαν καὶ βουλὴν ὀνομάζει λέγων· Ὅτι τίς ἄνθρωπος, ὃς ἐπελεύσεται ὀπίσω τῆς βουλῆς, τὰ ὅσα ἐποίησεν αὕτη; διδάσκει τοίνυν τίς ἐστιν ἡ ἀνθρωπίνη σοφία, ὅτι τὸ ἐπακολουθῆσαι τῇ ὄντως σοφίᾳ, ἣν καὶ βουλὴν ὀνομάζει ποιητικὴν τῶν ἀληθῶς ὄντων τε καὶ ὑφεστώτων καὶ μὴ ἐν ματαιότητι θεωρουμένων, τοῦτο τῆς ἀνθρωπίνης σοφίας ἐστὶ τὸ κεφάλαιον· ἡ δὲ ὄντως σοφία καὶ ἡ βουλὴ οὐδὲν ἄλλο κατά γε τὸν ἐμὸν λόγον ἐστὶ πλὴν τῆς τοῦ παντὸς προεπινοου μένης σοφίας. αὕτη δέ ἐστιν, ἐν ᾗ τὰ πάντα ἐποίησεν ὁ θεός, καθώς φησιν ὁ προφήτης, ὅτι Πάντα ἐν σοφίᾳ ἐποίησας, Χριστὸς δὲ θεοῦ δύναμις καὶ θεοῦ σοφία, ἐν ᾗ τὰ πάντα ἐγένετο καὶ διεκοσμήθη. εἰ οὖν τοῦτό ἐστιν ἡ ἀνθρωπίνη σοφία τὸ ἐν περινοίᾳ τῶν ἀληθινῶν ἔργων τῆς ὄντως σοφίας τε καὶ βουλῆς γενέσθαι, ἔργον δὲ τῆς βουλῆς ἐκείνης ἤτοι τῆς σοφίας κατά γε τὸν ἐμὸν λόγον ἡ ἀφθαρσία ἐστὶν ἥ τε τῆς ψυχῆς μακαριότης καὶ ἡ ἀνδρεία καὶ ἡ δικαιοσύνη καὶ ἡ φρόνησις καὶ πᾶν τὸ κατ' ἀρετὴν νοούμενον ὄνομά τε καὶ νόημα, τάχα δι' ἀκολούθου τῇ γνώσει τῶν ἀγαθῶν προσαγό 5.356 μεθα. ἐπειδὴ γὰρ ταῦτα εἶδον, φησί, καὶ ὥσπερ ἐν ζυγῷ διέκρινα τὸ ὂν τοῦ μὴ ὄντος, εὗρον τὴν διαφορὰν τῆς σοφίας καὶ τῆς ἀφροσύνης, οἵαπερ ἂν εὑρεθείη φωτὸς ἀντεξεταζο μένου πρὸς ζόφον. καί μοι δοκεῖ προσηκόντως τῷ κατὰ τὸ φῶς ὑποδείγματι πρὸς τὴν τοῦ καλοῦ χρήσασθαι κρίσιν. ἐπειδὴ γὰρ τὸ σκότος τῇ ἑαυτοῦ φύσει ἀνύπαρκτον (εἰ γὰρ μὴ εἴη τι τὸ ἀντιφράσσον τὴν ἡλιακὴν ἀκτῖνα, σκότος οὐκ ἔσται), τὸ δὲ φῶς αὐτὸ ἐφ' ἑαυτοῦ ἐστιν ἐν ἰδίᾳ οὐσίᾳ κατανοούμενον, δείκνυσι τῷ ὑποδείγματι, ὅτι ἡ κακία καθ' ἑαυτὴν οὐχ ὑφέστηκεν, ἀλλὰ τῇ στερήσει τοῦ ἀγαθοῦ παρυφ ίσταται, τὸ δὲ ἀγαθὸν ἀεὶ ὡσαύτως ἔχει μόνιμόν τε καὶ πάγιον καὶ οὐδεμιᾷ τινος προηγουμένου στερήσει παρυφιστά μενον. τὸ δὲ ἐκ τοῦ ἐναντίου τῷ ἀγαθῷ νοούμενον κατ' οὐσίαν οὐκ ἔστιν· ὃ γὰρ ἐφ' ἑαυτοῦ οὐκ ἔστιν, οὐδὲ ἔστιν ὅλως· στέρησις γὰρ τοῦ ὄντος ἐστὶν ἡ κακία καὶ οὐχὶ ὕπαρξις. ἴση τοίνυν ἡ διαφορὰ τοῦ φωτὸς πρὸς τὸ σκότος καὶ τῆς σοφίας πρὸς ἀφροσύνην ἐστίν. ἀπὸ μέρους γὰρ ἅπαν τὸ ἀγαθὸν περιλαμβάνει τῷ τῆς σοφίας ὀνόματι καὶ τῇ ἀφροσύνῃ πᾶσαν κακοῦ φύσιν συνερμηνεύει. Ἀλλὰ τί κέρδος ἡμῖν ἐκ τοῦ θαυμάσαι τὸ ἀγαθόν, εἰ μή τις καὶ ἔφοδος παρὰ τοῦ διδασκάλου πρὸς τὴν τούτου κτῆσιν ὑποδειχθείη; πῶς οὖν ἔστι καὶ ἡμᾶς ἐν τῇ τοῦ καλοῦ μετου σίᾳ γενέσθαι, ἀκούσωμεν τοῦ διδάσκοντος. Τοῦ σοφοῦ, 5.357 φησίν, οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ. τί ταῦτα λέγει; ἔστι γάρ τι ζῷον ὅλως, ὃ ἔξω τῆς κεφαλῆς ἔχει τὰ τῶν ὀφθαλμῶν αἰσθητήρια, κἂν ἔνυδρον εἴπῃς κἂν χερσαῖον κἂν ἐναέριον; ἐν πᾶσι γὰρ ὁ ὀφθαλμὸς τοῦ λοιποῦ προβέβληται σώματος καὶ τῇ κεφαλῇ τῶν ἐχόντων κεφαλὴν ἐγκαθίδρυται. πῶς οὖν ἐνταῦθα μόνου λέγει τοῦ σοφοῦ τὴν κεφαλὴν ὠμματῶσθαι; ἢ τοῦτο πάντως ὑποσημαίνει τῷ λόγῳ, ὅτι ἀναλογία τίς ἐστι τῶν ἐν τῇ ψυχῇ θεωρουμένων πρὸς τὰ τοῦ σώματος μέρη; καὶ ὥσπερ ἐπὶ τῆς σωματικῆς διαπλάσεως τὸ προέχον τοῦ ὅλου κεφαλὴ ὀνομάζεται, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς τὸ ἡγεμονικόν τε καὶ προτεταγμένον ἀντὶ κεφαλῆς νοεῖται· καὶ ὃν τρόπον πτέρναν τὴν τοῦ ποδὸς βάσιν προσα γορεύομεν, οὕτως ἂν εἴη τις καὶ τῆς ψυχῆς βάσις, δι' ἧς ἐφάπτεται τῆς συμφυΐας τοῦ σώματος, ὅθεν τὴν αἰσθητικὴν δύναμίν τε καὶ ἐνέργειαν τῷ ὑποκειμένῳ ἐνίησιν. ὅταν τοίνυν ἡ διορατική τε καὶ θεωρητικὴ τῆς ψυχῆς δύναμις πρὸς τὰ αἰσθητὰ τὴν ἀσχολίαν ἔχῃ, εἰς τὰς πτέρνας αὐτῆς ἡ τῶν ὀφθαλμῶν φύσις ἀντιμεθίσταται, δι' ὧν τὰ κάτω βλέπει, τῶν ὑψηλῶν θεαμάτων ἀθέατος μένουσα. εἰ δὲ γνωρίσασα τῶν ὑποκειμένων τὸ μάταιον ἀναγάγοι τὰς ὄψεις ἐπὶ τὴν ἑαυτῆς