1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

26

κεφαλήν, ἥτις ἐστὶν ὁ Χριστός, καθὼς διερμηνεύει ὁ Παῦλος, μακαριστὴ ἂν γένοιτο τῆς ὀξυωπίας, 5.358 ἐκεῖ ἔχουσα τοὺς ὀφθαλμούς, ὅπου οὐκ ἔστιν ἡ τοῦ κακοῦ ἐπισκότησις. Παῦλος ὁ μέγας καὶ εἴ τινες ἄλλοι κατ' ἐκεῖνον μεγάλοι ἐν τῇ κεφαλῇ τοὺς ὀφθαλμοὺς εἶχον καὶ πάντες οἱ ἐν Χριστῷ ζῶντες καὶ κινούμενοι καὶ ὄντες. ὡς γὰρ οὐκ ἔστι τὸν ἐν φωτὶ ὄντα σκότος ἰδεῖν, οὕτως οὐκ ἔστι τὸν ἐν Χριστῷ τὸν ὀφθαλμὸν ἔχοντα πρός τι τῶν ματαίων ἐνατενίσαι. ὁ οὖν ἐν τῇ κεφαλῇ τοὺς ὀφθαλμοὺς ἔχων (κεφαλὴν δὲ τὴν τοῦ παντὸς ἀρχὴν ἐνοήσαμεν) ἐν πάσῃ ἀρετῇ τοὺς ὀφθαλμοὺς ἔχει (Χριστὸς γάρ ἐστιν ἡ παντελὴς ἀρετή), ἐν ἀληθείᾳ, ἐν δικαιοσύνῃ, ἐν ἀφθαρσίᾳ, ἐν παντὶ ἀγαθῷ. Τοῦ οὖν σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ, ὁ δὲ ἄφρων ἐν σκότει πορεύεται. ὁ γὰρ μὴ ἐπὶ τὴν λυχνίαν τὸν ἑαυτοῦ λύχνον προτείνας, ἀλλ' ὑποβαλὼν τῇ βάσει τῆς κλίνης τὸ φέγγος ἑαυτῷ σκότος ἐποίησεν, δημιουργὸς τοῦ ἀνυπάρκτου γενόμενος· μάταιον δὲ τὸ ἀνύπαρκτον. ἴσον οὖν ἐστι κατὰ τὸ σημαινόμενον τῷ ματαίῳ τὸ σκότος. τοῦ τοίνυν ἄφρονος ἡ ψυχὴ φιλοσώματός τις καὶ σαρκώδης γεγενημένη ἐν τῷ ταῦτα βλέπειν βλέπει οὐδέν· σκότος γάρ ἐστιν ἀληθῶς ἡ ἐν τούτοις ὀξυωπία. ὁρᾷς τοὺς δριμεῖς τούτους καὶ εὐστρόφους κατὰ τὸν βίον, οὓς δικανικοὺς ὀνομάζομεν, ὅπως ἑαυτοῖς δι' ἐπινοίας τὴν ἀδικίαν ἐξευμαρίζουσι μάρτυσι, συνηγόροις, ἐγγράφοις, τῇ τῶν δικαστῶν θεραπείᾳ, ὥστε καὶ τὸ κακὸν κατεργάσασθαι καὶ ἐκδῦναι τὴν τιμωρίαν; τίς οὐ θαυμάζει 5.359 τὸ ἀγχίνουν τῶν τοιούτων καὶ εὐπερίβλεπτον; ἀλλ' ὅμως τυφλοί εἰσιν οὗτοι, εἰ πρὸς ἐκεῖνον τὸν ὀφθαλμὸν ἐξετάζοιντο τὸν τὰ ἄνω βλέποντα, τὸν τῇ κεφαλῇ τῶν ὄντων ἐγκείμενον. τυφλοί εἰσιν ἄντικρυς οἱ τὴν πτέρναν ἑαυτῶν καλλωπίζοντες τὴν σπαρασσομένην τοῖς ὀδοῦσι τοῦ ὄφεως· δι' ὧν γὰρ τὰ κάτω βλέπουσι, τὰ δήγματα τῆς ἁμαρτίας ἑαυτοῖς ἐγχαράσ σουσιν. Ὁ γὰρ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν, καὶ τὸ μακαριζόμενον αὐτῶν ἐν ἀνθρώποις πάσης ἐστὶ δυσπραγίας ἐλεεινότερον. πόσοι δὲ πάλιν ἐκ τοῦ ἐναντίου τῶν ἐν τῷ ὕψει ἀγαθῶν ἐμφορούμενοι καὶ τῇ θεωρίᾳ τῶν ὄντως ὄντων ἀποσχολάζοντες τυφλοί τινες ἐν τοῖς ὑλικοῖς πράγμασιν εἶναι νομίζονται καὶ ἀνόητοι, οἷος καὶ ὁ Παῦλος εἶναι καυχᾶται, μωρὸν ἑαυτὸν διὰ τὸν Χριστὸν εἶναι λέγων· ἡ γὰρ φρόνησις αὐτοῦ καὶ ἡ σοφία πρὸς οὐδὲν τῶν ὧδε σπουδαζομένων ἠσχόλητο. διὸ λέγει· Ἡμεῖς μωροὶ διὰ Χρι στόν, ὡς ἂν εἰ ἔλεγεν· ἡμεῖς τυφλοὶ τῷ κάτω βίῳ διὰ τὸ τὰ ἄνω βλέπειν καὶ ἐν τῇ κεφαλῇ τοὺς ὀφθαλμοὺς ἡμῶν ἔχειν. τούτου χάριν ἄστεγος ἦν καὶ ἀτράπεζος, πένης, ἀλήτης, γυμνός, λιμῷ καὶ δίψῃ κατατρυχόμενος. ἀλλ' ὁ κάτω τοιοῦτος ἐν τοῖς ἄνω σκόπησον οἷος ἦν. ἕως γὰρ τρίτου οὐρανοῦ 5.360 ὑψωθείς, ὅπου ἡ κεφαλὴ αὐτοῦ ἦν, ἐκεῖ τοὺς ὀφθαλμοὺς ἔσχεν, τοῖς ἀπορρήτοις τοῦ παραδείσου μυστηρίοις ἐναγαλλό μενος καὶ τὰ ἀθέατα βλέπων καὶ ἐντρυφῶν ἐκείνοις, ὅσα ὑπὲρ αἴσθησίν ἐστι καὶ διάνοιαν. τίς οὐκ ἂν ἐλεεινὸν αὐτὸν ᾠήθη, δεσμώτην βλέπων καὶ πληγαῖς αἰκιζόμενον καὶ βύθιον ἐκ ναυαγίου διὰ πελάγους τοῖς κύμασι μετὰ τῶν δεσμῶν συμπεριφερόμενον; ἀλλ' ὅμως εἰ καὶ τὰ ἐν ἀνθρώποις τοιαῦτα, τοῦ μέντοι ἐν κεφαλῇ διὰ παντὸς τοὺς ὀφθαλμοὺς ἔχειν οὐκ ἀπετράπη λέγων Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ; θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; ὅπερ ἴσον ἐστὶ τῷ λέγειν· τίς μου τοὺς ὀφθαλμοὺς ἀπὸ τῆς κεφαλῆς ἐξορύξει καὶ πρὸς τὸ πατούμενόν τε καὶ γήϊνον μεταστήσει; τοῦτο δὲ καὶ ἡμῖν ἐγκελεύεται τὸ ἴσον ποιεῖν ἐν τῷ παραγγέλλειν τὰ ἄνω φρονεῖν, ὅπερ ὅμοιόν ἐστι τῷ λέγειν ἐν κεφαλῇ τοὺς ὀφθαλμοὺς ἔχειν. Ἀλλ' εἰ μεμαθήκαμεν, πῶς εἰσι τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ, φύγωμεν τὴν ἀφροσύνην, ἥτις σκότος τοῖς ἐν τῷ βίῳ τούτῳ πορευομένοις γίνεται. Ὁ γὰρ ἄφρων, φησίν, ἐν σκότει πορεύεται. ἄφρων δέ ἐστι, καθὼς ἡ προφητεία φησίν, ὁ ἐν τῇ καρδίᾳ λέγων μὴ εἶναι θεόν, ὃς διεφθάρη καὶ ἐβδελύχθη ἐν τοῖς ἐπιτηδεύμασιν. ἡ δὲ ἀκολουθία τοῦ λόγου 5.361 θεραπεύει διὰ τῶν ἐφεξῆς εἰρημένων τοὺς μικροψύχως περὶ τὴν ζωὴν ταύτην