1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

30

προστίθησι τοῖς προειρη μένοις, ὅτι Καί γε τοῦτο ματαιότης. Πάλιν ἄλλης ἀντιθέσεως καθάπτεται, τὸ δὲ ἀντιτιθέμενον τοῦτό ἐστιν· εἰ τὸ ἔξω ἡμῶν ἐν ματαίοις ἀριθμεῖς, ὦ διδάσ καλε, ὅπερ ἂν εἰς ἑαυτοὺς ἀναλάβωμεν, οὐκ ἂν εἰκότως καταγνωσθείη ὡς μάταιον. ἀλλὰ μὴν ἡ βρῶσις τε καὶ ἡ πόσις ἐν ἡμῖν αὐτοῖς γίνεται. οὐ τῶν ἀποβλήτων ἄρα τὸ τοιοῦτόν ἐστιν, ἀλλὰ θείαν ἄν τις εὐεργεσίαν τὴν τοιαύτην χάριν ὁρίσαιτο. αὕτη τῆς ἀντιθέσεως ἡ διάνοια, τὰ δὲ ῥήματα τοῦτον ἔχει τὸν τρόπον· Οὐκ ἔστιν ἀγαθόν, φησίν, ἐν ἀνθρώπῳ, ὃ φάγεται καὶ πίεται καὶ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ. καί γε τοῦτο εἶδον ἐγώ, ὅτι ἀπὸ χειρὸς τοῦ θεοῦ ἐστιν, ὅτι τίς φάγεται καὶ τίς πίεται πάρεξ αὐτοῦ. 5.371 ταῦτα ὁ τῆς λαιμαργίας συνήγορος ἀνθυποφέρει τῷ διδα σκάλῳ. τί δὲ πρὸς ταῦτα ὁ τῆς σοφίας ὑφηγητὴς τῷ ἀνθρώπῳ φησὶ τῷ ἀγαθῷ; ἡ δὲ τοῦ ἀγαθοῦ προσθήκη πάντως καὶ τὴν ἀντιδιαστολὴν ἐνεδείξατο, ὥστε δῆλον εἶναι τὸ τῇ ἀγαθότητι ἐκ τοῦ ἐναντίου νοούμενον. τῷ οὖν ἀνθρώπῳ οὐ τῷ βοσκημα τώδει, τῷ τῇ γαστρὶ ἑαυτοῦ ἐπικεκυφότι, τῷ λαιμὸν ἀντὶ λογισμοῦ κεκτημένῳ, ἀλλὰ τῷ ἀγαθῷ τῷ κατ' εἰκόνα τοῦ μόνου ἀγαθοῦ ζῶντι οὐ ταύτην ἐνομοθέτησεν ὁ θεὸς τὴν τροφήν, περὶ ἣν ἡ κτηνώδης κέχηνε φύσις, ἀλλ' Ἔδωκεν αὐτῷ, φησίν, ἀντὶ τροφῆς σοφίαν καὶ γνῶσιν καὶ εὐφροσύνην. πῶς γὰρ ἄν τις τὴν ἀγαθότητα διὰ τῶν τῆς σαρκὸς ἐδωδίμων αὐξήσειεν; Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, οὗτος τοῦ ἀληθινοῦ λόγου ὁ λόγος, οὐ τρέφεται ἄρτῳ ἡ ἀρετή, οὐ διὰ κρεῶν ἡ τῆς ψυχῆς δύναμις εὐεκτεῖ καὶ πιαίνεται. ἄλλοις ἐδέσμασιν ὁ ὑψηλὸς βίος τρέφεται καὶ ἁδρύνεται· τροφὴ τοῦ ἀγαθοῦ ἡ σωφροσύνη, ἄρτος ἡ σοφία, ὄψον ἡ δικαιοσύνη, ποτὸν ἡ ἀπάθεια, ἡδονὴ οὐχ ἡ τοῦ σώματος, ὁποία ἡ περὶ τὸ καταθύμιον σχέσις, ἀλλ' ἧς ὄνομά τε καὶ ἔργον ἡ εὐφροσύνη ἐστίν· διὰ τοῦτο γὰρ καὶ ὠνόμασε τῇ προσηγορίᾳ ταύτῃ τὴν ἐν τῇ ψυχῇ πρὸς τὸ καλὸν γινομένην διάθεσιν, ὅτι ἐκ τοῦ εὖ φρονεῖν ἡ τοιαύτη παραγίνεται τῇ διανοίᾳ κατάστασις. χρὴ τοίνυν καὶ ἐνταῦθα μαθεῖν, ἅπερ 5.372 καὶ παρὰ τοῦ ἀποστόλου ἠκούσαμεν, ὅτι Οὐκ ἔστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ ἀπάθεια καὶ μακαριότης. ἃ δὲ τῆς σωματικῆς ἀπολαύσεως ἕνεκεν παρὰ τῶν ἀνθρώπων σπουδάζεται, ἁμαρτωλῶν ἐστι σπουδὴ καὶ περισπασμὸς ψυχῆς ἀπὸ τῶν ἄνω πρὸς τὰ κάτω κατασπωμένης, ἧς πᾶν τὸ διάστημα τῆς ἐν τῷ βίῳ τούτῳ διαγωγῆς εἰς τὴν περὶ τοῦ προσθεῖναι καὶ συναγαγεῖν σπου δὴν ἀναλίσκεται. ὁ οὖν τοῦτο τὸ ἀγαθὸν ἐν τῷ προσώπῳ τοῦ θεοῦ κρίνων ἀγνοεῖ ἐν τῷ ματαίῳ τὸ ἀγαθὸν ὁριζόμενος. ταῦτα εἶπον ἐγὼ τῇ ἐμαυτοῦ φωνῇ, ἐπισφραγίσει δὲ τὴν διάνοιαν ταύτην ἡ τῶν θείων ῥημάτων παράθεσις· φησὶ γάρ· Τῷ ἁμαρτωλῷ ἔδωκε περισπασμὸν τοῦ προσθεῖναι καὶ συναγαγεῖν, τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ θεοῦ· ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος. ὅσα τοίνυν ἐκ τῆς παραλλήλου ταύτης συνεξετάσεως τοῦ τε καλοῦ καὶ τοῦ χείρονος διὰ τῆς νῦν μεμαθήκαμεν ἀναγνώσεως, γένοιτο ἡμῖν βοήθεια πρὸς ἀποφυγὴν μὲν τῶν κατεγνωσμένων, ἐφόδιον δὲ τῶν πρὸς τὸ κρεῖττον κατορθουμένων, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΟΜΙΛΙΑ ςʹ Τοῖς πᾶσιν ὁ χρόνος καὶ καιρὸς τῷ παντὶ πράγματι 5.373 ὑπὸ τὸν οὐρανόν· αὕτη τῶν προκειμένων ἡμῖν λογίων εἰς θεωρίαν ἀρχή. ἔστι δὲ καὶ ὁ πόνος τῆς ἐξετάσεως οὐ μικρὸς καὶ τὸ ἐκ τοῦ πόνου κέρδος τοῦ πόνου ἄξιον. τάχα γὰρ ὁ σκοπὸς τῶν ἐν τοῖς πρώτοις τοῦ βιβλίου θεωρηθέντων ἡμῖν ἐν τούτῳ μάλιστα φανεροῦται τῷ μέρει, ὡς προϊὼν ἐπιδείξει διὰ τῆς ἀκολουθίας ὁ λόγος. κατεγνώσθη τὰ πάντα ἐν τοῖς προλαβοῦσι λόγοις ὡς μάταια, ὅσα κατὰ τὸν ἀνθρώ πινον βίον ἐπ' οὐδενὶ ψυχικῷ κέρδει σπουδάζεται. ὑπεδείχθη τὸ ἀγαθόν, πρὸς ὃ χρὴ διὰ τῶν τῇ κεφαλῇ