1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

36

καὶ σώματος, διπλῆ δὲ καὶ ἡ ζωὴ καταλλήλως ἐν ἑκατέρῳ τῶν ἐν ἡμῖν ἐνεργουμένη, καλὸν ἂν εἴη τῇ σωματικῇ ζωῇ κοπτομένους (πολλαὶ δὲ τῶν θρήνων κατὰ τὸν βίον τοῦτον αἱ ἀφορμαί) τῇ ψυχῇ παρασκευάζειν τὴν ἐναρμόνιον ὄρχησιν. ὅσῳ γὰρ πλέον καταστυγνάζεται διὰ κατηφείας ὁ βίος, τοσούτῳ μᾶλλον αἱ τῆς εὐφροσύνης ἀφορμαὶ τῇ ψυχῇ συνα θροίζονται. στυγνὸν ἡ ἐγκράτεια, κατηφὲς ἡ ταπεινότης, θρῆνος τὸ ζημιοῦσθαι, πένθους ὑπόθεσις τὸ μὴ τὸ ἴσον πρὸς τοὺς κρατοῦντας ἔχειν, ἀλλ' Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται καὶ ὁ ἐναθλῶν τῇ πενίᾳ στεφανωθήσεται καὶ ὁ τοῖς ἕλκεσι βρύων καὶ διὰ πάντων θρήνου ἄξιον τὸν ἑαυτοῦ βίον ἐπιδεικνύμενος τῷ κόλπῳ τοῦ πατριάρχου ἐναναπαύσεται, ἐν ᾧ καὶ ἡμεῖς γενοί μεθα ἐλέει τοῦ σῴζοντος ἡμᾶς Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. 5.390

ΟΜΙΛΙΑ Ζʹ

Καιρὸς τοῦ βαλεῖν λίθους καὶ καιρὸς τοῦ συναγαγεῖν λίθους. ηὔξησεν ἤδη, δι' ὧν ἐδίδαξε, τὴν τῶν ἀκουόντων ἰσχὺν ὁ τῆς ἐκκλησιαστικῆς δυνάμεως ταξιάρχης, ὥστε καὶ βαλεῖν δύνασθαι τοὺς ἀντιτεταγμένους καὶ τὰς εἰς τὸ βαλεῖν παρασκευὰς συμπορίζεσθαι. ἃ γὰρ προεπαιδεύθημεν, δι' ὧν πᾶσιν ἐφαρμόζειν τὸ ἐκ τοῦ χρόνου μέτρον καὶ τὴν ἐπὶ παντὶ εὐκαιρίαν ποιεῖσθαι τοῦ καλοῦ κριτήριον μεμαθήκαμεν, εἰς ταύτην ἡμᾶς ἄγει τὴν δύναμιν, ὡς τονωθῆναί τε ἡμῶν τῆς ψυχῆς τὸν βραχίονα καὶ κατὰ σκοποῦ πέμπειν τοὺς ἀναιρετικοὺς τοῦ ἐχθροῦ λίθους καὶ πάλιν ἀνακαλεῖσθαι τούτους, οἷς ἂν τὸν πολέμιον βάλωμεν, εἰς τὸ ἀεὶ ἔχειν διὰ τῶν αὐτῶν κατακοντίζειν τὸν ἀντικείμενον. οἱ μὲν οὖν πρὸς τὸ γράμμα βλέποντες μόνον καὶ τῇ προχείρῳ παριστάμενοι διανοίᾳ τῶν εἰρημένων τὸν Μωυσέως νόμον ἴσως τοῖς παροῦσι ῥητοῖς ἐφαρμόσουσιν, ἐφ' ὧν προστάσσει ὁ νόμος 5.391 βάλλειν λίθους, εἴ τι παρανομοῦντες εὑρίσκοιντο· οἷα δὴ καὶ δι' αὐτῆς μεμαθήκαμεν τῆς ἱστορίας ἐπί τε τῶν εἰς τὸ σάββατον ἐξαμαρτόντων καὶ τοῦ τὰ ἱερὰ κεκλοφότος καὶ ἐπὶ τῶν ἄλλων πλημμελημάτων, οἷς τὴν διὰ τῶν λίθων τιμωρίαν ὁ νόμος ἐπέταξεν. ἐγὼ δὲ εἰ μὴ καὶ τὸ συναγαγεῖν λίθους εὔκαιρον ὁ ἐκκλησιαστὴς ἐποιεῖτο, περὶ οὗ νόμος οὐδεὶς ἐγκελεύεται οὔτε τις ἐξ ἱστορίας πρᾶξις ὑφηγεῖται τὸ ὅμοιον, συνεθέμην ἂν τοῖς διὰ τοῦ νόμου τὸ ῥητὸν ἑρμη νεύουσιν, ὡς τότε ὄντος καιροῦ τοῦ βαλεῖν λίθους, ὅταν τις ἢ παρανομήσῃ τὸ σάββατον ἤ τι τῶν ἀνατεθέντων ὑφέληται. νυνὶ δὲ ἡ προσθήκη τοῦ δεῖν πάλιν συναγαγεῖν τοὺς λίθους, ὅπερ οὐδενὶ νόμῳ διώρισται, εἰς ἄλλην ἡμᾶς ἄγει διάνοιαν, ὡς ἂν μάθοιμεν ποῖον τοῦτο τὸ γένος λίθων ἐστίν, ὃ μετὰ τὴν βολὴν πάλιν κτῆμα τοῦ προεμένου γίνεσθαι χρή. Ἐπειδὰν γὰρ βάλωμεν κατὰ καιρὸν τοὺς λίθους, πάλιν συνάγειν αὐτοὺς ἐν καιρῷ διδασκόμεθα. ἐμοὶ μὲν οὖν δοκεῖ μηδὲ τὸν νόμον οὑτωσὶ ψιλῶς ἐκλαμβάνειν κατὰ τὴν πρό χειρον ἔννοιαν. τί γὰρ θεοπρεπές τε καὶ μέγα τῇ ψιλῇ διανοίᾳ 5.392 τῶν γεγραμμένων ἐμφαίνεται; εἰ φρυγανιζόμενός τις ἑάλω κατὰ τὸ σάββατον, διὰ τοῦτο καταλευσθῆναι τὸν ἄνθρωπον ἔδει, μηδεμιᾶς ἀδικίας ἐν τῷ πλημμελήματι φαινομένης; τί γὰρ ἠδίκει τινὰ κάρφη κατὰ τὸ συμβὰν διερριμμένα κατὰ τὴν ἔρημον πρὸς τὴν τοῦ πυρὸς χρείαν συγκομιζόμενος; οὐ γὰρ τὸ ἀλλότριον ἀφαιρεῖσθαι κατηγορεῖται, ὥστε δοκεῖν εὐλόγως τὴν ἀδικίαν κολάζεσθαι, ἀλλὰ τὸ κοινῇ πᾶσι προκείμενον αἴτιον αὐτῷ γίνεται τῆς τῶν λίθων βολῆς. ἀλλ' ὅτι ἐν σαββάτῳ τοῦτο ἐποίησε, διὰ τοῦτο ὡς κακουργῶν κατακρίνεται. τίς οὐκ οἶδεν, ὅτι τῶν γινομένων ἕκαστον τῇ ἰδίᾳ κρίνεται φύσει, εἴτε κακὸν εἴτε μὴ τοιοῦτόν ἐστιν, ὁ δὲ χρόνος, καθ' ὃν ἐνεργεῖται ἡ πρᾶξις, ἔξωθεν τῆς τοῦ γινομένου φύσεως θεωρεῖται; τί γὰρ κοινὸν ἔχει τὸ χρονικὸν διάστημα πρὸς τὸ ἐκ προαιρέσεως ἡμετέρας ἀποτελούμενον; ἐὰν ἔρηταί τις ἡμᾶς, τί ἡμέρα ἐστί, τὸ ὑπὲρ γῆς εἶναι τὸν ἥλιον πάντως ἀποκρινούμεθα καὶ μέτρον αὐτῆς ὄρθρον καὶ ἑσπέραν ποιούμεθα. ὁ δὲ τοιοῦτος λόγος τῆς ἡμέρας οὐ μιᾷ τινι μόνῃ τῶν κατὰ τὴν ἑβδομαδικὴν περίοδον