1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

37

ἀνακυκλουμένων ἐφαρμοσθήσεται, ἀλλὰ καὶ πρώτης καὶ δευτέρας καὶ μέχρι τῆς ἑβδόμης ὁ αὐτός ἐστι λόγος καὶ οὐδὲν ἡ τοῦ σαββάτου ἡμέρα παρὰ τὰς λοιπὰς κατὰ τὸ εἶναι ἡμέρα παρήλλακται. 5.393 ἐὰν δέ τις τὴν τοῦ ἁμαρτήματος ἐξετάσῃ διάνοιαν, τὸ μὴ δεῖν τι κατὰ τοῦ πέλας ποιεῖν πάντως ἐροῦμεν, οἷον Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις καὶ τὰ λοιπά, ὧν γενικός τις καὶ περιληπτικός ἐστι νόμος τὰ καθ' ἕκαστον ἐν ἑαυτῷ περιέχων καὶ ὁ περὶ τοῦ ἀγαπῆσαι τὸν πλησίον ὡς ἑαυτόν. ταῦτα δὲ κατὰ πᾶσαν ἡμέραν ἐπ' ἴσης κατορθούμενά τε καὶ παρανομούμενα ἢ καλὰ πάντως ἐστὶν ἢ ἐκ τοῦ ἐναντίου νοούμενα. οὐκ ἂν δέ τις, ὃ σήμερον κακὸν ἐκρίθη γενόμενον, εἴτε φόνος εἴη τὸ πλημμέλημα εἴτε τι ἄλλο τῶν ἀπειρημένων, τὸ αὐτὸ τοῦτο τῇ ἐφεξῆς καλὸν εἶναι νομίσειεν. εἰ οὖν τὸ κακὸν ἀεὶ τοιοῦτόν ἐστιν, ἐν ᾧπερ ἂν χρόνῳ τύχῃ τολμώμενον, καὶ τῶν ἀνευθύνων πάντως οὐδὲν ἂν γένοιτο παρὰ τὸν χρόνον ὑπεύθυνον. εἰ τοίνυν τὸ πρὸ τοῦ σαββάτου φρυγανίζεσθαι καὶ πῦρ ἀνάπτειν ἔξω ἀδικίας ἐστὶ καὶ κολάσεως, πῶς τὸ αὐτὸ τοῦτο τῇ ἐπιούσῃ ἡμέρᾳ πλημμέλημα γίνεται; ἀλλ' οἶδα τὸ σάββατον τῆς ἀναπαύσεως, οἶδα τὸν τῆς ἀπραξίας νόμον, ὃς οὐχὶ πεδήσας τὸν ἄνθρωπον τῆς φυσικῆς ἐνεργείας ἄπρακτον εἶναι διακελεύεται. ἦ γὰρ ἂν καὶ ἀδύνατα κελεύοι, ἀπρακτεῖν προστάσσων ἡμῖν, οἷς καὶ δίχα τῶν λοιπῶν ἔργων αὐτὸ τὸ τῆς ζωῆς εἶδος ἔργον ἐστίν; τίς γὰρ οὐκ οἶδεν, ὅτι ἔργον ἐστὶν ὀφθαλμῶν μὲν ἡ ὄψις, ἀκοῆς δὲ ἡ κατὰ φύσιν 5.394 ἐνέργεια, μυκτήρων δὲ ἡ ὄσφρησις, στόματος ἡ τοῦ ἀέρος ὁλκή, γλώσσης ὁ λόγος, ὀδοῦσιν ἡ τῆς τροφῆς ὑπηρεσία, σπλάγχνοις ἡ πέψις, ποσὶν ἡ κίνησις, χερσὶν ἐκεῖνα, πρὸς ἃ πέφυκεν ἡμῖν ἐνεργεῖν ταῦτα τὰ μέλη. πῶς οὖν ἐστι δυνατὸν κυρωθῆναι τὸν τῆς ἀπραξίας νόμον, οὐ παραδεχομένης τὴν ἀργίαν τῆς φύσεως; πῶς πείσω τὸν ὀφθαλμὸν μὴ ὁρᾶν ἐν σαββάτῳ, οὗ φύσις ἐστὶ τὸ πάντως τι βλέπειν; πῶς τὴν ἀκουστικὴν ἐπίσχω ἐνέργειαν; πῶς πεισθήσεταί μοι ἡ ὄσφρησις τὴν ἀντιληπτικὴν τῶν ἀτμῶν αἴσθησιν ἀποθέσθαι κατὰ τὸ σάββατον; πῶς δὲ οὐκ ἐνεργήσει τὰ σπλάγχνα τὴν ἰδίαν ἐνέργειαν τῷ νόμῳ δουλεύοντα, ὥστε ἄπεπτον τὴν τροφὴν ἐμμεῖναι τῷ σώματι, ἵνα ἀργὴν δείξῃ τὴν φύσιν κατὰ τὸ σάββατον; εἰ δὴ τὰ λοιπὰ τοῦ σώματος ἡμῶν οὐ δύναται δέξασθαι τὸν τῆς ἀργίας νόμον (οὐδὲ γὰρ ὅλως ἐν τῷ ζῆν ἔσται μὴ ἐνεργοῦντα), οὐκ ἔστι πάντως τὸ μὴ παρανομηθῆναι τὸ σάββατον, κἂν ἀκίνητος ἡ χεὶρ ἢ ὁ ποῦς ἐπὶ τοῦ αὐτοῦ σχήματός τε καὶ τόπου μένῃ. ἐπεὶ οὖν οὐχὶ μέρει τινί, ἀλλ' ὅλῳ κεῖται τῷ ἀνθρώπῳ ὁ νόμος, οὐ μᾶλλον ἀπρακτοῦντες δι' ἑνὸς τῶν μελῶν νόμον φυλάξομεν ἢ τοῖς λοιποῖς αἰσθητη ρίοις κατὰ φύσιν ἐνεργοῦντες τὸ προσταχθὲν παραλύσομεν. ἀλλὰ μὴν θεόθεν ὁ νόμος, οὐδὲν δὲ τῶν παρὰ τοῦ θεοῦ 5.395 προστασσομένων τοιοῦτον, οἷον ἢ παρὰ φύσιν εἶναι ἢ ἔξω τοῦ κατ' ἀρετὴν δείκνυσθαι λόγου, ἡ δὲ ἄλογος ἀργία ἀρετὴ οὐκ ἔστιν. ζητεῖν ἄρα προσήκει τί βούλεται τὸ παράγγελμα τῆς τοῦ σαββάτου ἀργίας. φημὶ τοίνυν ἐγὼ πάσης νομοθεσίας τῆς θεόθεν γεγενημένης ἕνα σκοπὸν εἶναι τὸ καθαρεύειν τῶν τῆς κακίας ἔργων τοὺς δεξαμένους τὸν νόμον, καὶ πᾶς νόμος ὁ τὰ ἀπειρημένα κωλύων σαββατίζειν ἀπὸ τῶν πονηρῶν ἔργων διακελεύεται. τοῦτο αἱ πλάκες, τοῦτο ἡ λευϊτικὴ παρατήρησις, τοῦτο ἡ ἐν τῷ ∆ευτερονομίῳ ἀκρίβεια, τὸ ἀργοὺς ἡμᾶς καὶ ἀπράκτους ἐκείνων εἶναι, ὧν τὸ ἔργον κακία ἐστίν. εἰ μὲν οὖν οὕτω τις ἐκλαμβάνοι τὸν νόμον, ὡς ἀργὸν ἐν κακίᾳ εἶναι τὸν ἄνθρωπον, κἀγὼ συντίθεμαι τὸν σοφὸν ἐκκλησιαστὴν κατὰ τοῦ ξύλα ἑαυτῷ συνάγοντος καιρὸν ὁρίζειν εἰς τὸ βάλλειν λίθους, δι' ὧν κωλύεται ἡ συλλογὴ τῶν τῆς κακίας φρυγάνων τῶν εἰς πυρὸς ὕλην συναγομένων· εἰ δὲ ψιλῷ τις παραμένοι τῷ γράμματι, οὐκ οἶδα, ὅπως τὸ θεοπρεπὲς ἐν τῷ νόμῳ λογίσαιτο. Οὐκοῦν νοητέον τοὺς λίθους τίνες εἰσὶν οἱ κατὰ τοῦ τοιούτου βαλλόμενοι, ἵνα μὴ εἰς τέλος ἀφίκοιτο ἡ περὶ τὸν φρυγανισμὸν σπουδή. τί δὲ τὰ ξύλα, δι' ὧν τὸ πῦρ ἐκκαυθή 5.396 σεται τῷ συνειλοχότι; πάντως δὲ οὐκ ἄδηλα ταῦτα τῷ καὶ ὁπωσοῦν μυστικῶν ἐπαΐοντι λόγων. εἰ γὰρ καλῶς ὁ ἀπόστολος ξύλα καὶ