1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

39

τοῦ ἑνὸς ἀγάπη μῖσος τοῦ ἑτέρου ἐποίησεν. ὅταν οὖν ἡ ἀγαπητικὴ διάθεσις περιφυῇ τῷ καλῷ (τοῦτο δέ ἐστι τὸ εὔκαιρον), ἐπ ηκολούθησε πάντως ἡ πρὸς τὸ ἀντικείμενον ἀλλοτρίωσις. εἰ ἀληθῶς τὴν σωφροσύνην ἠγάπησας, ἐμίσησας πάντως τὸ ἀντικείμενον. εἰ πρὸς τὴν καθαρότητα βλέπεις ἐρωτικῶς, ἐβδελύξω δηλονότι τὴν τοῦ βορβόρου δυσωδίαν. εἰ τῷ ἀγαθῷ προσεκολλήθης, ἐμακρύνθης πάντως τῆς τοῦ πονηροῦ προσκολλήσεως. εἰ δὲ καὶ πρὸς τὴν τοῦ πλούτου περιβολὴν ἄγοι τις τὸ τῆς περιλήψεως σημαινόμενον, δείκνυσι καὶ οὗτος ὁ λόγος, ποῖον πλοῦτον ἀγαθόν ἐστι προσπεριβάλλεσθαι 5.400 καὶ ποίων κτημάτων περιβολὴν ἀποπέμπεσθαι. οἶδα θησαυρὸν σπουδαζόμενον τὸν κεκρυμμένον ἐν τῷ ἀγρῷ, οὐχὶ τὸν πᾶσι φαινόμενον. οἶδα πάλιν πλοῦτον ἀτιμαζόμενον, οὐ τὸν ἐλπιζόμενον, ἀλλὰ τὸν τοῖς ὀφθαλμοῖς προφαινόμενον. διδάσκει τοῦτο ἡ τοῦ ἀποστόλου φωνὴ λέγουσα· Μὴ σκο πούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. εἰ ταῦτα νενοήκαμεν, καὶ τὸν ἐφεξῆς λόγον διὰ τούτων νενοηκότες ἐσόμεθα. Καιρὸς γάρ, φησί, τοῦ ζητῆσαι καὶ καιρὸς τοῦ ἀπολέσαι. ὁ γὰρ νοήσας διὰ τῶν ἐξετασθέντων, τίνων προσήκει μακρύνειν ἑαυτὸν ἀπὸ τῆς περιλήψεως καὶ τίσι συνάπτεσθαι, γνοίη ἄν, τί τε προσήκει ζητεῖν καὶ τίνων ἡ ἀπώλεια κέρδος ἐστίν. Καιρὸς γάρ, φησί, τοῦ ζητῆσαι καὶ καιρὸς τοῦ ἀπολέσαι. τί τοίνυν ἐστίν, ὅ με ζητῆσαι χρή, ὥστε ἐπιτυχεῖν τοῦ καιροῦ τοῦ καθήκοντος; ἀλλὰ τί μὲν ζητεῖσθαι δέον ἡ προφητεία δείκνυσι λέγουσα· Ζητήσατε τὸν κύριον καὶ κραταιώθητε· καὶ πάλιν· Ζητήσατε τὸν κύριον καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε, καὶ Εὐφρανθήτω καρδία ζητούντων τὸν κύριον. ἔγνων τοίνυν διὰ τῶν εἰρημένων, ὅπερ ζητῆσαι χρή, οὗ ἡ εὕρεσίς ἐστιν αὐτὸ τὸ ἀεὶ ζητεῖν. οὐ γὰρ 5.401 ἄλλο τί ἐστι τὸ ζητεῖν καὶ ἄλλο τὸ εὑρίσκειν, ἀλλὰ τὸ ἐκ τοῦ ζητῆσαι κέρδος αὐτὸ τὸ ζητῆσαί ἐστι. βούλει καὶ τὴν εὐκαιρίαν μαθεῖν, τίς ὁ καιρὸς τοῦ ζητεῖν τὸν κύριον; συντόμως λέγω· ὁ βίος ὅλος. ἐπὶ τούτου γὰρ μόνου εἷς καιρὸς τῆς σπουδῆς ἐστιν ἡ ζωὴ πᾶσα. οὐ γὰρ ἀποτεταγμένῳ τινὶ καιρῷ καὶ χρόνῳ ἀφωρισμένῳ τὸ ζητεῖν τὸν κύριον ἀγαθόν ἐστιν, ἀλλὰ τὸ μηδὲ ὅλως διαλείπειν ἀεὶ ζητοῦντα τοῦτό ἐστιν ἡ ἀληθὴς εὐκαιρία. Οἱ γὰρ ὀφθαλμοί μου, φησί, διὰ παντὸς πρὸς τὸν κύριον. ὁρᾷς πῶς ἐπιμελῶς ἐρευνᾷ ὁ ὀφθαλμὸς τὸ ζητούμενον, οὐδεμίαν ἄνεσιν ἑαυτῷ διδοὺς οὐδέ τι διάλειμμα τῆς τοῦ ζητουμένου κατανοήσεως; τῇ γὰρ τοῦ ∆ιὰ παντὸς προσθήκῃ τὸ διηνεκές τε καὶ ἀδιάλειπτον τῆς σπουδῆς ἐνεδείξατο. ὡσαύτως δὲ νοήσωμεν καὶ τὸν τοῦ ἀπολέσαι καιρόν, κέρδος εἶναι κρίνοντες τὸ ἀπολέσαι ἐκεῖνο, οὗ ἡ ὕπαρξις ζημία τῷ ἔχοντι γίνεται. κακὸν κτῆμα ἡ φιλαργυρία· οὐκοῦν ἀπολέσωμεν. πονηρὸν ἀπόθετον ἡ μνησικακία· οὐκοῦν προώμεθα. ὀλέθριον κτῆμα ἡ ἀκόλαστος ἐπιθυμία· τούτου μάλιστα πρὸ τῶν ἄλλων πτωχεύσωμεν, ἵνα διὰ τῆς τοιαύτης πτωχείας τὴν βασιλείαν κερδήσωμεν. Μακάριοι γὰρ οἱ πτωχοὶ τῷ πνεύματι, δηλαδὴ οἱ τοῦ τοιούτου πλούτου πενό μενοι καὶ τὰ ἄλλα πάντα τὰ πονηρὰ τοῦ διαβόλου κειμήλια. μακαριώτερον μὲν τὸ μηδὲ τὴν ἀρχήν τινα κτήσασθαι, ἵνα 5.402 καθόλου ἀκτήμονες τῶν μολυνόντων γενώμεθα, καλὸν δὲ οὐχ ἧττον τῷ προληφθέντι τῇ πονηρᾷ κτήσει τὸ ἀπολέσαι τὰ τοιαῦτα κτήματα καὶ εἰς ἀφανισμὸν ἀγαγεῖν. ἀλλὰ τὸ μὲν μηδὲ ὅλως ποτὲ σχεῖν τῶν τοιούτων τὴν μετουσίαν κρεῖττον ἢ κατὰ τὴν ἀνθρωπίνην φύσιν ἐστί, τὸ δὲ λαβόντα ἐξαφανίσαι τούτου καὶ ἡ τῶν ἀνθρώπων δύναμις τὴν ἰσχὺν ἔχει. διὸ τὸ μηδὲν ἐσχηκέναι τῶν τοῦ ἀντικειμένου κτημάτων μόνου τοῦ κυρίου ἐστὶ τοῦ συμμετασχόντος ἡμῖν τῶν αὐτῶν παθημάτων χωρὶς ἁμαρτίας. Ἔρχεται γάρ, φησίν, ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ εὑρίσκει τῶν ἰδίων οὐδέν. τὸ δὲ δι' ἐπιμελοῦς μεταμελείας ἑαυτὸν ἐκκαθῆραι, τοῦτο καὶ ἐπ' ἀνθρώπων τῶν δι' ἀρετῆς ἑαυτοὺς λαμπρυνόντων ἔστιν ἰδεῖν. ἀπώλεσεν ὁ Παῦλος τὸ πονηρὸν κτῆμα τῆς ἀπιστίας διὰ τοῦ ἐνεργοῦντος ἐν αὐτῷ τῆς προφητείας τὴν χάριν, πλήρης τοῦ θησαυροῦ ἐγένετο ὃν ἐζήτησεν. ἀπώλεσεν ὁ