1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

47

ἀγάπης κεχώρισται. τὸν δὲ ἔξω τοῦ θεοῦ γενόμενον ἔξω εἶναι τοῦ φωτὸς ἀνάγκη, διότι φῶς ὁ θεός, ἔξω δὲ καὶ τῆς ζωῆς καὶ τῆς ἀφθαρσίας καὶ παντὸς τοῦ πρὸς τὸ κρεῖττον θεωρουμένου νοήματός τε καὶ πράγματος· ἅπερ πάντα ὁ θεός ἐστιν. ὁ γὰρ ἐν τούτοις μὴ ὢν ἐν τοῖς ἐναντίοις πάντως ἐστίν. οὐκοῦν ἐκδέχεται τὸν τοιοῦτον σκότος καὶ διαφθορὰ καὶ πανωλεθρία καὶ θάνατος. Ταῦτα ἐν βραχείᾳ φωνῇ ὁ τοῦ ἐκκλησιαστοῦ λόγος διελὼν ἐπιδείκνυσι, τῇ εὐκαίρῳ φιλίᾳ καὶ τῷ κατὰ καιρὸν ἐνεργουμένῳ μίσει τὴν ἑκατέρου τῶν κατὰ τὸ ἐναντίον νοου μένων φύσιν ἀποκαλύψας. Καιρός, φησίν, τοῦ φιλῆσαι, σὺ τὸ ἀγαθὸν πρόσθες, πάλιν Καιρὸς τοῦ μισῆσαι λέγει, σὺ πρὸς τὸ κακὸν οἴου βλέπειν τὸν λόγον. ἡ γὰρ ὑπηλλαγμένη τε καὶ πεπλανημένη πρὸς ἑκάτερον τούτων τῆς ψυχῆς ἡμῶν διάθεσις ῥίζα καὶ ἀρχὴ τῆς ἁμαρτίας ἐστίν. Οὐδεὶς δύναται, φησίν, δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει. ἔδειξεν ἡ ἀντιδιαστολή, τίς ὁ κακῶς κυριεύων, οὗ χρὴ διὰ τοῦ μίσους ἀλλοτριοῦσθαι, καὶ τίς ὁ ἐπ' ἀγαθῷ τοῦ ἀρχομένου κρατῶν, ᾧ προσήκει δι' ἀγάπης συνάπτεσθαι. εἰ δέ τις τοῦ μισητοῦ μὲν ἀντέχοιτο, τοῦ δὲ ἀγαπητοῦ καταφρονοίη, οὗτός ἐστιν ὁ ὑπαλλάσσων τῆς φιλίας 5.427 καὶ τοῦ μίσους τὴν εὐκαιρίαν τῷ ἰδίῳ κακῷ. ὁ γὰρ κατα φρονῶν πράγματος καταφρονηθήσεται ὑπ' αὐτοῦ, ὁ δὲ ἀντεχό μενος τῆς ἀπωλείας περιποιήσεται τοῦτο ἑαυτῷ, οὗ ἀντέσχετο. διαστείλας τοίνυν τῷ λόγῳ τὰ κατ' ἀρετήν τε καὶ κακίαν νοούμενα ἐπιγνώσῃ τὴν εὐκαιρίαν τοῦ πῶς χρὴ πρὸς ἑκάτερον τούτων ἔχειν. ἐγκράτεια καὶ ἡδονή, σωφροσύνη καὶ ἀκολα σία, μετριότης καὶ τῦφος, εὔνοια καὶ κακόνοια καὶ πάντα τὰ ἐξ ἐναντίου νοούμενα φανερῶς ὑπὸ τοῦ ἐκκλησιαστοῦ σοι ὑποδείκνυται, ὅπως τῇ ψυχῇ περὶ ταῦτα διατεθειμένος λυσιτελῶς βουλεύσῃ. καιρὸς οὖν τοῦ φιλῆσαι τὴν ἐγκράτειαν καὶ τοῦ μισῆσαι τὴν ἡδονήν, ἵνα μὴ γένῃ φιλήδονος μᾶλλον ἢ φιλόθεος, καὶ τὰ ἄλλα πάντα ὡσαύτως, τὸ φιλόνεικον, τὸ φιλοκερδές, τὸ φιλόδοξον καὶ πάντα, ἃ τῇ ἐπὶ τὰ μὴ δέοντα τῆς φιλίας χρήσει τῆς πρὸς τὸ ἀγαθὸν σχέσεως ἀφορίζει. οἷον ἐκ παρόδου δόγμα ἐμάθομεν, ὅτι πᾶσα τῆς ψυχῆς κίνησις ἐπ' ἀγαθῷ παρὰ τοῦ δημιουργήσαντος τὴν φύσιν ἡμῶν κατεσκευάσθη, ἀλλ' ἡ διημαρτημένη τῶν τοιούτων κινημάτων χρῆσις τὰς εἰς κακίαν ἐγέννησεν 5.428 ἀφορμάς· καλὸν γάρ τι οὖσα ἡ αὐτεξούσιος δύναμις ἡμῶν, ὅταν πρὸς τὸ κακὸν ἐνεργῇ, κακῶν ἔσχατον γίνεται. καὶ τὸ ἔμπαλιν ὄργανον ἀρετῆς ἐστιν ἡ ἀπωστικὴ τῶν ἀηδῶν δύναμις, ᾗ ὄνομα τὸ μῖσός ἐστιν, ὅταν κατὰ τοῦ ἐναντίου ὁπλίζηται, ἀλλὰ ἁμαρτίας γίνεται ὅπλον, ὅταν πρὸς τὸ ἀγαθὸν ἀντιστατικῶς ἔχῃ. οὐκοῦν πᾶν κτίσμα θεοῦ τῶν ἐν ἡμῖν κατεσκευασμένων καλὸν καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον, ἡ δὲ ἀχάριστος τούτων χρῆσις πάθος τὸ κτίσμα ἐποίησε, δι' οὗ ἐκβαίνει μὲν ἡ πρὸς τὸν θεὸν οἰκειότης, ἀντεισελθόντα δὲ τὰ ἐναντία εἰς τὸν τοῦ θεοῦ τόπον ἀντικαθίσταται, ὥστε τοῖς τοιούτοις θεοποιεῖσθαι τὰ πάθη. οὕτω τοῖς λαιμαργοῦσι γίνεται θεὸς ἡ κοιλία. οὕτως εἰδωλοποιοῦσιν ἑαυτοῖς οἱ πλεονέκται τὴν νόσον. οὕτως οἱ δι' ἀπάτης σκοτισθέντες ἐν τῷ αἰῶνι τούτῳ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς θεὸν ἑαυτοῖς τὴν κενοδοξίαν ἐποίησαν. καὶ συνελόντι φράσαι ᾧπερ ἄν τις τὸν ἑαυτοῦ λογισμὸν ὑποζεύξας δοῦλον ποιήσῃ καὶ ὑποχείριον, τοῦτο ἐν τῷ ἰδίῳ πάθει ἐθεοποίησεν, οὐκ ἂν τοῦτο παθών, εἰ μὴ διὰ τῆς ἀγάπης τὸ κακὸν ᾠκειώσατο. εἰ οὖν ἐνοήσαμεν τῆς τε φιλίας καὶ τοῦ μίσους τὴν εὐκαιρίαν, τὸ μὲν ἀγαπήσωμεν τὸ δὲ πολεμήσωμεν. 5.429 Καιρὸς γάρ, φησί, πολέμου καὶ καιρὸς εἰρήνης. ὁρᾷς τῶν ἀντικειμένων παθῶν τὴν παράταξιν, τὸν νόμον τῆς σαρκὸς τὸν ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός σου καὶ αἰχμαλωτί ζοντα τῷ νόμῳ τῆς ἁμαρτίας. πρόσχες τῇ ποικίλῃ τῆς μάχης διασκευῇ, πῶς μυριότροπός ἐστι κατὰ τῆς σῆς πόλεως τοῦ ἀντικειμένου ἡ στρατηγία. κατασκόπους πέμπει, προδό τας ὑποποιεῖται, ταῖς ὁδοῖς ἐφεδρεύει, λόχους καὶ ἐνέδρας συνίστησι, συμμάχους προσεταιρίζεται, μηχανήματα κατα σκευάζει, σφενδονήτας καὶ τοξότας καὶ τοὺς συστάδην συμπλεκομένους καὶ