1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

48

τὴν ἱππικὴν δύναμιν καὶ πάντα τὰ τοιαῦτα κατά σου ἐξαρτύεται. πάντως δὲ οὐκ ἀγνοεῖς τὴν τῶν εἰρημένων διάνοιαν, τίς ὁ προδότης, τίς ὁ κατάσκοπος, τίνες οἱ ἐνεδρευταί, τίνες οἱ σφενδονῆται καὶ ἀκοντισταὶ καὶ τοξόται καὶ τίνες οἱ ἀγχέμαχοι καὶ ἡ τῶν ἱππέων ἴλη καὶ ποῖα τὰ μηχανήματα, δι' ὧν τὸ τῆς ψυχῆς κατασείεται τεῖχος. πρὸς ἃ πάντα οὖν βλέποντας χρὴ καὶ αὐτοὺς καθοπλίζεσθαι καὶ τοὺς συμμάχους παρακαλεῖν καὶ φυλοκρινεῖν ἐν τοῖς ὑποχειρίοις, 5.430 μή τις τὰ τῶν πολεμίων φρονῇ, προβλέπειν τε τὰς παροδίους ἐνέδρας καὶ θυρεοῖς τὰς βολὰς ἀσφαλίζεσθαι πρός τε τοὺς συστάδην ἡμῖν συμπλεκομένους ἀντέχειν καὶ ἀποταφρεύειν τοῖς καθ' ἡμῶν ἱππόταις τὴν πάροδον, ἐρύμασι δέ τισι καὶ προβολαῖς τὰ τείχη κατασφαλίζεσθαι, ὡς ἂν μὴ κατασει σθείη τοῖς μηχανήμασι. πάντως δὲ οὐδενὶ λόγῳ τὰ καθ' ἕκαστον ἑρμηνεύειν δεόμεθα, πῶς ὁ ἐχθρὸς τῆς ἑκάστου ἡμῶν πόλεως τῆς ἐν τῇ ψυχῇ παρὰ τοῦ θεοῦ συνῳκισμένης διὰ κατασκόπων ἀποπειρᾶται ἡμῶν τῆς δυνάμεως καί τίνας ἔχει τοὺς ἐξ ἡμῶν αὐτῶν προδότας γινομένους τῆς ἡμετέρας δυνάμεως. ὡς δ' ἂν φανερώτερον τὸ νόημα ἐκκαλυφθείη, τοιοῦτόν ἐστιν ἡ πρώτη τοῦ πειρασμοῦ προσβολὴ, ὅθεν τὰ πάθη τὴν ἀρχὴν λαμβάνει, τοῦτο τῆς ἡμετέρας δυνάμεως κατάσκοπος γίνεται, οἷον ἐνέπεσε τῷ ὀφθαλμῷ θέαμα τὴν ἐπιθυμίαν ἀνακινῆσαι δυνάμενον. διὰ οὖν τούτου κατασκοπεῖ τὴν ἔν σοι δύναμιν ὁ πολέμιος, εἴτε ἰσχυρός τις καὶ ἐμπαρά σκευος εἶ εἴτε ἄτονος καὶ εὐάλωτος. εἰ γὰρ οὐκ ὤκλασας τῷ θεάματι οὐδέ σοι πρὸς τὸ φανὲν διελύθη τῆς διανοίας ὁ τόνος, ἀλλ' ἀπαθῶς παρεπέμψω τὴν συντυχίαν, εὐθὺς ἐπτόησας τὸν κατάσκοπον οἷον ὁπλιτῶν τινα φάλαγγα τοῖς δόρασι φρίσσουσαν, τὴν τῶν λογισμῶν λέγω παρασκευήν, 5.431 τῷ κατασκόπῳ δείξας. εἰ δὲ μαλαχθείη δι' ἡδονῆς πρὸς τὴν θέαν ἡ αἴσθησις καὶ τὸ τοῦ χαρακτῆρος εἴδωλον ἐντὸς τῆς διανοίας διὰ τῶν ὀφθαλμῶν εἰσδύη, τότε καταπολεμεῖται μὲν ὁ στρατηγὸς τῶν ἔνδον ὁ νοῦς, ὡς οὐδὲν ἀνδρῶδες ἢ νεανι κὸν ἔχων, ἀλλὰ βλακώδης τις καὶ ἔκλυτος ὤν, καὶ πλῆθος προδοτῶν ἐκ τοῦ δήμου τῶν λογισμῶν περὶ τὸν κατάσκοπον συγκροτεῖται. οὗτοι δέ εἰσιν οἱ προδόται, περὶ ὧν φησιν ὁ κύριος, ὅτι Ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ οἱ ἐκ τῆς καρδίας ἐκπορευόμενοι καὶ κοινοῦντες τὸν ἄνθρωπον, ὧν τὰ ὀνόματα σαφῶς ἔστιν ἐκ τοῦ εὐαγγελίου μαθεῖν. τὸ δὲ ἀπὸ τούτου οὐκέτι ἄν σοι γένοιτο δυσχερὲς δι' ἀκολούθου τὰ καθ' ἕκαστον τῆς πολεμικῆς ἐκείνης διασκευῆς κατανοῆσαι· τοὺς ἐκ τοῦ ἀφανοῦς προλοχίζοντας, οἷς περιπίπτουσιν οἱ ἀπροόπτως κατὰ τὴν τοῦ βίου ὁδὸν πορευόμενοι· οἱ γὰρ ἐν σχήματι φιλίας καὶ εὐνοίας πρὸς τὸν τῆς ἁμαρτίας ὄλεθρον καθέλκοντες τὸν πειθόμενον οὗτοί εἰσιν οἱ κατὰ τὰς ὁδοὺς ἐνεδρεύοντες, οἱ τῆς ἡδονῆς ἐπαινέται, οἱ πρὸς τὰ θέατρα χειραγωγοῦντες, οἱ τοῦ κακοῦ τὴν εὐκολίαν ὑποδεικνύοντες, καὶ δι' ὧν ποιοῦσι πρὸς τὴν τῶν ὁμοίων μίμησιν ἐκκαλούμενοι, 5.432 ἀδελφοὺς ἑαυτοὺς καὶ φίλους ἐπ' ὀλέθρῳ τῶν ἀπολλυμένων κατονομάζοντες. περὶ ὧν γέγραπται, ὅτι Πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ, καὶ πᾶς φίλος δόλῳ πορεύσεται. εἰ δὴ νενοήκαμεν τὰς ἐνέδρας, σαφὲς ἂν εἴη καὶ τὸ τῶν σφενδονητῶν τε καὶ τοξοτῶν καὶ ἀκοντιστῶν στῖφος. οἱ γὰρ ὑβρισταί τε καὶ θυμώδεις καὶ λοίδοροι τῷ προκατάρχειν τῶν ὕβρεων ἀντὶ βελῶν ἢ λίθων τοὺς παροξυντικοὺς λόγους ἀποτοξεύοντες καὶ σφενδονῶντες, καὶ ἀκοντίζοντες μέσην τιτρώσκουσι τὴν καρδίαν τῶν ἀθωρακίστως καὶ ἀφυλάκτως διοδευόντων. τὸ δὲ τοῦ τύφου καὶ τῆς ὑπερηφανίας πάθος εἰς τὸ γαυρίαμα τῶν ἵππων μετενεγκών τις οὐκ ἂν ἁμάρτοι. ἵπποι γάρ εἰσί τινες ἀτεχνῶς ὑψαύχενές τε καὶ ὑψικάρηνοι ... τοῖς ὑπερόγ κοις τοῦ τύφου ῥήμασιν οἷόν τισιν ὁπλαῖς κοίλαις τοὺς μετρίους κατακροαίνοντες· περὶ ὧν φησιν ἡ γραφή, ὅτι Μὴ 5.433 ἐλθέτω μοι ποὺς ὑπερηφανίας. τὰ δὲ μηχανήματα, δι' ὧν λύεται ἡ ἁρμονία τοῦ τείχους, καλῶς ἄν τις τὴν φιλοχρηματίαν κατονομάσειεν. οὐδὲν γὰρ οὕτως ἐστὶ βαρὺ καὶ δυσάντητον ἐν τῇ τῶν πολεμίων παρασκευῇ ὡς τὸ τῆς φιλαργυρίας μηχάνημα. κἂν ὅτι μάλιστα τὰς ἄλλας ἀρετὰς διὰ τῆς ἐναρμονίου