1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

50

ἐστιν ἡ εἰρήνη ἡμῶν. οὗτος ὁ λόγος πάντων τῶν κατὰ καιρὸν γινομένων τὸ πέρας ἐστὶ καὶ τὸ κεφάλαιον. πάντα γὰρ ἐν καιρῷ ποιεῖν ἐδιδάχθημεν, ἵνα τοῦτο ἑαυτοῖς κατορθώσωμεν τὸ εἰρήνην ἔχειν πρὸς τὸν θεὸν διὰ τοῦ πολεμίως διατεθῆναι πρὸς τὸν ἀντίπαλον. πάντως δὲ κἂν τὰς ἀρετάς τις εἴπῃ τὸν εἰρηναῖον στρατόν, πρὸς ἃς χρὴ φιλικῶς ἔχειν ἡμᾶς, οὐκ ἔξω τῆς ἀποδοθείσης διανοίας ἄξει τὸν λόγον, διότι πᾶν ἀρετῆς ὄνομά τε καὶ νόημα εἰς τὸν κύριον τῶν ἀρετῶν ἀναφέρεται. Καὶ τί ἄν τις ἐν τοῖς τοιούτοις τὸν λόγον μηκύνοι, ἱκανῶν ὄντων καὶ τῶν εἰρημένων ἐκκαλύψαι τὴν τοῖς ῥητοῖς ἐγκει μένην διάνοιαν; ἀλλ' ἐπειδὴ διὰ τούτων ἐπῆρέ πως τὴν ψυχὴν τοῦ προπαιδευθέντος ἐν τοῖς ὑψηλοῖς τούτοις μαθήμασι, πάλιν ἀνάγει πρὸς ὑψηλήν τινα κατάστασιν τὴν ψυχὴν τοῦ ἑπομένου τῷ λόγῳ καί φησι· Τίς περισσεία τοῦ ποιοῦντος, ἐν οἷς αὐτὸς μοχθεῖ; ὅπερ ἴσον ἐστὶ τῷ εἰπεῖν· τί ἐκ τῶν 5.437 πόνων τῷ ἀνθρώπῳ πλέον, ἐξ ὧν οὐδέν ἐστι πλέον; γεωργεῖ, ναυτίλλεται, στρατιωτικοῖς ἐγκακοπαθεῖ πόνοις, ἐμπορεύεται, κτᾶται, ζημιοῦται, κερδαίνει, δικάζεται, μάχεται· ἡττηθεὶς ἀπῆλθε, τὴν νικῶσαν φέρεται ψῆφον· ταλανίζεται, μακαρίζε· μένει ἐφέστιος, ἐν ἀλλοτρίοις πλανᾶται· πάντα ὅσα κατὰ τὸν βίον ὁρῶμεν ἐν ποικίλοις ἐπιτηδεύμασιν ἄλλα ἐν ἄλλοις, τί φέρει πλέον τῷ διὰ τῶν τοιούτων τὸν ἴδιον δαπα νῶντι βίον ἡ περὶ ταῦτα σπουδή; οὐχ ὁμοῦ τε τοῦ ζῆν ἐπαύσατο καὶ λήθῃ συνεκαλύφθη τὰ πάντα· καὶ μονωθεὶς τῶν ἐσπουδασμένων γυμνὸς οἴχεται, ἐπαγόμενος μεθ' ἑαυτοῦ τῶν τῇδε πραγμάτων οὐδὲν πλὴν τῆς ἐπὶ τοῖς πράγμασι συνειδήσεως μόνης; παρ' ἧς τρόπον τινὰ αὕτη μετὰ τοῦτο γίνεται πρὸς τὸν ἄνθρωπον ἡ φωνὴ τὸν διὰ τῶν τοιούτων ἀσχολιῶν ἐμπλανηθέντα τῷ βίῳ, ὅτι· τίς περισσεία γέγονέ σοι τῶν πολλῶν ἐκείνων πόνων, ἐν οἷς ἐμόχθησας; ποῦ αἱ λαμπραὶ οἰκίαι; ποῦ τὰ κατορωρυγμένα βαλλάντια; ποῦ αἱ χαλκαῖ εἰκόνες καὶ αἱ τῶν εὐφημούντων φωναί; ἰδοὺ πῦρ καὶ μάστιγες καὶ ἡ ἀδέκαστος κρίσις καὶ ἡ ἀπαραλόγιστος τῶν βεβιωμένων ἐξέτασις. Τίς περισσεία τοῦ ποιοῦντος, ἐν οἷς αὐτὸς μοχθεῖ; καὶ μετὰ ταῦτα, Εἶδον, φησί, τὸν περισπασμόν, ὃν ἔδωκεν 5.438 ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων τοῦ περισπᾶσθαι ἐν αὐτῷ. τὰ σύμπαντα, ἃ ἐποίησε καλὰ ἐν καιρῷ αὐτοῦ, καί γε σὺν τὸν αἰῶνα ἔδωκεν ἐν καρδίᾳ αὐτῶν, ὅπως μὴ εὕρῃ ἄνθρωπος τὸ ποίημα, ὃ ἐποίησεν ὁ θεὸς ἀπ' ἀρχῆς μέχρι τέλους. τί ταῦτα λέγει; ἐπέγνων, φησίν, ὅθεν περιεσπάσθη τῆς ζωῆς ἡ ἀνθρωπίνη φύσις, ἐκ τῶν θείων εὐεργεσιῶν τὰς ἀφορμὰς λαβοῦσα. ὁ μὲν γὰρ ἐπ' ἀγαθῷ τὰ πάντα ἐποίησε καὶ λογισμὸν ἔδωκε τοῖς τῶν ὄντων μετέχουσι διακριτικὸν τοῦ βελτίονος, δι' οὗ ἡ εὐκαιρία τῆς ἑκάστου χρήσεως ἐπιγνωσθεῖσα τὴν τοῦ καλοῦ αἴσθησιν τοῖς κεχρημένοις χαρίζεται. ἐπειδὴ δὲ ἀπεσφάλη τῆς ὀρθῆς περὶ τῶν ὄντων κρίσεως διὰ πονηρᾶς συμβουλῆς παρατραπεὶς τοῦ καθεστῶτος ὁ λογισμός, ἡ ὑπαλλαγὴ τοῦ καιροῦ τὸ ἀφ' ἑκάστου χρήσιμον εἰς ἐναντίαν ἔτρεψε πεῖραν. ὥσπερ εἴ τις ἐπὶ τραπέζης πᾶσαν προθεὶς παρασκευὴν εὐωχίας καὶ σκεύη τινὰ πρὸς τὴν τῆς τροφῆς συνεργίαν ἐπιτηδείως ἔχοντα συμπαραθείη, οἷα δὴ παρὰ τῶν τὰ τοιαῦτα φιλοτεχνούντων κατασκευάζεται, ἢ λεπτὰς μαχαίρας, δι' ὧν οἱ δαιτυμόνες ἑαυτοῖς τι διαιροῦν τῶν προτεθέντων, ἢ τὰς ἀργυρᾶς περόνας, αἷς ἡ συμπεφυκυῖα κατὰ τὸ ἕτερον μέρος κοιλότης πρὸς τὸ 5.439 ἔτνος ἐπιτηδείως ἔχειν πεποίηται· ἔπειτά τις τῶν ἐπ' εὐωχίᾳ συγκεκλημένων ὑπαλλάξας τῶν προκειμένων τὴν χρῆσιν ἑκάστῳ πρὸς τὰ μὴ δέοντα χρῷτο καὶ τῇ μαχαίρᾳ μὲν ἢ ἑαυτὸν ἤ τινα τῶν παρανακειμένων τέμοι, τῇ δὲ περόνῃ τὸν ὀφθαλμὸν ἢ τοῦ πέλας ἢ τὸν ἑαυτοῦ ἐκκεντήσειεν· εἴποι τις ἄν, ὅτι τῇ παρασκευῇ τοῦ ἑστιάτορος ὁ δεῖνα εἰς κακὸν ἀπεχρήσατο, οὐ τοῦ παρασκευάσαντος τὴν αἰτίαν τῶν ἐκβησομένων προετοιμάσαντος, ἀλλὰ τῆς κακῆς τῶν προτε θέντων χρήσεως εἰς τοῦτο τὸ πάθος προαγαγούσης τὸν ἀβούλως τοῖς προκειμένοις χρησάμενον· οὕτως, φησίν, ἔγνων καὶ ἐγώ, ὅτι παρὰ τοῦ θεοῦ μὲν γέγονεν ἕκαστον ἐπὶ παντὶ τῷ βελτίονι, εἴπερ ἐν καιρῷ κατὰ τὸ προσῆκον ἡ ἑκάστου