1

 2

 3

 4

 5

 6

 7

 8

 9

6

νοῦν ἀνθρώπων 9.234 ὑπερβαίνουσα τοῦ Θεσβίτου τοῦ γέροντος τί ποτε ἄλλο ἢ πρακτικῶς προμηνύει τὴν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πίστιν καὶ ἀπολύρτωσιν; ἐπειδὴ γὰρ ἅπας ὁ τῶν Ἑβραίων λαὸς τὴν πατρῴαν πατήσας εὐσέβειαν εἰς τὴν πολύθεον πλάνην ἐξέπεσε καὶ ὁ βασιλεὺς Ἀχαὰβ παρὰ τῆς εἰδωλολατρίας ἐπαίζετο κακὴν τοῦ βίου κοινωνὸν καὶ παμμίαρον τῆς ἀσεβείας ἔχων διδάσκαλον τὴν δυσώνυμον Ἰεζάβελ, πλησθεὶς ὁ προφήτης τῆς πνευματικῆς χάριτος ἐλθὼν δὲ εἰς συντυχίαν τῷ Ἀχαὰβ ὑπὸ μάρτυρι τῷ βασιλεῖ καὶ παντὶ τῷ λαῷ τοῖς τῆς Βάαλ ἱερεῦσιν ἀντικατέστη πρὸς ἀγῶνα θαυμαστὸν καὶ ἐξαίσιον· καὶ προβαλλόμενος αὐτοῖς τὸ χωρὶς πυρὸς ἱερουργῆσαι τὸν βοῦν καταγελάστους ἔδειξε καὶ ἀθλίους μάτην εὐχομένους καὶ κράζοντας τοῖς οὐκ οὖσι θεοῖς. τέλος ἐπικαλεσάμενος αὐτὸς τὸν ἴδιον καὶ ἀληθινὸν θεὸν ὑπερβολαῖς πλείοσι καὶ προσθήκαις θαυμαστῶς ἐξετέ λεσε τὸ προβληθὲν ἀγώνισμα· οὐ γὰρ ἁπλῶς εὐξάμενος ἤγαγε τὸ πῦρ ἐξ οὐρανοῦ κατὰ τῶν ξύλων ξηρῶν ὑπαρχόντων, ἀλλὰ τοῖς ὑπηρέταις ἐγκελευσάμενος καὶ προστάξας ὕδωρ κομίσαι πολύ, τρίτον δὲ τῶν σχιδάκων καταχέας τοὺς ἀμφορίσκους εὐχῇ τὸ πῦρ ἀνῆψεν ἐξ ὕδατος, ἵνα ἐκ τῆς φυσικῆς τῶν στοιχείων ἐναντιότητος ἐκ τοῦ παραδόξου συνδραμόντων εἰς φιλίαν καὶ συνεργίαν μετὰ πολλῆς ὑπερ βολῆς τοῦ ἰδίου θεοῦ τὴν δύναμιν ἐπιδείξηται.

Ταῦτα μὲν ὁ Ἠλίας σαφῶς τὴν ἐς ὕστερον μέλλουσαν τελεῖσθαι τοῦ βαπτίσματος μυσταγωγίαν διὰ τῆς θαυμαστῆς 9.235 ἐκείνης ἱερουργίας ἡμῖν προανεφώνησεν· ὕδατι γὰρ ἀνήφθη τὸ πῦρ τρίτον ἐπαντληθέντι ὥστε δηλοῦσθαι ὅτι, ὅπου ὕδωρ τὸ μυστικόν, ἐκεῖ καὶ πνεῦμα τὸ ζωπυροῦν τὸ θερμόν, τὸ πυροειδές, τὸ τοὺς ἀσεβεῖς καῖον καὶ τοὺς πιστοὺς φωτίζον. οὐ μὴν ἀλλὰ καὶ ὁ τούτου μαθητὴς Ἐλισαῖος ἐλθόντος πρὸς αὐτὸν ἱκέτου Ναιμὰν τοῦ Σύρου τοῦ τὴν λέπραν νοσήσαντος λούσας ἐν τῷ Ἰορδάνῃ καθαίρει τὸν ἄρρωστον καὶ τῇ γενικῇ χρήσει τοῦ ὕδατος καὶ τῷ ἰδικῷ τοῦ ποταμοῦ βαπτίσματι σαφῶς προϋποφαίνων τὸ μέλλον· μόνος γὰρ Ἰορδάνης ποταμῶν ἐν ἑαυτῷ δεξάμενος τοῦ ἁγιασμοῦ καὶ τῆς εὐλογίας τὴν ἀπαρχὴν ὥσπερ ἔκ τινος πηγῆς τοῦ ἰδίου τύπου τῷ κόσμῳ παντὶ τὴν τοῦ βαπτίσματος ἐπωχέτευσε χάριν. ταῦτα μὲν οὖν ἐνεργὰ καὶ πρακτικὰ μηνύματα τῆς διὰ τοῦ λουτροῦ παλιγγενεσίας. Κατίδωμεν δὲ λοιπὸν τὰς διὰ λόγων καὶ φωνῶν προφητείας. ὁ μὲν οὖν Ἠσαΐας κέκραγε λέγων· Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν. ὁ δὲ ∆αβίδ· Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε καὶ τὰ πρόσω πα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Ἰεζεκιὴλ δὲ τῶν δύο σαφέστερον καὶ λευκότερον γράφων ὑπισχνεῖται τὴν καλὴν ἐπαγγελίαν· Καὶ ῥανῶ ἐφ' ὑμᾶς καθαρὸν ὕδωρ καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν καθαριῶ ὑμᾶς καὶ δώσω ὑμῖν καρδίαν καινὴν καὶ 9.236 πνεῦμα καινὸν δώσω ὑμῖν καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν. ἐναργέστατα δὲ καὶ ὁ Ζαχαρίας τόν τε Ἰησοῦν προφητεύει τὸν ἐνδεδυμένον τὸ ῥυπαρὸν ἱμάτιον τὴν δουλικὴν καὶ ἡμετέραν σάρκα, ἐκδύων δὲ αὐτὸν τῆς σκυθρωπῆς ἐσθῆτος κοσμεῖ τῇ καθαρᾷ καὶ λαμπούσῃ στολῇ διδάσκων ἡμᾶς διὰ τοῦ εἰκονικοῦ ὑποδείγματος, ὅτι δὴ ἐν τῷ βαπτίσματι τοῦ Ἰησοῦ πάντες ἡμεῖς ἐκδυόμενοι τὰς ἁμαρτίας ὡς χιτῶνα πτωχικόν τε καὶ πολυκόλλητον τὸν ἱερὸν καὶ κάλλιστον τὸν τῆς παλιγγενεσίας μετενδυόμεθα. ποῦ δὲ θήσομεν κἀκεῖνο τοῦ Ἠσαΐου τὸ λόγιον τὸ πρὸς τὴν ἔρημον κράζον· Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον, καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου. πρόδηλον γὰρ ὡς οὐ τόποις ἀψύχοις καὶ ἀναισθήτοις τὴν εὐφροσύνην εὐαγγελίζεται, ἀλλὰ τροπο λογεῖ διὰ τῆς ἐρήμου τὴν αὐχμώδη ψυχὴν καὶ ἀκόσμητον, ὥσπερ δὴ καὶ ὁ ∆αβὶδ ὅταν λέγῃ· Ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι, καὶ πάλιν· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα. καὶ αὖθις ἐν