1

 2

 3

 4

 5

 6

 7

2

ὕλην ἡ ἐντολὴ καὶ πολλοὶ μὲν οἱ τῶν ἀναγκαίων ἐνδεεῖς, πολλοὶ δὲ καὶ αὐτοῦ τοῦ σώματος ἔχουσιν ἐνδεῶς ἐκ τῆς πονηρᾶς ἀρρωστίας δαπανηθέντες. οὐκοῦν ἐν τῇ περὶ τούτους σπουδῇ τὴν ἀγαθὴν ἐπαγγελίαν ἑαυτοῖς κατορθώσωμεν· λέγω δὲ σαφῶς οὑτωσὶ περὶ τῶν ἐκ τῆς χαλεπῆς νόσου διαλωβηθέντων· ὅσῳ γὰρ 9.114 μείζων ἐπὶ τούτων ἡ ἀρρωστία, τοσούτῳ δῆλον ὅτι πλείων ἡ εὐλογία τοῖς τὸ ἐπίπονον τῆς ἐντολῆς κατορθώσασιν.

Τί οὖν χρὴ πράττειν; μὴ ἀντιβαίνειν τῇ διατάξει τοῦ πνεύματος· αὕτη δέ ἐστι τὸ μὴ ἀλλοτριοῦσθαι τῶν κοινωνούν των τῆς φύσεως μηδὲ μιμεῖσθαι τοὺς ἐν τῷ εὐαγγελίῳ κατηγορηθέντας ἐκείνους, τὸν ἱερέα λέγω καὶ τὸν λευΐτην, ἀσυμπαθῶς παραδραμόντας τὸν ἐλέους δεόμενον ἐκεῖνον, ὅν φησι τὸ διήγημα ὑπὸ τῶν λῃστῶν ἡμιθανῆ γενέσθαι. εἰ γὰρ ἐκεῖνοι ὑπαίτιοι μὴ ἐπιστραφέντες πρὸς τὰς πληγὰς ἐν γυμνῷ τῷ σώματι διοιδούσας, πῶς ἡμεῖς ἀνεύθυνοι τοὺς ὑπαιτίους μιμούμενοι; καίτοι τί τοσοῦτον ἦν ἐπὶ τοῦ τοῖς λῃσταῖς παραπεπτωκότος θεάσασθαι, οἷόν ἐστιν ἐπὶ τῶν ἑαλωκότων τῷ πάθει τὸ θέαμα; ὁρᾷς ἄνθρωπον διὰ τῆς πονηρᾶς ἀρρωστίας εἰς τετραπόδου σχῆμα μεταπλασσόμενον, ἀντὶ ὁπλῆς καὶ ὀνύχων ξύλα ταῖς παλάμαις ὑπολαμβανόμενον, καινὸν ἴχνος ταῖς ἀνθρωπίναις ὁδοῖς ἐπιβάλλοντα· τίς ἂν ἐκ τοῦ ἴχνους ἐπιγνοίη, ὅτι ἄνθρωπος τοὺς τοιούτους τύπους ἐνεσημήνατο τῇ πορείᾳ; ἄνθρωπος, ὁ τῷ σχήματι ὄρθιος, ὁ εἰς οὐρανὸν βλέπων, ὁ τὰς χεῖρας πρὸς τὴν τῶν ἔργων ὑπηρεσίαν παρὰ τῆς φύσεως ἔχων, οὗτος εἰς τὴν γῆν κλίνεται καὶ τετράποδον γίνεται καὶ μικρὸν ἀποδεῖ τοῦ ἄλογος εἶναι· ἐν δασεῖ καὶ βραγχῶντι τῷ ἄσθματι βιαίως ἔνδοθεν ἀπὸ τῶν σπλάγχνων ὑποβρυχόμενος, μᾶλλον δέ, εἰ χρὴ τολμήσαντα εἰπεῖν, καὶ τῶν ἀλόγων γινόμενος ἀθλιώτερος· τὰ μὲν γὰρ 9.115 τὸν ἀπὸ γενέσεως χαρακτῆρα μέχρι παντὸς ὡς τὰ πολλὰ διεσώσατο, καὶ οὐδὲν τούτων ἔκ τινος συμφορᾶς τοιαύτης εἰς ἕτερόν τινα χαρακτῆρα μετεκινήθη. οὑτοσὶ δὲ ὥσπερ ἀλλαχθείσης τῆς φύσεως ἄλλο τι φαίνεται καὶ οὐ τὸ σύνηθες ζῷον· αἱ χεῖρες αὐτῷ τὴν τῶν ποδῶν χρῆσιν καταλαμβάνουσι, τὰ γόνατα βάσεις γίνονται, αἱ δὲ κατὰ φύσιν βάσεις καὶ τὰ σφυρὰ ἢ παντελῶς ἀπορρέουσιν ἢ ὥς τι τῶν ἔξωθεν ἐφολκίων εἰκῆ παρηρτημένα κατὰ τὸ συμβὰν ἐπισύρεται. ἐν τοιούτοις τοίνυν βλέπων τὸν ἄνθρωπον οὐκ αἰδῇ τὴν συγγένειαν; οὐκ ἐλεεῖς τὸν ὁμόφυλον, ἀλλὰ βδελύσσῃ τὴν συμφορὰν καὶ μισεῖς τὸν ἱκέτην, ὥσπερ θηρίου τινὸς προσβολὴν τὸν προσεγγισμὸν ἀποφεύγων; καίτοι ἔδει εὐγνωμόνως ἀναλογίζεσθαι, ὅτι σοῦ τοῦ ἀνθρώπου ἄγγελος ἅπτεται, καὶ ἀσώματός τε καὶ ἄϋλος ὢν τὸν σαρκὶ καὶ αἵματι ἐγκεκραμένον οὐκ ἐβδελύξατο. τί δὲ ἀγγέλους λέγω; αὐτὸς ὁ τῶν ἀγγέλων κύριος, ὁ τῆς οὐρανίας μακαριότητος βασιλεύς, διὰ σὲ ἄνθρωπος γέγονε καὶ τὸ δυσῶδες τοῦτο καὶ ῥυπαρὸν σαρκίον μετὰ τῆς ἐνδεδε μένης ἐν αὐτῷ ψυχῆς ἑαυτῷ περιέθηκεν, ἵνα τὰ σὰ πάθη διὰ τῆς ἰδίας ἐπαφῆς ἐξιάσηται. σὺ δὲ ὁ αὐτὸς ὢν κατὰ τὴν φύσιν τῷ ἀρρωστήσαντι φεύγεις τὸν ὁμογενῆ. μή, ἀδελφέ, μὴ ἀρεσάτω σοι ἡ βουλὴ ἡ κακή. γνῶθι τίς ὢν περὶ τίνων βουλεύῃ· ὅτι περὶ ἀνθρώπων ἄνθρωπος, οὐδὲν ἰδιάζον ἐν σεαυτῷ παρὰ τὴν κοινὴν κεκτημένος φύσιν. μὴ προαποφαίνου τοῦ μέλλον τος· ἐν ᾧ γὰρ καταψηφίζῃ τοῦ πάθους τέως ἐν ἀλλοτρίῳ σώματι φαινομένου, ἀόριστον κατὰ πάσης τῆς φύσεως ἐκ φέρεις ἀπόφασιν· μετέχεις δὲ καὶ σὺ τῆς φύσεως παραπλησίως τοῖς πᾶσιν. οὐκοῦν ὡς ὑπὲρ κοινοῦ τοῦ πράγματος ὁ λόγος ἔστω.

∆ιὰ τί τοίνυν οὐδείς σε τῶν φαινομένων οἶκτος εἰσέρχεται; 9.116 ὁρᾷς ἀνθρώπους νομάδας ὡσπερεὶ τὰ βοσκήματα πρὸς τὴν τῆς τροφῆς χρείαν ἐσκεδασμένους· ῥάκια περικεκεντημένα, τοῦτο ἡ ἐσθής· βακτηρία ἐν ταῖς χερσί, τοῦτο τὸ ὅπλον, τοῦτο τὸ ὄχημα· οὐδὲ αὐτὴ δακτύλοις κατεχομένη, ἀλλά τισιν ὀχάνοις πρὸς τὰς παλάμας συνδεδεμένη· πήρα ῥωγαλέα, καὶ ἄρτου τρύφος, εὐρῶτι καὶ σηπεδόνι διεφθαρμένον· ἡ ἑστία, ὁ οἶκος, ἡ στιβάς, ἡ κλίνη, τὸ ταμιεῖον, ἡ τράπεζα, πᾶσα ἡ τοῦ βίου παρασκευὴ ἡ πήρα ἐστίν. εἶτα οὐ λογίζῃ τίς ὁ ἐν τούτοις