1

 2

 3

 4

 5

 6

 7

3

ὤν; ὅτι ἄνθρωπος, ὁ κατ' εἰκόνα θεοῦ γεγονώς, ὁ κυριεύειν τῆς γῆς τεταγμένος, ὁ ὑποχείριον τὴν τῶν ἀλόγων ὑπηρεσίαν ἔχων. οὗτος εἰς τοῦτο συμφορᾶς καὶ μεταβολῆς προῆλθεν, ὥστε ἀμφίβολον τὸ φαινόμενον εἶναι, οὔτε ἀνθρώπου καθαρῶς οὔτε τινὸς ἄλλου τῶν ζῴων ἐναργῆ φέρων ἐφ' ἑαυτοῦ τὰ γνωρίσματα· ἐὰν πρὸς ἄνθρωπον εἰκάσῃς, ἀρνεῖται τὴν ἀμορφίαν ὁ χαρακτὴρ ὁ ἀνθρώπινος· ἐὰν πρὸς τὰ ἄλογα τρέψῃς τὴν εἰκασίαν, οὐδὲ ἐκεῖνα τὴν ὁμοιότητα τοῦ φαινομέ νου προσίεται. μόνοι τοιοῦτοι πρὸς μόνους ἑαυτοὺς βλέποντες καὶ μετ' ἀλλήλων ἀγελαζόμενοι διὰ τὴν ὁμοιοτροπίαν τοῦ πάθους· οἱ τοῖς μὲν ἄλλοις πᾶσι βδελυκτοὶ γινόμενοι, ἀλλή λους δὲ ὑπ' ἀνάγκης οὐ βδελυσσόμενοι· πανταχόθεν γὰρ ἐξειργόμενοι ἴδιος γίνονται δῆμος, πρὸς ἀλλήλους συρ ρέοντες. ὁρᾷς τοὺς ἀτερπεῖς χορευτάς, τὸν γοερὸν καὶ κατεστυγνασμένον τοῦτον χορόν; πῶς ἐμπομπεύουσι τοῖς ἑαυτῶν δυστυχήμασιν; πῶς θεατρίζουσιν ἐν ἑαυτοῖς ἀσχημο νοῦσαν τὴν φύσιν, ὥσπερ τινὲς θαυματοποιοὶ τὰς πολυτρόπους ἀρρωστίας τοῖς συνιοῦσιν ἐπιδεικνύμενοι; ποιηταὶ γοερῶν μελῳδημάτων, ἐφευρεταὶ σκυθρωπῶν διηγημάτων, μελο 9.117 ποιοὶ τῶν πονηρῶν ἐκείνων ᾀσμάτων, τραγῳδοὶ τῆς καινῆς ταύτης καὶ δυστυχοῦς τραγῳδίας, οὐκ ἀλλοτρίοις τραγῳδή μασι πρὸς τὰ πάθη χρώμενοι, ἀλλὰ διὰ τῶν οἰκείων κακῶν τὴν σκηνὴν πληροῦντες. οἷα τὰ σχήματα· οἷα τὰ διηγήματα. τί δὲ λεγόντων ἀκούομεν; πῶς παρὰ τῶν γεννησαμένων ἀπώσθησαν ἐπ' οὐδενὶ ἀδικήματι; πῶς ἀπελαύνονται μὲν πόλεων, ἀπελαύνονται δὲ συλλόγων κοινῶν, ἑορτῶν τε καὶ πανηγύρεων, ὥσπερ ἀνδροφόνοι τινὲς ἢ πατραλοῖαι τῇ ἀειφυγίᾳ κατάκριτοι, μᾶλλον δὲ κἀκείνων παρὰ πολὺ δυστυχέστεροι· εἴγε τοῖς ἀνδροφόνοις μὲν ἔξεστιν ἀλλαχοῦ μεταστᾶσι μετ' ἀνθρώπων ζῆν, οὗτοι δὲ μόνοι τῶν πάντων ἁπανταχόθεν ἀπείργονται ὡς κοινοί τινες ἀποδεδειγμένοι πολέμιοι, οὐ στέγης μιᾶς, οὐ τραπέζης κοινῆς, οὐ χρήσεως σκευῶν ἀξιούμενοι. καὶ οὔπω τοῦτο δεινόν. ἀλλ' οὐδὲ πηγαὶ βρύουσι τούτοις πρὸς τοὺς ἄλλους ἀνθρώπους κοιναὶ οὐδὲ ποταμοὶ πιστεύονται μηδὲν ἐφέλκεσθαι τοῦ τῆς ἀρρωστίας μολύσματος. ἐὰν κύων λάψῃ τοῦ ὕδατος τῇ αἱμοβόρῳ γλώσσῃ, οὐκ ἐνομίσθη βδελυκτὸν διὰ τὸ θηρίον τὸ ὕδωρ· ἐὰν ὁ ἄρρω στος προσεγγίσῃ τῷ ὕδατι, εὐθὺς ἀπεκηρύχθη καὶ τὸ ὕδωρ διὰ τὸν ἄνθρωπον. ταῦτα διεξέρχονται, ταῦτα ὀδύρονται, διὰ τοῦτο ῥίπτουσιν ἑαυτοὺς κατ' ἀνάγκην πρὸ τῶν ἀνθρώπων οἱ δείλαιοι, ἱκέται παντὸς τοῦ παρατυγχάνοντος γινόμενοι. πολλάκις ἐπε δάκρυσα τῷ σκυθρωπῷ τούτῳ θεάματι, πολλάκις πρὸς αὐτὴν τὴν φύσιν ἀπεδυσπέτησα καὶ νῦν πρὸς τῇ μνήμῃ συγχέομαι. εἶδον πάθος ἐλεεινόν, εἶδον θέαμα δακρύων πλῆρες· πρόκεινται κατὰ τὰς ὁδοὺς τῶν παριόντων ἀνθρώπων ἄνθρωποι νεκροί· μᾶλλον δὲ οὐκέτι ἄνθρωποι, ἀλλὰ τῶν ποτε ἀνθρώπων 9.118 ἄθλια λείψανα, συμβόλων τινῶν καὶ γνωρισμάτων εἰς τὸ πιστευθῆναι δεόμενοι. οὐ γὰρ ἔχουσιν ἀπὸ τῶν τῆς φύσεως χαρακτήρων ἐπιγινώσκεσθαι ἄνθρωποι· μόνοι τῶν πάντων ἑαυτοὺς μισοῦντες, μόνοι τὴν γενέθλιον ἡμέραν διὰ κατάρας ἄγοντες· μισοῦσι γὰρ εἰκότως τὴν ἡμέραν ἐκείνην τὴν ἄρξασαν αὐτοῖς τῆς τοιαύτης ζωῆς. ἄνθρωποι, οἳ καὶ ὀνομάζειν ἑαυτοὺς ἀπὸ τῆς κοινῆς προσηγορίας αἰσχύνονται, ὡς ἂν μὴ τῇ κοινωνίᾳ τοῦ ὀνόματος τὴν κοινὴν φύσιν δι' ἑαυτῶν καθυβρίσειαν· οἰμωγαῖς ἀεὶ συζῶντες, ἄπαυστον τῶν θρήνων τὴν ὑπόθεσιν ἔχοντες. ἕως γὰρ ἂν ἑαυτοὺς βλέπωσιν, ἀεὶ τὰς τοῦ θρηνεῖν ἔχουσιν ἀφορμάς, ἀποροῦντες ὅτι καὶ μᾶλλον ὀδύρονται, τὰ μηκέτι ὄντα τοῦ σώματος ἢ τὰ λει πόμενα· ὅσα προανάλωσεν ἡ νόσος ἢ ὅσα τῇ νόσῳ λείπεται· ὅτι βλέπουσιν ἐφ' ἑαυτῶν τοιαῦτα ἢ ὅτι οὐδὲ βλέπειν ἰσχύου σιν ἀμαυρωθείσης ἐν τῷ πάθει τῆς ὄψεως· ὅτι τοιαῦτα ἔχουσι περὶ ἑαυτῶν διηγεῖσθαι ἢ ὅτι οὐδὲ διηγήσασθαι τὰ πάθη δύνανται τὴν φωνὴν ἐκ τοῦ πάθους ἀφῃρημένοι· ὅτι τοιαύτῃ χρῶνται τροφῇ ἢ ὅτι οὐδὲ ἐκείνην εὐκόλως <παρα δέχονται> ἐκ νόσου τῇ διαφθορᾷ τῶν περὶ τὸ στόμα μορίων ἐμποδιζούσης τῆς βρώσεως· ὅτι ἐν αἰσθήσει τὰ τῶν νεκρῶν δυστυχοῦσιν ἢ ὅτι καὶ τῶν αἰσθήσεων