1

 2

 3

 4

 5

 6

 7

5

τὸ εἶδος τοῦτο τῆς ἀρρωστίας παρώλισθεν; σὺ δὲ οὐχ ὁρᾷς καὶ ἐπὶ τῶν ὑγιαινόντων σωμάτων, ὅτι τἄλλα τις εὐπαθῶν φλυκτίδι πολλάκις ἢ ἀνθρακίῳ ἤ τινι τοιούτῳ συνηνέχθη πάθει ἐκθερμανθείσης πέρα τοῦ δέοντος περὶ τὸ μέρος τῆς ὑγρᾶς οὐσίας καὶ διὰ τοῦτο φλεγμονήν τε καὶ ἔρευθος καί τινα πυαλώδη διαφθορὰν παθούσης; τί οὖν; μὴ πολεμοῦμεν τῷ ἀρρωστήσαντι τῆς σαρκὸς μέρει; τοὐναντίον μὲν οὖν· ἅπαν τὸ ὑγιαῖνον τοῦ σώματος πρὸς τὴν τοῦ νενοσηκότος τρέπομεν θεραπείαν. οὔκουν τὸ πάθος βδελυκτόν. ἢ γὰρ ἂν καὶ ἐφ' ἡμῶν αὐτῶν τοῦ μέρους πονέσαντος τὸ ὑγιαῖνον ἠλλοτριοῦτο τῆς θεραπείας τοῦ κάμνοντος. ἀλλὰ τίς ἐστιν αἰτία ἡ τῶν τοιούτων ἡμᾶς ἀφιστῶσα; τίς αὕτη; τὸ μὴ φοβεῖσθαι τὴν ἀπειλὴν τοῦ εἰπόντος ὅτι Πορεύεσθε ἀπ' ἐμοῦ εἰς τὸ πῦρ τὸ αἰώνιον· ἐφ' ὅσον γὰρ οὐκ ἐποιήσατε ἑνὶ τούτων, φησίν, οὐδὲ ἐμοὶ ἐποιήσατε. εἰ γὰρ ταῦτα οὕτως ἔχειν ᾤοντο, οὐκ ἂν τοιαύτην ἔσχον περὶ τῶν ἀρρωστούντων γνώμην, ὥστε ἀπωθεῖσθαι ἀφ' ἑαυτῶν καὶ μολυσμὸν οἴεσθαι τοῦ ἡμετέρου βίου τὴν περὶ τοὺς ταλαιπωρουμένους σπουδήν. οὐκοῦν εἰ πιστὸν ἡγούμεθα τὸν ἐπαγγειλάμενον, ἀντιληπτέον ἂν εἴη τῶν ἐντολῶν, ὧν ἄνευ οὐκ ἔστι τῶν ἐλπιζομένων ἀξιωθῆναι. ξένος καὶ γυμνὸς καὶ τροφῆς ἐνδεής, ἀσθενῶν καὶ κατάκλειστος καὶ πάντα σοι οὗτός ἐστιν, ὅσα ἐν τῷ εὐαγγελίῳ προείρηται. ἀλήτης καὶ γυμνὸς περιέρχεται, νοσῶν δὲ καὶ τῶν ἀναγκαίων ἐπιδεὴς διὰ τὴν ἐπακολουθοῦσαν τῷ πάθει πενίαν. ὁ γὰρ μήτε τι τῶν οἴκοθεν ἔχων μήτε μισθωτὸς γενέσθαι δυνάμενος ἐξ ἀνάγκης πάντως ἄπορος τῶν πρὸς τὴν ζωὴν ἐπιτηδείων ἐστίν, δεσμώτης δὲ ὑπὸ τῆς ἀρρωστίας πεπεδημένος. οὐκοῦν ὅλον τὸ πλήρωμα τῶν 9.122 ἐντολῶν ἐν τούτοις ἔχεις πληρούμενον καὶ αὐτὸν τὸν τῶν ὅλων κύριον ὑπόχρεών σοι διὰ τῆς εἰς τοῦτον φιλανθρωπίας γενόμενον. τί οὖν φιλονεικεῖς κατὰ τῆς ἰδίας ζωῆς; τὸ γὰρ σύνοικον ἑαυτῷ τὸν θεὸν τῶν ὅλων μὴ ἐθελῆσαι ἔχειν οὐδὲν ἄλλο ἐστὶν ἢ καθ' ἑαυτοῦ τινα ἰσχυρὸν γενέσθαι. ὡς γὰρ διὰ τῆς ἐντολῆς εἰσοικίζεται, οὕτω διὰ τῆς ἀπηνείας ἀποχωρίζε ται.

Ἄρατε, φησί, τὸν ζυγόν μου ἐφ' ὑμᾶς· ζυγὸν δὲ λέγει τὴν τῶν ἐντολῶν ἐργασίαν. Ὑπακούσωμεν τῷ κελεύοντι· γενώμεθα τοῦ Χριστοῦ ὑποζύγιον, ταῖς ζεύγλαις τῆς ἀγάπης ἑαυτοὺς ἐνδήσαντες. μὴ ἀποσεισώμεθα τὸν τοιοῦτον ζυγόν· χρηστός ἐστιν, ἐλαφρός ἐστιν, οὐ τρίβει τὸν αὐχένα τοῦ ὑπελθόντος, ἀλλὰ λεαίνει. Σπείρωμεν ἐπ' εὐλογίαις, φησὶν ὁ ἀπόστολος, ἵνα καὶ ἐπ' εὐλογίαις θερίσωμεν. πολύχους ὁ στάχυς ἐκ τῆς τοιαύτης ἀναβλαστήσει σπορᾶς· βαθὺ τῶν ἐντολῶν τοῦ κυρίου τὸ λήιον· ὑψηλὰ τὰ τῆς εὐλογίας γεννήματα. βούλει μαθεῖν εἰς ὅσον ἀνατείνεται ὕψος τῶν γεννημάτων ἡ αὔξησις; αὐτῶν τῶν οὐρανίων ὑψωμάτων ἐφάπτεται· ὅσα γὰρ ἂν τούτοις ποιήσῃς, τοῖς οὐρανίοις θησαυροῖς καρποφορεῖς. μὴ ἀπελ πίσῃς τῶν λεγομένων μηδὲ εὐκαταφρόνητον λογίσῃ τῶν τοιούτων τὴν φιλίαν. ἡ χεὶρ ἠκρωτηρίασται, ἀλλ' οὐκ ἀσθενεῖ πρὸς συμμαχίαν· ὁ ποὺς ἠχρείωται, ἀλλὰ πρὸς τὸν θεὸν οὐ κωλύεται τρέχειν· ὁ ὀφθαλμὸς ἐξερρύη, ἀλλὰ βλέπει διὰ τῆς ψυχῆς τὰ ἀγαθὰ τὰ ἀθέατα. μὴ τοίνυν τὴν ἀμορφίαν κατανόει τοῦ σώματος. μικρὸν ἀνάμεινον καὶ ὄψει τὸ παντὸς θαύματος ἀπιστότερον· οὐ γὰρ ὅσα περὶ τὴν ῥευστὴν φύσιν συμβέβηκε, ταῦτα καὶ εἰς ἀεὶ παραμένει. ἀλλ' ὅταν ἐλευθερω θῇ τῆς πρὸς τὸ φθαρτόν τε καὶ γήϊνον συμπλοκῆς ἡ ψυχή, τότε τῷ ἰδίῳ κάλλει ἐνωραίζεται. τεκμήριον δέ· οὐκ 9.123 ἐβδελύξατο τοῦ πτωχοῦ τὴν χεῖρα μετὰ τὸν βίον τοῦτον ὁ τρυφητὴς ἐκεῖνος ὁ πλουσίος, ἀλλ' ἠξίου γενέσθαι αὐτῷ τόν ποτε διεφθορότα τοῦ πτωχοῦ δάκτυλον τῆς τοῦ ὕδατος σταγόνος διάκονον, ἐπιθυμῶν αὐτῇ τῇ γλώσσῃ τὴν περὶ τὸν δάκτυλον ἰκμάδα τοῦ πτωχοῦ περιλάψαι· οὐκ ἂν τούτου ἐπιθυμήσας, εἰ τὴν ἐκ τοῦ σώματος ἀηδίαν τῷ χαρακτῆρι τῆς ψυχῆς ἐνεώρα. πόσα εἰκὸς ἦν μάτην παλινῳδεῖν ἐν τῇ μεταβολῇ τοῦ βίου τὸν πλούσιον; πόσα μακαρίζειν τῆς ἐν τῇ ζωῇ ταύτῃ δυσκληρίας τὸν πένητα; πόσα καταμέμφεσθαι τὴν ἑαυτοῦ λῆξιν ὡς ἐπὶ κακῷ τῆς ψυχῆς ἀποκληρωθεῖσαν τῷ πλούτῳ; εἰ δὲ δὴ καὶ ἀναβιῶναι πάλιν ἐξῆν, ἐν τίσιν