1

 2

 3

 4

 5

 6

 7

6

ἂν ἐδέξατο πάλιν γενέσθαι; ἆρ' ἐν τοῖς κατὰ τὸν βίον τοῦτον εὐδαιμονοῦσιν ἢ ἐν τοῖς δυσκληροῦσιν; ἀλλ' οὐκ ἄδηλον ὅτι προετίμησεν ἂν τῶν δυσημερούντων τὸν κλῆρον. ἀξιοῖ γὰρ γενέσθαι μηνυτὴν τοῖς ἀδελφοῖς ἐκ τῶν νεκρῶν τινα, ὡς ἂν μὴ κἀκεῖνοι τῇ ὑπερηφανίᾳ τοῦ πλούτου βλαβέντες ἐν τῇ τρυφῇ τῆς σαρκὸς ἐπὶ τὸ αὐτὸ χάσμα τοῦ ᾅδου κατενεχθῶσι διὰ τοῦ λείου τῆς ἡδονῆς ὀλισθήσαντες. τί οὖν οὐ σωφρονιζόμεθα τοῖς τοιούτοις τῶν διηγημάτων; τί οὐκ ἐμπορευόμεθα τὴν καλὴν ἐμπορίαν, ἣν συμβουλεύει ὁ θεῖος ἀπόστολος;

Τὸ ὑμῶν περίσσευμα, φησίν, εἰς τὸ ἐκείνων ὑστέρημα, ὡς ἂν τὸ περισσὸν τῆς ἐκείνων ἀνέσεως ἐν τῷ μετὰ ταῦτα βίῳ καὶ ἡμῖν πρὸς σωτηρίαν ἀρκέσειεν. εἰ τοίνυν βουλόμεθα λαβεῖν τι χρηστόν, προλαβόντες παράσχωμεν· εἰ ἀνεθῆναι μετὰ ταῦτα, νῦν ἀναπαύσωμεν. εἰ δεχθῆναι παρ' αὐτῶν εἰς τὰς αἰωνίους σκηνάς, νῦν αὐτοὺς ἐν ταῖς ἡμετέραις καταδεξώμεθα· εἰ θεραπευθῆναι τῶν ἁμαρτιῶν τὰ τραύματα, τοῦτο καὶ αὐτοὶ τοῖς σώμασι τῶν κεκακωμένων ποιήσωμεν. Μακάριοι γὰρ οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. 9.124 Ἀλλ' ἴσως ἐρεῖ τις ἀγαθὴν μὲν εἰς ὕστερον εἶναι τὴν ἐντολήν· νυνὶ δὲ μετάδοσίν τινα καὶ κοινωνίαν τοῦ πάθους διευλαβεῖται καὶ διὰ τὸ μὴ παθεῖν τι τῶν ἀβουλήτων φεύγειν οἴεται χρῆναι τὸν προσεγγισμὸν τῶν τοιούτων. λόγοι ταῦτα καὶ προφάσεις καὶ πλάσματα καὶ τῆς περὶ τὰς ἐντολὰς τοῦ θεοῦ ῥᾳθυμίας εὐπρόσωπά τινα προκαλύμματα. τὸ δ' ἀληθὲς οὐχ οὕτως ἔχει· οὐδεὶς γὰρ ὕπεστι φόβος τῇ τῆς ἐντολῆς ἐργασίᾳ. μηδεὶς κακῷ τὸ κακὸν θεραπευέτω. πόσους γὰρ ἔστιν ἰδεῖν ἐκ νεότητος καὶ μέχρι γήρως ταῖς θεραπείαις τούτων ἀποσχολάζοντας καὶ οὐδέν τι τῆς κατὰ φύσιν εὐεξίας τοῦ σώματος διὰ τῆς τοιαύτης σπουδῆς ἀμαυρώσαντας; οὐδὲ γὰρ εἰκός ἐστι γενέσθαι ταῦτα. ἀλλ' ἐπειδή τινα τῶν νοσημάτων, οἷον αἱ λοιμώδεις ἐπιφοραὶ καὶ ὅσα τοιαῦτα τῆς ἔξωθεν αἰτίας ἠρτημένα, ὅταν ἐκ διαφθορᾶς ἀέρος ἢ ὕδατος γίνηται, ὕποπτα τοῖς πολλοῖς ἐστιν, ὡς ἐκ τῶν προεαλωκότων καὶ πρὸς τοὺς προσεγγίζοντας διαβαίνοντα, (οὐδὲ ἐκεῖ τοῦ πάθους, ὡς οἶμαι, τῷ ὑγιαίνοντι τὴν ἀρρωστίαν ἐκ διαδόσεως ἐμποιοῦντος, ἀλλὰ τῆς κοινῆς ἐπιφορᾶς τὴν ὁμοιότητα τοῦ ἀρρωστήματος ἐπαγούσης) ἔσχεν αἰτίαν ἡ νόσος ὡς ἐκ τῶν προεαλωκότων καὶ εἰς τοὺς λοιποὺς διαβαίνουσα. ἐνταῦθα δὲ ἔνδοθεν συνισταμένης τῆς τοῦ τοιούτου πάθους κατασκευῆς καί τινα τοῦ αἵματος ἐκ τῆς παρεγχύσεως τῶν φθοροποιῶν χυμῶν διαφθορὰν ὑπομένοντος ἐν τῷ κάμνοντι τὸ πάθος περιορίζεται· καὶ ὅτι ταῦτα οὕτως ἔχει, πάρεστι καὶ ἀπὸ τούτου μαθεῖν· μή τις ἀπὸ τῶν εὐεκτούντων τοῖς ἀρρωστοῦσι κοινωνία τῆς κρείττονος ἕξεως γίνεται, κἂν σφόδρα λιπαρῶς τῇ θεραπείᾳ προσμένωσιν; οὐκ ἔστι ταῦτα. οὕτως οὖν εἰκὸς καὶ τὸ ἔμπαλιν μηδὲ ἀπὸ τῶν ἀσθενούντων πρὸς τοὺς εὐεκτοῦντας μεταβαίνειν τὸ πάθος. εἰ τοίνυν τὸ μὲν 9.125 κέρδος τῆς ἐντολῆς τοσοῦτον, ὥστε βασιλείαν οὐρανῶν δι' αὐτῆς ἑτοιμάζεσθαι, ζημία δὲ πρόσεστιν οὐδεμία τῷ σώματι τοῦ θεραπεύοντος, τί τὸ κωλύον ἐστὶ λοιπὸν ἐνεργὸν εἶναι τὴν ἐντολὴν τῆς ἀγάπης;

Ἀλλ' ἐπίπονον εἶναι λέγεις τὸ βιάσασθαι φυσικῶς τὰ τοιαῦτα μυσαττομένην τῶν πολλῶν τὴν ἕξιν; καλῶς· συντίθεμαι τῷ λόγῳ, ὅτι ἐπίπονον. τί δὲ ἄλλο τῶν κατ' ἀρετὴν τελουμένων ἄπονον δείξεις; πολλοὺς ἱδρῶτας καὶ πόνους τῶν οὐρανίων ἐλπίδων ὁ θεῖος προσέταξε νόμος καὶ δυσπόρευτον τὴν ἐπὶ τὴν ζωὴν ὁδὸν τοῖς ἀνθρώποις ὑπέδειξε τοῖς ἐπιπονωτέροις καὶ τραχυτέροις τῶν ἐπιτηδευμάτων ἁπανταχόθεν ἀποστενώσας. Στενὴ γὰρ καὶ τεθλιμμένη, φησίν, ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. τί οὖν; διὰ τοῦτο τῆς ἐλπίδος ἐκείνης τῶν ἀγαθῶν ἀμελήσομεν, ὅτι μὴ μετὰ ῥᾳστώνης ἔξεστι κτήσασθαι; ἐρωτήσωμεν τὴν νεότητα, εἰ μὴ ἐπίπονος ἡ σωφροσύνη δοκεῖ ἢ τὸ ἀνέδην ταῖς ἐπιθυμίαις κεχρῆσθαι τῆς ἐγκρατοῦς διαγωγῆς μὴ πολὺ ποθεινότερον. ἆρ' οὖν διὰ τοῦτο τοῦ μὲν ὅτι ἡδύ τε καὶ εὐπετὲς ἀνθεξόμεθα, πρὸς δὲ τὸ τραχὺ τῆς ἀρετῆς ἀποκνήσομεν; οὐ ταῦτα δοκεῖ τῷ τῆς ζωῆς νομοθέτῃ τῷ τὴν πλατεῖαν καὶ κατωφερῆ καὶ εὐρύχωρον ὁδὸν κατὰ τὸν βίον κωλύσαντι.