1

 2

 3

 4

 5

 6

 7

7

Εἰσέλθετε γάρ, φησί, διὰ τῆς στενῆς καὶ τεθλιμμένης πύλης. οὐκοῦν καὶ ἐνταῦθα ἓν τῶν διὰ πόνου κατορθουμένων καὶ τοῦτο νομίσωμεν, τὸ ἀγαγεῖν εἰς συνήθειαν ἀπεξενωμένην τοῦ βίου τὴν ἐντολήν, καὶ τὴν φυσικὴν τῶν ὑγιαινόντων ἀποστροφὴν τῇ ἐπιμονῇ τοῦ πράγματος θεραπεύσωμεν. δεινὴ γάρ ἐστιν ἡ συνήθεια καὶ τοῖς δυσκολωτέροις εἶναι δοκοῦσιν ἡδονήν τινα 9.126 διὰ τῆς ἐπιμονῆς ἐνεργάσασθαι. μὴ τοίνυν λεγέτω τις, ὡς ἐπίπονον, ἀλλ' ὅτι ἐπωφελὲς τοῖς μετιοῦσι τὸ κατορθούμενον. καὶ ἐπειδὴ μέγα τὸ κέρδος, ὑπεροπτέον τοῦ πόνου διὰ τὸ κέρδος. ἡδὺ δὲ τῷ χρόνῳ τὸ τέως ἐπίπονον διὰ τῆς συνηθείας γενήσεται.

Εἰ δὲ δεῖ καὶ τοῦτο προσθεῖναι τοῖς εἰρημένοις, ὅτι καὶ παρ' αὐτὸν τοῦτον τὸν βίον ἐπωφελής ἐστι τοῖς ὑγιαίνουσιν ἡ πρὸς τοὺς ἀτυχοῦντας συμπάθεια· καλὸς γάρ ἐστι τοῖς νοῦν ἔχουσιν ἔρανος ἐλέου ἐν ταῖς ἑτέρων δυσπραγίαις προαποκείμενος. ἐπειδὴ γὰρ μιᾷ φύσει διοικεῖται πᾶν τὸ ἀνθρώπινον καὶ οὐδὲν ἔχει οὐδεὶς τῆς διηνεκοῦς εὐπραγίας βέβαιόν τι παρ' ἑαυτῷ τὸ ἐνέχυρον, διὰ παντὸς προσήκει μεμνῆσθαι τοῦ εὐαγγελικοῦ παραγγέλματος τοῦ συμβουλεύοντος, ἅπερ ἂν θέλωμεν ἵνα ποιῶσιν ἡμῖν οἱ ἄνθρωποι, ταῦτα ποιεῖν. ἕως τοίνυν εὐπλοεῖς, ὄρεξον χεῖρα τῷ ναυαγήσαντι. κοινὴ ἡ θάλασσα, κοινὸν τὸ κλυδώνιον, κοινὴ τῶν κυμάτων ἡ ταραχή· ὕφαλοι καὶ σπιλάδες καὶ σκόπελοι καὶ τὰ λοιπὰ τῆς τοῦ βίου ναυαγίας κακὰ ἴσον παρέχει τοῖς ναυτιλλομένοις τὸν φόβον. ἕως ἀπαθὴς εἶ, ἕως ἀκινδύνως διαπλέεις τοῦ βίου τὴν θάλασσαν, μὴ παρέλθῃς ἀνηλεῶς τὸν προσπταίσαντα. τίς ἐγγυητής σοι τῆς διηνεκοῦς εὐπλοίας; οὔπω κατῆρας εἰς τὸν λιμένα τῆς ἀναπαύσεως, οὔπω τῶν κυμάτων ἐκτὸς ἕστηκας, οὔπω σοι βέβηκεν ἐπὶ σταθεροῦ ἡ ζωή. ἔτι φέρῃ διὰ τοῦ βίου πελάγιος. οἷον σεαυτὸν δείξεις τῷ δυστυχήσαντι, τοιούτους παρασκευάσεις σεαυτῷ τοὺς συμπλέοντας. ἀλλὰ πάντες καταντήσαιμεν εἰς τὸν λιμένα τῆς ἀναπαύσεως τῷ ἁγίῳ πνεύματι πρὸς τὴν προκειμένην τοῦ βίου ναυτιλίαν διευδιάζοντες. παρείη δὲ ἡμῖν ἡ διὰ τῶν ἐντολῶν ἐργασία καὶ τὸ τῆς ἀγάπης πηδάλιον· δι' ὧν εὐθυνόμενοι καταλάβοιμεν τὴν γῆν τῆς 9.127 ἐπαγγελίας, ἐν ᾗ ἡ πόλις ἐστὶν ἡ μεγάλη, ἧς τεχνίτης καὶ δημιουργός ἐστιν ὁ θεὸς ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.