1

 2

 3

 4

 5

 6

 7

 8

 9

3

συμ βουλὴν ὡς οὐκέτι κατὰ καιρὸν αὐτῷ προσαγομένην ἀπεποιήσατο εἰπών· Τί ἐμοὶ καὶ σοί, γύναι; μὴ καὶ ταύτης μου τῆς ἡλικίας ἐπιστατεῖν ἐθέλεις; Οὔπω ἥκει μου ἡ ὥρα ἡ τὸ αὐτοκρατὲς παρεχομένη τῇ ἡλικίᾳ καὶ αὐτεξούσιον; 9 Εἰ οὖν ἐν τῇ διὰ σαρκὸς ζωῇ τὸ καθῆκον τῆς ἡλικίας μέτρον τὴν τῆς γεννησαμένης ὑποταγὴν ἀποσείεται, τίνα χώραν ἔχει ἡ ὑποταγὴ ἐπὶ τοῦ δεσπόζοντος ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος οὐκ ἄν τις εἰπεῖν ἔχοι. ἴδιον γὰρ τῆς θείας καὶ μακαρίας ἐστὶ ζωῆς τὸ πάντοτε ἐν τῷ αὐτῷ διαμένειν καὶ τὴν ἐξ ἀλλοιώσεως μεταβολὴν μὴ προσίεσθαι. ἐπεὶ οὖν ὁ ἐν ἀρχῇ ὢν Λόγος, ὁ μονογενὴς θεός, ἀλλότριός ἐστι προκοπῆς πάσης καὶ ἀλλοιώσεως, πῶς ὃ νῦν οὐκ ἔστι μετὰ ταῦτα γίνεται; οὐ γὰρ ὡς ἀεὶ ὑποτεταγμένου τοῦ υἱοῦ φησιν ὁ ἀπόστολος, ἀλλ' ὡς πρὸς τῷ τέλει τῆς τοῦ παντὸς συμπληρώσεως μέλλοντος ὑποτάσσεσθαι.

Καίτοι εἰ καλὸν ἡ ὑποταγὴ καὶ ἄξιον περὶ θεοῦ λέγεσθαι, πῶς νῦν ἄπεστι τοῦ θεοῦ τὸ καλόν; ἐπίσης γὰρ πάντως ἀμφοτέροις καλὸν τῷ τε ὑποτασσομένῳ υἱῷ καὶ τῷ τὴν ὑποταγὴν τοῦ υἱοῦ δεχομένῳ πατρί. λείπει τοίνυν ἐν τῷ παρόντι καὶ τῷ πατρὶ καὶ τῷ υἱῷ τὸ τοιοῦτον καλόν, καὶ ὃ μὴ ἔσχεν πρὸ τῶν αἰώνων μήτε ὁ πατὴρ μήτε ὁ υἱός, τοῦτο ἐπὶ συμπληρώσει τῶν χρόνων καὶ τῷ πατρὶ καὶ τῷ υἱῷ προσγενήσεται, τοῦ μὲν ὑπομένοντος τὴν ὑποταγὴν τοῦ δὲ προσθήκην τινὰ καὶ ἐπαύξησιν τῆς ἑαυτοῦ δόξης διὰ τούτου λαμβάνοντος ἣν ἐν τῷ παρόντι τέως οὐκ ἔχει. ποῦ τοίνυν ἐν τούτῳ τὸ ἀναλλοίωτον; τὸ γὰρ μετὰ ταῦτά τι γινόμενον νῦν δὲ μὴ ὂν ἴδιον τῆς τρεπτῆς ἐστι φύσεως. εἴτε οὖν καλὸν ἡ ὑποταγή, καὶ νῦν εἶναι προσήκει πιστεύειν τῷ θεῷ τὸ καλόν· εἴτε ἀνάξιον ἐπὶ τοῦ θεοῦ τὸ τοιοῦτον, οὔτε νῦν οὔτε ἄλλοτε· 10 ἀλλὰ μήν φησιν ὁ ἀπόστολος τότε ὑποταγήσεσθαι τῷ θεῷ καὶ πατρὶ τὸν υἱόν, οὐχὶ νῦν ὑποτετάχθαι· ἄρα πρὸς ἄλλον τινὰ σκοπὸν βλέπει ὁ λόγος καὶ πόρρω τῆς τῶν αἱρετικῶν κακονοίας ἐστὶ τὸ τοῦ ὀνόματος σημαινόμενον. Τίς οὖν ὁ λόγος; τάχα διὰ τῆς συμφράσεως τῶν <ἐν> τῷ μέρει τούτῳ συγγεγραμμένων μᾶλλον ἄν τις κατίδοι τὸ νόημα. ἐπειδὴ γὰρ ἀγωνιστικὸν πρὸς τοὺς Κορινθίους ἐνεστήσατο λόγον, οἳ τὴν μὲν εἰς τὸν κύριον παρεδέξαντο πίστιν τὸ δὲ περὶ τῆς ἀναστάσεως τῶν ἀνθρώπων δόγμα μῦθον ᾠήθησαν λέγοντες· Πῶς ἐγείρονται οἱ νεκροὶ καὶ ποίῳ σώματι ἔρχονται, οἷς πολυτρόπως καὶ πολυειδῶς μετὰ τὸν θάνατον εἰς ἀφανισμὸν περιῆλθε τὰ σώματα, ἢ διὰ σήψεως ἢ διὰ τῶν σαρκοβόρων ἑρπετῶν νηκτῶν πετεινῶν τετραπόδων ἀναλωθέντα; διὰ τοῦτο πολλοὺς αὐτοῖς παρέθετο λογισμούς, πείθων μὴ τῇ ἑαυτῶν δυνάμει τὴν τοῦ θεοῦ παρεικάζειν μήθ' ὅσον ἀνθρώπῳ ἀμήχανον καὶ ἐπὶ θεοῦ τὸ ἴσον οἴεσθαι, ἀλλ' ἐκ τῶν γνωρίμων ἡμῖν ὑποδειγμάτων τὸ μεγαλεῖον τῆς θείας ἐξουσίας ἀναλογίζεσθαι· καὶ οὕτω προτίθησιν αὐτοῖς τὴν περὶ τὰ σώματα τῶν σπερμάτων θαυματουργίαν τῶν ἀεὶ καινοτομουμένων ὑπὸ τῆς θείας δυνάμεως καὶ <δείκνυσιν> ὡς οὐκ ἠτόνησεν ἡ τοῦ θεοῦ σοφία μυρία σωμάτων εἴδη κατὰ τὸ πᾶν ἐξευρεῖν, λογικῶν ἀλόγων ἐναερίων χερσαίων καὶ τῶν 11 κατ' οὐρανὸν ἡμῖν προφαινομένων, τοῦ τε ἡλίου καὶ τῶν λοιπῶν ἀστέρων, ὧν ἕκαστον <τῇ> θείᾳ δυνάμει γενόμενον τοῦ καὶ κατὰ τὴν ἀνάστασιν μὴ ἂν ἀπορῆσαι τὸν θεὸν τῶν ἡμετέρων σωμάτων ** ἡμᾶς ἀπόδειξις γίνεται. εἰ γὰρ τὰ ὄντα πάντα οὐκ ἔκ τινος ὑποκειμένης ὕλης πρὸς τὸ φαινόμενον μετεσκευάσθη ἀλλὰ τὸ θεῖον θέλημα ὕλη καὶ οὐσία τῶν δημιουργημάτων ἐγένετο, πολὺ μᾶλλον δυνατὸν εἶναι κατασκευάζει τὸ ἤδη ὂν εἰς τὸ ἴδιον σχῆμα πάλιν ἐπαναχθῆναι ἢ τὸ ἐξ ἀρχῆς μὴ ὂν εἰς ὑπόστασίν τε καὶ οὐσίαν ἐλθεῖν. ∆είξας τοίνυν ἐν τοῖς πρὸς αὐτοὺς λόγοις ὅτι, τοῦ πρώτου ἀνθρώπου εἰς γῆν διὰ τῆς ἁμαρτίας ἀναλυθέντος καὶ διὰ τοῦτο χοϊκοῦ κληθέντος, ἀκόλουθον ἦν κατ' ἐκεῖνον καὶ τοὺς ἐξ ἐκείνου γενέσθαι πάντας χοϊκοὺς καὶ θνητοὺς τοὺς ἐκ τοῦ τοιούτου φύντας, ἀναγκαίως ἐπήγαγεν καὶ τὴν δευτέραν ἀκολουθίαν δι' ἧς ἀναστοιχειοῦται πάλιν ἐκ τοῦ θνητοῦ πρὸς ἀθανασίαν ὁ ἄνθρωπος, ὁμοιοτρόπως λέγων τὸ ἀγαθὸν ἐγ