1

 2

 3

 4

 5

 6

 7

 8

 9

4

γεγενῆσθαι τῇ φύσει ἐξ ἑνὸς εἰς πάντας χεόμενον, ὥσπερ καὶ τὸ κακὸν δι' ἑνὸς εἰς πλῆθος ἐχέθη τῇ διαδοχῇ τῶν ἐπιγινομένων συμπλατυνόμενον. τούτοις δὲ κέχρηται τοῖς ῥήμασι τὸ περὶ τούτου δόγμα κατασκευάζων.

Ὁ πρῶτος, 12 φησίν, ἄνθρωπος ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἐξ οὐρανοῦ· οἶος ὁ χοϊκὸς τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὕτω φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. Τούτοις τοίνυν καὶ τοῖς τοιούτοις λογισμοῖς κρατύνας τὸν περὶ τῆς ἀναστάσεως λόγον καὶ διὰ πολλῶν ἑτέρων τοὺς αἱρετικοὺς τοῖς συλλογισμοῖς συμποδίσας ἐν οἷς ἀπεδείκνυεν τὸν ἀπιστοῦντα τῇ τῶν ἀνθρώπων ἀναστάσει μηδὲ τοῦ Χριστοῦ προσδέχεσθαι τὴν ἀνάστασιν, διὰ τῆς τῶν συνημμένων ἀλλήλοις πλοκῆς κατεσκεύασε τὸ ἐν τοῖς συμπεράσμασιν ἄφυκτον λέγων ὅτι Εἰ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία καὶ ἡ εἰς αὐτὸν πίστις ἐστίν. τῆς γὰρ προτάσεως ἀληθοῦς οὔσης ὅτι Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, καὶ τὸ συνημμένον τούτῳ πάντως ἀληθὲς εἶναι χρή· τὸ νεκρῶν εἶναι ἀνάστασιν· τῇ γὰρ μερικῇ ἀποδείξει καὶ τὸ καθόλου συναποδείκνυται. καὶ τὸ ἔμπαλιν, εἴ τις τὸ καθόλου ψεῦδος εἶναι λέγοι· τὸ νεκρῶν εἶναι ἀνάστασιν, οὐδὲ τὸ ἐπὶ μέρους πάντως ἀληθὲς εὑρεθήσεται· τὸ τὸν Χριστὸν ἐκ νεκρῶν ἐγηγέρθαι· εἰ γὰρ καθόλου ἀδύνατον, οὐδὲ <ἔν> τινι δυνατόν 13 ἐστι πάντως. ἀλλὰ μὴν τοῦτο τοῖς παραδεξαμένοις τὸν Λόγον πιστόν ἐστι καὶ ἀναντίρρητον ὅτι Χριστὸς ἐγήγερται ἐκ νεκρῶν· ἀναγκαίως ἐν τῇ μερικῇ τῆς ἀναστάσεως τοῦ Χριστοῦ πίστει καὶ ἡ καθόλου τὸ πιστὸν ἕξει. Οὕτω τοίνυν αὐτοὺς συλλογιστικῶς πρὸς τὴν παραδο χὴν τοῦ δόγματος συναναγκάσας ἐκ τοῦ εἰπεῖν ὅτι Εἰ μή ἐστιν (τὸ γὰρ καθόλου μὴ ὂν οὐδὲ ἔν τινι δυνατὸν εἶναι· εἰ δὲ τοῦτον ἐγηγέρθαι πιστεύομεν, τῆς καθόλου τῶν ἀνθρώ πων ἀναστάσεως ἡ περὶ τούτου πίστις ἀπόδειξις γίνεται) καὶ προσθεὶς ἐκεῖνο τῷ λόγῳ ᾧ πᾶσα ἡ περὶ τοῦ δόγματος τούτου κατασκευὴ συμπεραίνεται τὸ Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν οὕτως καὶ ἐν τῷ Χριστῷ πάν τες ζωοποιηθήσονται, σαφῶς ἐκκαλύπτει τὸ περὶ τούτου μυστήριον πρὸς ὅ τι βλέπει, ἐν τοῖς ἐφεξῆς διά τινος ἀναγκαίας ἀκολουθίας πρὸς τὸ πέρας τῶν ἐλπιζομένων διευθύνων τὸν λόγον. Ὁ δὲ σκοπὸς τῶν λεγομένων οὗτός ἐστιν. ἐκθήσομαι δὲ πρότερον τῇ ἐμαυτοῦ λέξει τὴν διάνοιαν τῶν γεγραμμένων, εἶθ' οὕτω παραθήσω τοῦ ἀποστόλου τὸν λόγον τὸν τῇ παρ' ἡμῶν προεκτεθείσῃ διανοίᾳ ἐφαρμοζόμενον.

Τίς οὖν ὁ τοῦ λόγου ἐστὶ σκοπὸς ὃν δογματίζει ἐν ἐκείνῳ τῷ μέρει ὁ θεῖος ἀπόστολος; ὅτι ποτὲ πρὸς τὸ μὴ ὂν ἡ τοῦ κακοῦ φύσις μεταχωρήσει, παντελῶς ἐξαφανισθεῖσα τοῦ ὄν 14 τος, καὶ πᾶσαν λογικὴν φύσιν ἡ θεία τε καὶ ἀκήρατος ἀγαθότης ἐν ἑαυτῇ περιέξει, μηδενὸς τῶν παρὰ τοῦ θεοῦ γεγονότων τῆς βασιλείας τοῦ θεοῦ ἀποπίπτοντος, ὅταν πάσης τῆς ἐμμιχθείσης τοῖς οὖσι κακίας οἶόν τινος ὕλης κιβδήλου διὰ τῆς τοῦ καθαρσίου πυρὸς χωνείας ἀναλωθείσης, τοιοῦτον γένηται πᾶν ὃ παρὰ τοῦ θεοῦ ἔσχε τὴν γένεσιν, οἶον ἐξ ἀρχῆς ἦν ὅτε οὔπω τὴν κακίαν ἐδέξατο. τοῦτο δὲ γίνεσθαι λέγει οὕτως· ἐγένετο, φησίν, ἐν τῇ θνητῇ τε καὶ ἐπικήρῳ τῶν ἀνθρώπων φύσει ἡ καθαρὰ καὶ ἀκήρατος τοῦ μονογενοῦς θεότης. ἐκ πάσης δὲ τῆς ἀνθρωπίνης φύσεως ᾗ κατεμίχθη τὸ θεῖον, οἶον ἀπαρχή τις τοῦ κοινοῦ φυράματος, ὁ κατὰ Χριστὸν ἄνθρωπος ὑπέστη δι' οὖ προσεφύη τῇ θεότητι πᾶν τὸ ἀνθρώπινον. ἐπειδὴ τοίνυν ἐν ἐκείνῳ πᾶσα κακίας φύσις ἐξηφανίσθη Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, καθώς φησιν ὁ προφήτης, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, συνηφανίσθη δὲ μετὰ τῆς ἁμαρτίας ἐν τῷ αὐτῷ καὶ ὁ ἐπακολουθῶν αὐτῇ θάνατος (οὐ γάρ ἐστιν ἄλλη θανάτου γένεσις πλὴν ἁμαρτία), ἀρχὴν ἔλαβεν ἀπ' ἐκείνου ὅ τε τῆς κακίας ἀφανισμὸς καὶ ἡ τοῦ θανάτου κατάλυσις. εἶτα ὥσπερ 15 τις τάξις ἐπετέθη διά τινος ἀκολουθίας τῷ γινομένῳ. τὸ γὰρ ἀεὶ κατὰ τὴν τοῦ ἀγαθοῦ ὑπόβασιν μᾶλλον ἀφεστὼς τοῦ πρώτου ἢ προσεχέστερον εὑρισκόμενον, ὅπως ἂν