1

 2

 3

 4

 5

 6

 7

 8

 9

5

ἀξίας τε καὶ δυνάμεως ἕκαστον ἔχῃ, οὕτως ἐπακολουθεῖ τῷ προάγοντι· ὥστε μετὰ τὸν ἐν τῷ Χριστῷ ἄνθρωπον ὃς ἐγένετο ἀπαρχὴ τῆς φύσεως ἡμῶν δεξάμενος ἐν ἑαυτῷ τὴν θεότητα, ὃς καὶ Ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο καὶ Πρωτότοκος ἐκ τῶν νεκρῶν Λύσας τὰς ὠδῖνας τοῦ θανάτου· μετὰ τοῦτον τοίνυν τὸν ἄνθρωπον, τὸν καθόλου τῆς ἁμαρτίας κεχωρισμένον καὶ καταργήσαντα ἐν ἑαυτῷ τοῦ θανάτου τὸ κράτος καὶ πᾶσαν αὐτοῦ ἀρχήν τε καὶ ἐξουσίαν καὶ δύναμιν καταλύσαντα, εἴ τις κατὰ τὸν Παῦλον εὑρεθείη, τὸν ὡς ἦν δυνατὸν μιμητὴν τοῦ Χριστοῦ γενόμενον ἐν τῇ τοῦ κακοῦ ἀλλοτριώσει, ὁ τοιοῦτος τῇ ἀπαρχῇ κατόπιν ἀκολουθήσει ἐν τῷ τῆς παρουσίας καιρῷ· καὶ πάλιν τούτῳ, λέγω δὲ καθ' ὑπόθεσιν, ὁ Τιμόθεος, ἂν οὕτω τύχῃ, ὁ καθὼς οἷός τε ἦν μιμησάμενος ἐν ἑαυτῷ τὸν διδάσκαλον, ἤ τις τοιοῦτος ἕτερος· καὶ οὕτω καθεξῆς ὅσοι διὰ τῆς κατ' ὀλίγον τοῦ ἀγαθοῦ ὑφέσεως τῶν ἀεὶ προ λαμβανόντων κατόπιν εὑρίσκονται, ἕως ἂν εἰς ἐκείνους ἡ ἀκολουθία τῶν ἑπομένων φθάσῃ ἐν οἷς τοῦ κακοῦ πλεονάζον τος ἐλάττων ἡ τοῦ κρείττονος εὑρίσκεται μοῖρα· κατὰ τὴν αὐτὴν ἀναλογίαν παρὰ τῶν ἐν κακίᾳ τὸ ἔλαττον ἐχόντων τῆς 16 ἀκολουθίας ἐπὶ τοὺς προέχοντας ἐν τῷ κακῷ τὴν τάξιν τῶν πρὸς τὸ κρεῖττον ἀναλυόντων ποιούσης, ἕως ἂν ἐπὶ τὸ ἀκρότα τον τοῦ κακοῦ πέρας ἡ τοῦ ἀγαθοῦ πρόοδος φθάσῃ τὴν κακίαν ἐξαφανίζουσα. ὅπερ δὴ τέλος τῆς ἐλπίδος ἐστίν, ὡς μηδὲν ὑπ εναντίον τῷ ἀγαθῷ περιλειφθῆναι, ἀλλὰ διὰ πάντων τὴν θείαν ζωὴν διεξελθοῦσαν ἐξαφανίσαι καθόλου ἐκ τῶν ὄντων τὸν θάνατον, προαναιρεθείσης αὐτοῦ τῆς ἁμαρτίας ἀφ' ἧς, καθὼς εἴρηται, τὴν βασιλείαν κατὰ τῶν ἀνθρώπων ὁ θάνατος ἔσχεν.

Πάσης τοίνυν πονηρᾶς ἐξουσίας τε καὶ ἀρχῆς ἐν ἡμῖν καταλυθείσης καὶ μηκέτι μηδενὸς πάθους τῆς φύσεως ἡμῶν κυριεύοντος, ἀνάγκη πᾶσα μηδενὸς κατακρατοῦντος ἑτέρου πάντα ὑποταγῆναι τῇ ἐπὶ πάντων ἀρχῇ. θεοῦ δὲ ὑποταγή ἐστιν ἡ παντελὴς τοῦ κακοῦ ἀλλοτρίωσις. ὅταν οὖν κατὰ μίμησιν τῆς ἀπαρχῆς ἔξω τοῦ κακοῦ πάντες γενώμεθα, τότε ὅλον τὸ φύραμα τῆς φύσεως τῇ ἀπαρχῇ συμμιχθὲν καὶ ἓν κατὰ τὸ συνεχὲς σῶμα γενόμενον τοῦ ἀγαθοῦ μόνου τὴν ἡγεμονίαν ἐφ' ἑαυτοῦ δέξεται, καὶ οὕτω παντὸς τοῦ τῆς φύσεως ἡμῶν σώματος πρὸς τὴν θείαν τε καὶ ἀκήρατον φύσιν ἀνακραθέντος ἐκείνη ἡ τοῦ υἱοῦ λεγομένη ὑποταγὴ δι' ἡμῶν γίνεται, τῆς ἐν τῷ σώματι αὐτοῦ κατορθωθείσης ὑποταγῆς εἰς αὐτὸν ἀναφερομένης τὸν ἐν ἡμῖν τὴν χάριν τῆς ὑποταγῆς ἐνεργήσαντα. Ἡ μὲν οὖν διάνοια τῶν ὑπὸ τοῦ μεγάλου Παύλου δογματισθέντων ἐστίν, ὥς γε ὑπειλήφαμεν, αὕτη. καιρὸς δ' ἂν εἴη καὶ αὐτὰ παραθέσθαι τοῦ ἀποστόλου τὰ ῥήματα ἔχοντα 17 οὕτως· Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται· ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν. δεῖ γὰρ αὐτὸν βασιλεύειν ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος· πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑπέταξεν, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. ὅταν δὲ ὑποτάξῃ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν. Σαφῶς γὰρ ἐν τῷ τελευταίῳ τῶν εἰρημένων τὸ τῆς κακίας ἀνύπαρκτον τῷ λόγῳ παρίστησιν ἐν τῷ εἰπεῖν ἐν πᾶσι γίνεσθαι τὸν θεὸν πάντα ἑκάστῳ γινόμενον. δῆλον γὰρ ὅτι τότε ἀληθὲς ἔσται τὸ ἐν πᾶσι τὸν θεὸν εἶναι, ὅταν μηδὲν κακὸν ἐνθεωρῆται τοῖς οὖσιν. οὐ γὰρ δὴ καὶ ἐν κακῷ τὸν θεὸν εἰκός ἐστι γίνεσθαι. ὥστε ἢ οὐκ ἐν πᾶσιν ἔσται ὅταν ὑπολειφθῇ τι κακὸν ἐν τοῖς οὖσιν ἤ, εἰ ἀληθῶς ἐν πᾶσι χρὴ πιστεύειν αὐτὸν εἶναι, τὸ μηδὲν κακὸν εἶναι τῇ περὶ τούτου πίστει συναποδείκνυται. οὐ γάρ ἐστι δυνατὸν ἐν κακῷ τὸν θεὸν γενέσθαι. 18 Τὸ δὲ πάντα γίνεσθαι τὸν θεὸν <ἐν πᾶσι> τοῖς οὖσι τὸ ἁπλοῦν καὶ μονοειδὲς τῆς ἐλπιζομένης ἡμῖν ζωῆς ὑποδείκνυσι. τὸ