1

 2

 3

 4

 5

 6

 7

 8

 9

6

γὰρ μηκέτι διὰ πολλῶν καὶ ποικίλων καθ' ὁμοιότητα τοῦ νῦν βίου τὴν ζωὴν ἡμῖν συνερανίζεσθαι τῷ λόγῳ τοῦτο παρίστησιν τὸ πάντα ἡμῖν τὸν θεὸν γίνεσθαι ὅσα τῇ ζωῇ ταύτῃ ἀναγκαῖα δοκεῖ, διά τινος ἀναλογίας ἑκάστου μετα λαμβανομένου πρὸς τὸ θειότερον· ὥστε καὶ βρῶσιν εἶναι τὸν θεὸν ἡμῖν, ὡς εἰκὸς βρωθῆναι θεόν, καὶ πόσιν, ὡσαύτως ἔν δυμά τε καὶ σκέπην ἀέρα τόπον πλοῦτον ἀπόλαυσιν κάλλος ὑγίειαν ἰσχὺν φρόνησιν δόξαν μακαριότητα καὶ πᾶν ὅσον ἐν τῇ ἀγαθῇ κρίνεται μοίρᾳ οὖ ἐπιδεὴς ἡ φύσις ἐστί, πρὸς τὸ θεοπρεπὲς ἀναγομένης τῆς σημασίας τῶν εἰρημένων· ὡς διὰ τούτου μαθεῖν ὅτι ὁ ἐν τῷ θεῷ γενόμενος πάντα ἔχει ἐν τῷ ἐκεῖνον ἔχειν. οὐδὲν δὲ ἕτερόν ἐστι τὸ ἔχειν τὸν θεὸν ἢ τὸ ἑνωθῆναι θεῷ. οὐκ ἂν δέ τις ἄλλως ἑνωθείη μὴ σύσσωμος αὐτῷ γενόμενος, καθὼς ὀνομάζει ὁ Παῦλος· οἱ γὰρ πάντες τῷ ἑνὶ σώματι τοῦ Χριστοῦ συναπτόμενοι διὰ τῆς μετουσίας ἓν αὐτοῦ γινόμεθα σῶμα.

Ὅταν οὖν διὰ πάντων ἔλθῃ τὸ ἀγαθόν, τότε ὅλον αὐτοῦ τὸ σῶμα ὑποταγήσεται τῇ ζωοποιῷ ἐξουσίᾳ, καὶ οὕτως ἡ τοῦ σώματος τούτου ὑποταγὴ αὐτοῦ λέγεται εἶναι τοῦ υἱοῦ ὑποταγὴ τοῦ ἀνακεκραμένου πρὸς τὸ ἴδιον σῶμα, ὅπερ ἐστὶν ἡ ἐκκλησία, καθώς φησι πρὸς τοὺς Κολοσσαεῖς ὁ ἀπόστολος, οὑτωσὶ λέγων τῷ ῥήματι· Νῦν χαίρω ἐν τοῖς παθήμασί μου 19 καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν ὑπὲρ Χριστοῦ θλίψεων ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία, ἧς ἐγενόμην διάκονος κατὰ τὴν οἰκονομίαν. καὶ πρὸς τὴν Κορινθίων ἐκκλησίαν φησίν· Ὑμεῖς ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. σαφέστερον δὲ τοῖς Ἐφεσίοις τὸ περὶ τούτου παρατίθεται δόγμα δι' ὧν φησιν ὅτι Ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα ὅς ἐστιν ἡ κεφαλή, ὁ Χριστός, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς <τῆς> ἐπιχορηγίας κατ' ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ· ὡς διὰ τῶν ἀεὶ προστιθεμένων τῇ πίστει ἑαυτὸν τοῦ Χριστοῦ οἰκοδομοῦντος. ὃς τότε παύσεται ἑαυτὸν οἰκοδομῶν ὅταν εἰς τὸ ἴδιον μέτρον φθάσῃ ἡ τοῦ σώματος αὐτοῦ αὔξησίς τε καὶ τελείωσις, καὶ μηκέτι λίπῃ τῷ σώματι τὸ δι' οἰκοδομῆς προστιθέμενον, πάντων ἐποικοδομηθέντων ἐπὶ τῷ θεμελίῳ τῶν προφητῶν τε καὶ ἀποστόλων καὶ προσθεμένων τῇ πίστει, ὅταν, καθώς φησιν ὁ ἀπόστολος, Καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.

Εἰ τοίνυν κεφαλὴ ὢν αὐτὸς τὸ ἐφεξῆς αὐτοῦ σῶμα οἰκοδομεῖ διὰ τῶν ἀεὶ προστιθεμένων συναρμολογῶν καὶ συμ βιβάζων τοὺς πάντας εἰς ἃ πέφυκεν ἕκαστος κατὰ τὸ μέτρον τῆς ἐνεργείας, ὥστε ἢ χεῖρα ἢ ὀφθαλμὸν ἢ πόδα ἢ ἀκοὴν ἢ 20 ἄλλο τι γενέσθαι τῶν συμπληρούντων τὸ σῶμα κατὰ τὴν ἀναλογίαν τῆς ἑκάστου πίστεως, ταῦτα δὲ ποιῶν ἑαυτὸν οἰκοδομεῖ, καθὼς εἴρηται, δῆλον ἂν εἴη διὰ τούτων ὅτι ἐν πᾶσι γινόμενος εἰς ἑαυτὸν δέχεται πάντας τοὺς ἑνουμένους αὐτῷ διὰ τῆς κοινωνίας τοῦ σώματος, καὶ μέλη τοῦ ἰδίου σώματος ποιεῖται τοὺς πάντας, ὥστε εἶναι Πολλὰ μὲν μέλη ἓν δὲ σῶμα. Ὁ τοίνυν πρὸς ἑαυτὸν ἡμᾶς ἑνώσας καὶ ἡμῖν ἑνωθεὶς καὶ διὰ πάντων ἓν πρὸς ἡμᾶς γενόμενος τὰ ἡμέτερα οἰκειοῦται πάντα. κεφάλαιον δὲ τῶν ἡμετέρων ἀγαθῶν ἡ πρὸς τὸ θεῖόν ἐστιν ὑποταγή, ὅταν ὁμόφωνος πᾶσα ἡ κτίσις γένηται πρὸς ἑαυτὴν καὶ Πᾶν αὐτῷ γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστός. τότε πάσης τῆς κτίσεως ἓν σῶμα γενομένης καὶ πάντων διὰ τῆς ὑπακοῆς μετ' ἀλλήλων ἐν αὐτῷ συμφυέντων, τὴν τοῦ ἰδίου σώματος πρὸς τὸν πατέρα ὑποταγὴν εἰς ἑαυτὸν ἀναφέρει. Μηδεὶς δὲ ξενιζέσθω τῷ λεγομένῳ. καὶ γὰρ καὶ ἡμεῖς τὸ διὰ τοῦ σώματος ἡμῶν γινόμενον κατά τινα συνήθειαν τῇ ψυχῇ λογιζόμεθα, ὡς ὁ διαλεγόμενος ἐκεῖνος τῇ ἰδίᾳ ψυχῇ ἐπὶ τῇ εὐφορίᾳ τῆς χώρας, ὅτι Φάγε καὶ πίε καὶ εὐφραίνου, τὴν