1

 2

 3

 4

 5

 6

 7

 8

 9

7

τῆς σαρκὸς πλησμονὴν εἰς τὴν ψυχὴν ἀναφέρει. οὕτω κἀκεῖ ἡ τοῦ ἐκκλησιαστικοῦ σώματος ὑποταγὴ ἀναφέρεται εἰς τὸν ἐνοικοῦντα τῷ σώματι. Καὶ ἐπειδὴ πᾶν τὸ γενόμενον ἐν αὐτῷ σῴζεται, ἡ δὲ 21 σωτηρία διὰ τῆς ὑποταγῆς ἑρμηνεύεται, καθὼς ἡ ψαλμῳδία νοεῖν ὑποτίθεται, ἀκολούθως τὸ μηδὲν ἔξω τῶν σῳζομένων εἶναι πιστεύειν ἐν τῷ μέρει τούτῳ τοῦ ἀποστόλου μανθάνομεν. τοῦτο δὲ τῇ τοῦ θανάτου καθαιρέσει καὶ τῇ τοῦ υἱοῦ ὑποταγῇ διασημαίνει ὁ λόγος, διότι συμβαίνει ταῦτα πρὸς ἄλληλα, τό τε μὴ εἶναί ποτε τὸν θάνατον καὶ τὸ πάντας ἐν ζωῇ γενέσθαι· ζωὴ δὲ ὁ κύριος, δι' οὖ γίνεται, κατὰ τὸν ἀποστολικὸν λόγον, παντὶ τῷ σώματι αὐτοῦ ἡ προσαγωγὴ πρὸς τὸν πατέρα,

Ὅταν παραδιδῷ τὴν βασιλείαν ἡμῶν τῷ θεῷ καὶ πατρί. σῶμα δὲ αὐτοῦ, καθὼς εἴρηται πολλάκις, πᾶσα ἡ ἀνθρωπίνη φύσις ᾗ κατεμίχθη. ∆ι' αὐτὸ δὲ τοῦτο τὸ νόημα καὶ Μεσίτης θεοῦ καὶ ἀνθρώπων ὠνομάσθη παρὰ τοῦ Παύλου ὁ κύριος. ὁ γὰρ ἐν τῷ πατρὶ ὢν καὶ ἐν ἀνθρώποις γενόμενος ἐν τούτῳ πληροῖ τὴν μεσιτείαν ἐν τῷ ἑαυτῷ πάντας ἑνῶσαι καὶ δι' ἑαυτοῦ τῷ πατρί, καθώς φησιν ἐν τῷ εὐαγγελίῳ ὁ κύριος, πρὸς τὸν πατέρα τὸν λόγον ποιούμενος· Ἵνα πάντες ἓν ὦσι καθὼς σύ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα οὕτω κἀκεῖνοι ἐν ἡμῖν ἓν ὦσιν. σαφῶς γὰρ τοῦτο παρίστησιν ὅτι ἑαυτῷ ἡμᾶς ἑνώσας ὁ ἐν τῷ πατρὶ ὢν δι' ἑαυτοῦ τὴν πρὸς τὸν πατέρα συνάφειαν ἡμῶν ἀπεργάζεται. Ἀλλὰ καὶ τὰ ἐφεξῆς τοῦ εὐαγγελίου συνᾴδει τοῖς εἰρημένοις· Τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς· δόξαν 22 γὰρ ἐνταῦθα λέγειν αὐτὸν οἶμαι τὸ πνεῦμα τὸ ἅγιον ὃ ἔδωκε τοῖς μαθηταῖς διὰ τοῦ προσφυσήματος. οὐ γὰρ ἔστιν ἄλλως ἑνωθῆναι τοὺς ἀπ' ἀλλήλων διεστηκότας μὴ τῇ ἑνότητι τοῦ πνεύματος συμφυομένους· Εἰ γάρ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. τὸ δὲ πνεῦμα ἡ δόξα ἐστί, καθώς φησιν ἑτέρωθι πρὸς τὸν πατέρα· ∆όξασόν με τῇ δόξῃ ᾗ εἶχον ἀπ' ἀρχῆς παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον εἶναι. ὁ γὰρ θεὸς Λόγος ὁ πρὸ τοῦ κόσμου ἔχων τὴν τοῦ πατρὸς δόξαν, ἐπειδὴ ἐπ' ἐσχάτων τῶν ἡμερῶν σὰρξ ἐγένετο, ἔδει [δὲ] καὶ τὴν σάρκα διὰ τῆς πρὸς τὸν Λόγον ἀνακράσεως ἐκεῖνο γενέσθαι ὅπερ ὁ Λόγος ἐστίν· γίνεται δὲ ἐκ τοῦ ἐκεῖνο λαβεῖν ὃ πρὸ τοῦ κόσμου εἶχεν ὁ Λόγος· τοῦτο δὲ ἦν τὸ πνεῦμα τὸ ἅγιον· οὐδὲν γὰρ ἄλλο προαιώνιον πλὴν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. διὰ τοῦτο καὶ ἐνταῦθά φησιν ὅτι Τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα δι' αὐτῆς ἐμοὶ ἑνωθῶσιν καὶ δι' ἐμοῦ σοί. Ἴδωμεν δὲ καὶ τὰ ἐφεξῆς ἐν τῷ εὐαγγελίῳ προσκείμενα· Ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν ἐσμεν· σὺ ἐν ἐμοὶ κἀγὼ ἐν αὐτοῖς· ὅτι ἐγὼ καὶ σὺ ἕν ἐσμεν· ἵνα ὦσι τετελειωμένοι εἰς τὸ ἕν. ταῦτα γὰρ οὐδεμιᾶς ἐπεξηγήσεως οἶμαι χρῄζειν πρὸς τὸ συναρμοσθῆναι τῷ προκειμένῳ νοήματι, αὐτῆς φανερῶς τῆς λέξεως τὸ περὶ τούτων δόγμα ἐκτιθεμένης. Ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν ἐσμεν· οὐ γάρ ἐστι δυνατὸν ἄλλως τοὺς 23 πάντας ἓν γενέσθαι Καθὼς ἡμεῖς ἐσμεν ἕν, εἰ μὴ πάντων τῶν ἀπ' ἀλλήλων αὐτοὺς διαμεριζόντων χωρισθέντες ἑνωθεῖεν ἡμῖν οἵτινές ἐσμεν ἕν, Ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἐσμεν ἕν. τοῦτο δὲ πῶς γίνεται; ὅτι Ἐγὼ ἐν αὐτοῖς. οὐ γάρ ἐστι δυνατὸν ἐμὲ γενέσθαι μόνον ἐν αὐτοῖς, ἀλλὰ πάντως καὶ σέ, ἐπειδὴ Ἐγὼ καὶ σὺ ἕν ἐσμεν. καὶ οὕτω γενήσονται Τετελειωμένοι εἰς τὸ ἓν οἱ ἐν ἡμῖν τελειωθέντες· ἡμεῖς γὰρ τὸ ἕν. Τὴν δὲ τοιαύτην χάριν φανερώτερον διασημαίνει τῷ ἐφεξῆς λόγῳ οὕτως εἰπὼν ὅτι Ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας. εἰ γὰρ ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, ἐν δὲ τῷ υἱῷ πάντες γινόμεθα οἱ διὰ τῆς εἰς αὐτὸν πίστεως σῶμα αὐτοῦ γινόμενοι, ἀκολούθως ὁ τὸν υἱὸν ἑαυτοῦ ἀγαπῶν ἀγαπᾷ καὶ τοῦ υἱοῦ τὸ σῶμα ὡς αὐτὸν τὸν υἱόν· ἡμεῖς δὲ τὸ σῶμα. οὐκοῦν φανερὸν διὰ τῶν εἰρημένων γέγονε τὸ ἀποστολικὸν νόημα, ὅτι πάσης ἀνθρωπίνης φύσεως τὴν γινομένην τοῦ ὄντος ἐπίγνωσίν τε καὶ σωτηρίαν ἡ τοῦ υἱοῦ πρὸς τὸν πατέρα ὑποταγὴ διασημαίνει.

Σαφέστερος δὲ γένοιτ' ἂν ἡμῖν ὁ λόγος καὶ ἐξ ἑτέρων τινῶν ἀποστολικῶν νοημάτων ἐξ ὧν ἑνὸς ἐπιμνησθήσομαι μόνου, τὰς πολλὰς τῶν μαρτυριῶν, εὐλαβείᾳ