1

 2

 3

 4

 5

 6

 7

 8

 9

8

τοῦ μὴ εἰς πλῆθος ἐκτεῖναι τὸν λόγον, παραιτησάμενος. φησὶ γάρ που τῶν ἑαυτοῦ λόγων ὁ Παῦλος ὅτι Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ 24 οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. οὐκοῦν εἰ μηκέτι ὁ Παῦλος ζῇ ὁ τῷ κόσμῳ σταυρωθείς, ἀλλ' ὁ Χριστὸς ἐν αὐτῷ ζῇ, πᾶν τὸ παρὰ τοῦ Παύλου γινόμενόν τε καὶ λεγόμενον εἰκότως εἰς τὸν ἐν αὐτῷ ζῶντα Χριστὸν ἀναφέρεται. καὶ γὰρ τὰ ῥήματα τοῦ Παύλου παρὰ τοῦ Χριστοῦ λαλεῖσθαί φησιν ὁ εἰπών· Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; καὶ τὰ εὐαγ γελικὰ κατορθώματα οὐκ αὐτοῦ φησιν εἶναι ἀλλὰ τῇ χάριτι τοῦ Χριστοῦ τῇ οἰκούσῃ ἐν αὐτῷ ἀνατίθησιν. εἰ τοίνυν ὁ ἐν αὐτῷ ζῶν Χριστὸς ἐνεργεῖν τε καὶ φθέγγεσθαι τὰ ἐκείνου κατὰ τὸ ἀκόλουθον λέγεται, πάντων δὲ ἀποστὰς ὁ Παῦλος τῶν πρότερον ἐπικρατούντων, ὅτε ἦν βλάσφημος καὶ διώκτης καὶ ὑβριστής, πρὸς μόνον τὸ ἀληθινὸν ἀγαθὸν βλέπει καὶ τούτῳ ἑαυτὸν ποιεῖ εὐπειθῆ καὶ ὑπήκοον, ἄρα καὶ ἡ ὑποταγὴ τοῦ Παύλου ἡ πρὸς τὸν θεὸν γενομένη εἰς τὸν ἐν αὐτῷ ζῶντα τὴν ἀναφορὰν ἔχει ὃς καὶ λαλεῖ ἐν τῷ Παύλῳ τὰ ἀγαθὰ καὶ ἐργάζεται. ἀγαθῶν δὲ πάντων κεφάλαιον ἡ πρὸς τὸν θεόν ἐστιν ὑποταγή.

Ὃ δὲ ἐπὶ τοῦ ἑνὸς εὗρεν ὁ λόγος, τοῦτο καὶ πάσῃ τῇ κτίσει τῶν ἀνθρώπων εὐλόγως ἐφαρμοσθήσεται, ὅταν, καθώς φησιν ὁ κύριος, ἐν παντὶ τῷ κόσμῳ τὸ εὐαγγέλιον γένηται. πάντων γὰρ ἀποθεμένων τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσι καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ καὶ δεξαμένων ἐν αὑτοῖς τὸν κύριον, ἀναγκαίως ὁ ἐν αὐτοῖς ζῶν ἐνεργεῖ τὰ ἀγαθὰ τὰ παρ' ἐκείνων 25 γινόμενα. τὸ δὲ ἀκρότατον τῶν ἀγαθῶν πάντων ἡ σωτηρία ἡ διὰ τῆς τοῦ κακοῦ ἀλλοτριώσεως ἡμῖν γινομένη· ἀλλὰ μὴν οὐκ ἔστιν ἄλλως τοῦ κακοῦ χωρισθῆναι μὴ τῷ θεῷ διὰ τῆς ὑποταγῆς ἀνακραθέντας· ἄρα καὶ αὐτὴ ἡ πρὸς τὸν θεὸν ὑποταγὴ εἰς τὸν ἐν ἡμῖν ζῶντα τὴν ἀναφορὰν ἔχει. Εἴ τι, γάρ, καλόν, αὐτοῦ καὶ εἴ τι ἀγαθόν, παρ' αὐτοῦ, φησί τις τῶν προ φητῶν. ἐπεὶ οὖν καλόν τε καὶ ἀγαθὸν ἡ ὑποταγὴ ἀνεδείχθη ἐκείνου, καὶ τούτου τὸ ἀγαθὸν πάντως παρ' οὖ παντὸς ἀγαθοῦ φύσις, ὡς ὁ τοῦ προφήτου λόγος. Μηδεὶς δὲ πρὸς τὴν κοινὴν κατάχρησιν τοῦ τῆς ὑποταγῆς ὀνόματος βλέπων ἀθετείτω τὸ ὄνομα. οἶδε γὰρ ἡ σοφία τοῦ μεγάλου Παύλου πρὸς τὸ δοκοῦν κεχρῆσθαι κατ' ἐξουσίαν τοῖς ῥήμασι, καὶ τῷ ἰδίῳ τῆς διανοίας εἱρμῷ προσαρμόζειν τὰς τῶν ῥημάτων ἐμφάσεις, κἂν πρὸς ἄλλας τινὰς ἐννοίας ἡ συνήθεια τὴν κατάχρησιν τῶν λέξεων φέρῃ. ἐπεὶ πόθεν εἴληπται αὐτῷ ἡ τοῦ Ἐκένωσεν ἑαυτὸν χρῆσις, καὶ Τὸ καύχημά μου οὐδεὶς κενώσει, καὶ τὸ Κεκένωται ἡ πίστις, καὶ Ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ; ἐκ ποίας ταῦτα χρήσεως εἰς τὸν ἑαυτοῦ παρεδέξατο λόγον; τίς δὲ κρινεῖ αὐ τὸν εἰπόντα ὅτι Ὁμειρόμενοι ὑμῶν, δι' ἦς λέξεως τὴν ἀγαπητικὴν ἐνδείκνυται σχέσιν; πόθεν δὲ τὸ ἀνυπερήφανον τῆς ἀγάπης διὰ τῆς τοῦ μὴ περπερεύεσθαι λέξεως ἐνεδείξατο; ἡ δὲ ἐριστικὴ καὶ ἀμυντικὴ φιλονεικία, πῶς τῷ τῆς ἐριθείας παρ' αὐτοῦ σημαίνεται ῥήματι, φανεροῦ πᾶσιν ὄντος ὅτι ἐκ 26 τῆς ἐριουργίας ἡ ἔριθος ἐκ<τὸς> τῆς γραφῆς ὀνομάζεται καὶ τὴν περὶ τὰ ἔρια σπουδὴν τῷ ὀνόματι τῆς ἐριθείας σημαίνειν εἰώθαμεν; ἀλλ' ὅμως χαίρειν ἐάσας ὁ Παῦλος τὰς ἐτυμολογίας τὰς ψυχρὰς δι' ὧν βούλεται λέξεων ὃ βούλεται παρίστησι νόημα. καὶ γὰρ καὶ ἄλλα πολλὰ τοῖς ἀκριβῶς ἐξετάζουσιν εὑρεθείη ἂν ἐν τοῖς λόγοις τοῦ ἀποστόλου μὴ δουλεύοντα τῇ χρήσει τῆς συνηθείας, ἀλλὰ κατά τινα ἰδιότροπον ἔννοιαν ἐπ' ἐξουσίας παρ' αὐτοῦ προφερόμενα μηδὲν ἐπιστρεφομένου πρὸς τὴν συνήθειαν. Οὕτω τοίνυν καὶ ἐνταῦθα τὸ τῆς ὑποταγῆς σημαινόμενον ἄλλο τι παρὰ τὰς κοινὰς ἐννοίας ὑπὸ τοῦ Παύλου νενόηται. ἀπόδειξις δὲ τοῦ λόγου ὅτι οὐδὲ ἡ ἐν τῷ μέρει τούτῳ τῶν παρ' αὐτοῦ μνημονευθέντων ἐχθρῶν ὑποταγὴ τὸ κατηναγκασμένον τε καὶ ἀκούσιον ἔχει, καθὼς ἂν εἴποιεν οἱ τῇ συνηθείᾳ δουλεύοντες, ἀλλὰ σαφῶς ἐπ' αὐτῶν ἡ σωτηρία τῷ ὀνόματι τῆς ὑποταγῆς ἑρμηνεύεται· τεκμήριον δὲ τὸ διεστάλθαι κατὰ τὸ μέρος τοῦτο ὑπὸ τοῦ Παύλου τὸ τῆς ἔχθρας ὄνομα εἰς διπλῆν σημασίαν· τῶν γὰρ ἐχθρῶν, τοὺς μὲν ὑποταγήσεσθαι