1

 2

 3

 4

 5

 6

 7

 8

 9

9

λέγει, τοὺς δὲ καταργηθήσεσθαι. καταργεῖται μὲν οὖν ὁ τῇ φύσει ἐχθρός, τουτέστι ὁ θάνατος, καὶ ἡ περὶ αὐτὸν τῆς ἁμαρτίας ἀρχή τε καὶ ἐξουσία καὶ δύναμις. ὑποταγήσονται δὲ οἱ καθ' ἕτερον λόγον ἐχθροὶ τοῦ θεοῦ λεγόμενοι, οἱ ἀπὸ τῆς 27 βασιλείας πρὸς τὴν ἁμαρτίαν αὐτομολήσαντες, ὧν καὶ ἐν τῷ πρὸς Ῥωμαίους μέμνηται λόγῳ εἰπὼν ὅτι Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ θεῷ· τὴν γὰρ ἐνταῦθα ὑποταγὴν ἐκεῖ καταλλαγὴν ὀνομάζει, ἓν νόημα δι' ἑκατέρου τῶν ὀνομάτων ἐνδειξάμενος τὴν σωτηρίαν. ὢς γὰρ ἐκ τῆς ὑποταγῆς τὸ σωθῆναι προσγίνεται, οὕτω καὶ ἐν ἑτέρῳ φησὶν ὅτι Καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.

Τοὺς μὲν οὖν τοιούτους ἐχθροὺς ὑποτάσσεσθαι λέγει τῷ θεῷ καὶ πατρί, τὸν δὲ θάνατον καὶ τὴν περὶ αὐτὸν ἀρχὴν μηκέτι ἔσεσθαι. τοῦτο γὰρ ἐνδείκνυται ἡ τοῦ καταργηθήσεσθαι λέξις· ὡς διὰ τούτου γενέσθαι δῆλον ὅτι τῶν μὲν κακῶν ἡ δυναστεία εἰς τὸ παντελὲς ἐξαργηθήσεται. οἱ δὲ διὰ τῆς παρακοῆς ἐχθροὶ τοῦ θεοῦ κληθέντες, οὖτοι διὰ τῆς ὑποταγῆς φίλοι τοῦ κυρίου γενήσονται, ὅταν πεισθῶσι τῷ λέγοντι ὅτι Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι' ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ θεῷ, καὶ κατὰ τὴν γενομένην ἐν τῷ εὐαγγελίῳ ὑπόσχεσιν οὐκέτι ἐν τοῖς δούλοις ὑπὸ τοῦ κυρίου ἀλλ' ἐν τοῖς φίλοις καταλλαγέντες ἀριθμηθήσονται. Τὸ δὲ ∆εῖ γὰρ αὐτὸν βασιλεύειν, ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ, εὐσεβῶς, ὡς οἶμαι, παραδεξόμεθα τὸ ἀριστεύειν αὐτὸν διὰ τοῦ βασιλεύειν νοήσαντες. τότε γὰρ παύεται τῆς ἀριστείας ὁ δυνατὸς ἐν πολέμῳ, ὅταν ἀφανισθῇ πᾶν τὸ τῷ ἀγαθῷ ἀντικείμενον, ὅταν πᾶσαν τὴν ἑαυτοῦ βασιλείαν συναγαγὼν προσαγάγῃ τῷ θεῷ καὶ πατρί, πρὸς ἑαυτὸν ἑνώσας τὰ πάντα.

Τὸ γὰρ παραδοῦναι αὐτὸν τῷ πατρὶ 28 τὴν βασιλείαν ταὐτόν ἐστι κατὰ τὴν διάνοιαν τῷ προσαγαγεῖν τοὺς πάντας τῷ θεῷ, δι' οὖ ἔχομεν τὴν προσαγωγὴν ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα. πάντων τοίνυν τῶν ποτε ἐχθρῶν ὑποπόδιον τῶν ποδῶν τοῦ θεοῦ γενομένων ἐν τῷ δέξασθαι τὸ θεῖον ἴχνος ἐν ἑαυτοῖς, καὶ τοῦ θανάτου καταργηθέντος (μὴ γὰρ ὄντων τῶν ἀποθνῃσκόντων οὐδὲ ὁ θάνατος ἔσται πάντως), τότε ἐν τῇ πάντων ἡμῶν ὑποταγῇ, ἥτις οὐχὶ δουλικὴ νοεῖται ταπεινότης ἀλλὰ βασιλεία καὶ ἀφθαρσία καὶ μακαριότης, ὁ ἐν ἡμῖν ζῶν ὑποταγήσεσθαι τῷ θεῷ παρὰ τοῦ Παύλου λέγεται, ὁ τὸ ἀγαθὸν ἡμῶν δι' ἑαυτοῦ τελειῶν καὶ ποιῶν ἑαυτῷ ἐν ἡμῖν τὸ εὐάρεστον. Ταῦτα κατὰ τὸ μέτρον τῆς διανοίας ἡμῶν ἐκ τῆς μεγάλης τοῦ Παύλου σοφίας, ὅσον ἐχωροῦμεν, ἐν τῷ μέρει τούτῳ κατενοήσαμεν, δεῖξαι βουλόμενοι τὸ μὴ ἐπεσκέφθαι τοὺς τῶν αἱρετικῶν δογμάτων προστάτας τὸν τοῦ ἀποστόλου σκοπὸν πρὸς ὃν βλέπων τὸν παρόντα λόγον πεποίηται. εἰ μὲν οὖν αὐτάρκης σοι γέγονεν ἡ ἐπὶ τῷ ζητήματι τούτῳ πληροφορία διὰ τῶν εἰρημένων, εἰς τὸν θεὸν ἀνακτέον τὴν χάριν· εἰ δέ τι καὶ λείπειν σοι φαίνοιτο, δεξόμεθα ἐν προθυμίᾳ τὴν τοῦ λείποντος ἀναπλήρωσιν, εἴπερ ἡμῖν παρὰ σοῦ τε γνωρισθείη διά τοῦ γράμματος καὶ παρὰ τοῦ ἁγίου πνεύματος φανερωθείη διὰ τῶν εὐχῶν ἡμῶν ἡ τῶν κρυφίων φανέρωσις.