1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

1

In inscriptiones Psalmorum

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΑΣ ΕΠΙΓΡΑΘΑΣ ΤΩΝ ΨΑΛΜΩΝ

I Ἐδεξάμην σου τὸ ἐπίταγμα μετὰ προθυμίας πάσης, ὦ ἄνθρωπε τοῦ θεοῦ,

κατὰ τὸ ἴσον ἐμοί τε καὶ σοὶ τὴν σπουδὴν χαριζόμενον, καὶ προσέσχον ταῖς τῶν ψαλμῶν ἐπιγραφαῖς. τοῦτο γὰρ ἡμῖν ἐπέταξας διερευνήσασθαι τὴν ἐνθεωρουμένην ταύταις διάνοιαν, ὡς πᾶσι γενέσθαι δῆλον τὸ διὰ τούτων ἡμᾶς πρὸς ἀρετὴν ὁδηγῆσαι δυνάμενον. πάσῃ τοίνυν τῇ βίβλῳ τῶν Ψαλμῶν μετὰ πλείονος τῆς προσοχῆς καθομιλήσας ἀναγκαῖον ᾠήθην μὴ ἀπὸ τῶν ἐπιγραφῶν ἄρξασθαι τῆς ἐξετάσεως, ἀλλὰ περὶ πάσης ὁμοῦ τῆς ψαλμῳδίας ἔφοδόν τινα πρὸς τὴν τῶν νοημάτων κατα νόησιν τεχνικὴν προεκθέσθαι, δι' ἧς ἐκ τοῦ ἀκολούθου καὶ ὁ περὶ τῶν ἐπιγραφῶν ἡμῖν σαφηνισθήσεται λόγος. χρὴ τοίνυν πρῶτον μὲν τὸν σκοπὸν τῆς γραφῆς ταύτης 5.25 πρὸς ὅ τι βλέπει κατανοῆσαι, εἶτα τὰς δι' ἀκολούθου πρὸς τὸ προκείμενον τῶν νοημάτων κατασκευὰς συνιδεῖν, ἃς ὑποδείκνυσιν ἥ τε τάξις τῶν ψαλμῶν πρὸς τὴν τοῦ σκοποῦ γνῶσιν εὖ διακειμένη καὶ τὰ τμήματα παντὸς τοῦ βιβλίου ἰδίαις τισὶ περιγραφαῖς ὁριζόμενα, πενταχῇ πάσης τῆς ἐν τοῖς ψαλμοῖς προφητείας διαιρεθείσης. ὧν μετρίως προκατανοηθέντων γνωριμωτέρα ἡμῖν ἡ ἐκ τῶν ἐπιγραφῶν ὠφέλεια γενήσεται διὰ τῆς τῶν προεξετασθέντων κατανοή σεως φανερουμένη. ἀρκτέον τοίνυν ἐντεῦθεν τῆς θεωρίας.

ΚΕΦΑΛΑΙΟΝ Αʹ

Τέλος τοῦ κατ' ἀρετὴν βίου μακαριότης ἐστίν.Πᾶν γὰρ τὸ κατὰ σπουδὴν

κατορθούμενον πρός τι τὴν ἀναφορὰν πάντως ἔχει. καὶ ὥσπερ ἡ μὲν ἰατρικὴ πρὸς τὴν ὑγίειαν ὁρᾷ, τῆς δὲ γεωργίας ὁ σκοπὸς πρὸς τὸ ζῆν ἐστι παρασκευή, οὕτω καὶ ἡ τῆς ἀρετῆς κτῆσις πρὸς τὸ μακάριον γενέσθαι τὸν κατ' αὐτὴν ζῶντα βλέπει. τοῦτο γὰρ παντὸς τοῦ κατὰ τὸ ἀγαθὸν νοουμένου κεφάλαιον καὶ πέρας ἐστί. τὸ μὲν οὖν ἀληθῶς τε καὶ κυρίως ἐν τῷ ὑψηλῷ τούτῳ νοήματι θεωρούμενόν τε καὶ νοούμενον ἡ θεία φύσις λέγοιτο ἂν εἰκότως. οὕτω γὰρ ὁ μέγας Παῦλος τὸν θεὸν ὀνομάζει, πάντων τῶν θεολογικῶν ὀνομάτων προθεὶς τὸ μακάριον ἔν τινι τῶν ἐπιστολῶν οὑτωσὶ γράψας τοῖς ῥήμασιν· Ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς 5.26 οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται, ᾧ τιμὴ καὶ κράτος αἰώνιον. ταῦτα γὰρ πάντα τὰ ὑψηλὰ περὶ τὸ θεῖον νοήματα κατά γε τὸν ἐμὸν λόγον ὁρισμὸς ἂν εἴη μακαριότητος. εἰ γάρ τις ἐρωτηθείη τί ἐστι τὸ μακάριον, οὐκ ἂν τῆς εὐσεβοῦς ἀποκρίσεως ἁμάρτοι ἐπακολουθήσας τῇ Παύλου φωνῇ καὶ εἰπὼν ὅτι μα κάριόν ἐστιν ὃ κυρίως τε καὶ πρώτως λέγεται ἡ τοῦ παντὸς ἐπέκεινα φύσις· τὸ δὲ ἐν ἀνθρώποις μακάριον τῇ μεθέξει τοῦ ὄντως ὄντος ἐκεῖνο ποσῶς γίνεταί τε καὶ ὀνομάζεται, ὅπερ ἡ τοῦ μετεχομένου φύσις ἐστίν. οὐκοῦν ὅρος ἐστὶ τῆς ἀνθρωπίνης μακαριότητος ἡ πρὸς τὸ θεῖον ὁμοίωσις. ἐπεὶ οὖν τὸ ἀληθῶς ἀγαθὸν ἤτοι τὸ ἐπέκεινα τοῦ ἀγαθοῦ, τοῦτο μόνον ἐστὶ καὶ μακάριον καὶ ὀρεκτὸν τῇ φύσει, οὗ πᾶν τὸ μετέχον μακάριον γίνεται, καλῶς ἡ θεία τῆς ψαλμῳ δίας γραφὴ διά τινος τεχνικῆς τε καὶ φυσικῆς ἀκολουθίας τὴν πρὸς τοῦτο ἡμῖν ὁδὸν ὑποδείκνυσιν, ἐν ἁπλῇ κατὰ τὸ φαινόμενον καὶ ἀκατασκεύῳ τῇ διδασκαλίᾳ ποικίλως τε καὶ πολυειδῶς τὴν μέθοδον τῆς τοῦ μακαρισμοῦ κτήσεως τεχνολογοῦσα. ἔξεστι μὲν οὖν