1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

5

μήτ' αὖ πρὸς τὸ ἐναντίον ἐν ἀμετρίᾳ δι' ἡδονῆς ὑποχαλᾶν τὸν τόνον· κωφὴ γὰρ καὶ ἄναυδος γίνεται ἡ ψυχὴ τοῖς τοιούτοις πάθεσιν ἐγχαυνωθεῖσα· καὶ τὰ ἄλλα πάντα ὡσαύτως ἐπιτείνειν τε κατὰ καιρὸν καὶ ὑφιέναι τοῦ τόνου· πρὸς τοῦτο βλέποντας, ὅπως ἂν ἡμῖν διὰ παντὸς εὐμελής τε καὶ εὔρυθμος ὁ ἐν τοῖς ἤθεσι διαμένοι τρόπος μήτε ἀμέτρως λυόμενος μήτε πέρα τοῦ μέτρου ὑπερτεινόμενος. ὅθεν καὶ τὰ κατορθώματα τῆς θείας ταύτης μουσικῆς προσμαρτυρεῖ τῷ ∆αβὶδ ἡ ἱστορία· ὅτι παράφορόν ποτε καταλαβὼν τὸν Σαοὺλ καὶ ἐξεστηκότα τῆς διανοίας οὕτως ἐξιάσατο κατεπᾴδων τοῦ πάθους, ὥστε αὐτῷ πάλιν πρὸς τὸ κατὰ φύσιν ἐπανελθεῖν τὴν διάνοιαν. δῆλον οὖν ἐκ τούτων ἐστὶ πρὸς ὅ τι βλέπει τῆς μελῳδίας τὸ αἴνιγμα, ὅτι τὴν τῶν παθημάτων καταστολὴν συμβουλεύει 5.34 ποιεῖσθαι τῶν διαφόρως ἡμῖν ἐγγινομένων ἐκ τῶν βιωτικῶν περιστάσεων. ἀλλὰ καὶ τοῦτο προσήκει μὴ παραδραμεῖν ἀθεώρητον, ὅτι οὐ κατὰ τοὺς ἔξω τῆς ἡμετέρας σοφίας μελοποιοὺς καὶ ταῦτα τὰ μέλη πεποίηται· οὐ γὰρ ἐν τῷ τῶν λέξεων τόνῳ κεῖται τὸ μέλος, ὥσπερ ἐν ἐκείνοις ἔστιν ἰδεῖν, παρ' οἷς ἐν τῇ ποιᾷ τῶν προσῳδιῶν συνθήκῃ, τοῦ ἐν τοῖς φθόγγοις τόνου βαρυνομένου τε καὶ ὀξυτονοῦντος καὶ βραχυνομένου τε καὶ παρατείνοντος, ὁ ῥυθμὸς ἀποτίκτε, ἀλλὰ ἀκατάσκευόν τε καὶ ἀνεπιτήδευτον τοῖς θείοις λόγοις ἐνείρας τὸ μέλος, ἑρμηνεύειν τῇ μελῳδίᾳ τὴν τῶν λεγομένων διάνοιαν βούλεται, τῇ ποιᾷ συνδιαθέσει τοῦ κατὰ τὴν φωνὴν τόνου τὸν ἐγκείμενον τοῖς ῥήμασι νοῦν ὡς δυνατὸν ἐκκαλύπτων. τὸ μὲν οὖν προσόψημα τῆς ἐδωδῆς τοιοῦτον, ᾧ καταγλυκαίνεται καθάπερ τισὶν ἡδύσμασιν ἡ τῶν διδαγ μάτων τροφή.

ΚΕΦΑΛΑΙΟΝ ∆ʹ

Καιρὸς δ' ἂν εἴη καὶ αὐτὴν ἤδη τὴν τῶν ἀρετῶν πανδαισίαν κατανοῆσαι τῷ

λόγῳ κατὰ τὴν προεκτεθεῖσαν ἡμῖν τεχνικὴν θεωρίαν. πρῶτον μὲν γὰρ φανεροῖς σημείοις διακεκριμένην ἔστιν εὑρεῖν τὴν ἀρετὴν ἐκ τῆς κακίας, ὡς ἀσύγχυτον εἶναι τὴν ἑκατέρου τούτων πρὸς τὸ ἐναντίον διαφοράν. ἐκ γὰρ τῆς ἐγγινομένης ἡμῖν ἀπ' αὐτῶν εὐφροσύνης τὸ ἐξαίρετον τῆς τῶν ἐπιτηδευμάτων ἰδιότητος δείκνυται, τῆς μὲν κακίας τὰς περὶ τὸ σῶμα αἰσθήσεις, τῆς δὲ ἀρετῆς τὴν ψυχὴν εὐφραινούσης· ὡς ἀπλανῆ τε καὶ ἀναμφίβολον εἶναι τὴν ἐκ τῶν σημείων τούτων εὑρισκομένην τοῦ ὑποκειμένου φύσιν. καὶ τοῦτο ἐξ ἄλλων τέ τινων κατά τε τὸ πρόχειρον καὶ κατὰ τὴν ἐν τῷ βάθει κειμένην θεωρίαν τῶν νοημάτων 5.35 ἐν πολλοῖς τῆς ψαλμῳδίας ἔστιν εὑρεῖν, καὶ μάλιστά γε κατὰ τὸν τέταρτον ψαλμόν, ἐν ᾧ φησι βαρυκαρδίους εἶναι τοὺς τὸ ψεῦδος καὶ τὸ μάταιον τῆς ἀληθείας μὴ διακρίνοντας, ἀλλ' ἀγαπῶντας μὲν τὸ ἀνύπαρκτον, περιορῶντας δὲ τὸ μένον καὶ τοῦ ἀγαπᾶσθαι ἄξιον. μόνην γὰρ εἶπε θαυμαστὴν ἀληθῶς εἶναι τὴν ὁσιότητα, τὰ δὲ ἄλλα πάντα τὰ ἀντὶ τῶν ἀγαθῶν σπουδαζόμενα τοῖς ἀνθρώποις ἐν ὑπολήψει κεῖσθαι, ἐφ' ἑαυτῶν οὐκ ὄντα, ἀλλ' ἐν τῇ ματαίᾳ τῶν ἀνθρώ πων οἰήσει τὸ εἶναι ἔχειν δοκοῦντα. καὶ ὡς ἂν φανερώτερον ἐκκαλύψειε τὸ περὶ τούτων δόγμα, προϊών φησιν, ὅτι οἱ πολλοὶ τὸ ἀγαθὸν ἐν τοῖς φαινομένοις ὁρίζονται, λέγοντες ἐκεῖνο μόνον εἶναι ἀγαθόν, ὅπερ ἄν τις τῇ αἰσθήσει προδείξῃ. Πολλοὶ γάρ, φησί, λέγουσι Τίς δείξει ἡμῖν τὰ ἀγαθά; ὁ δὲ πρὸς τὴν ἀρετὴν βλέπων τὴν μὲν ἀνδραποδώδη ταύτην τοῦ καλοῦ κρίσιν περιορᾷ. ἐν δὲ τῷ φωτὶ τὸ καλὸν βλέπει. καὶ οὕτως ἐπισημειοῦται τὴν θεοειδῆ τε καὶ ὑψηλὴν εὐφροσύνην· φῶς δὲ ἐκεῖνο λέγει τὸ ἐκ τοῦ θείου προσώπου ἀπαυγαζό μενον, οὗ καθικέσθαι ἡ αἴσθησις φύσιν οὐκ ἔχει. Ἐσημειώθη γάρ, φησίν, ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε. θεοῦ γὰρ πρόσωπον ἐν χαρακτῆρσί τισι θεωρούμενον οὔ μοι δοκεῖ ἕτερον παρὰ τὰς ἀρετὰς νοεῖν ὁ προφήτης· ταύταις γὰρ τὸ θεῖον εἶδος χαρακτηρίζεται. καὶ τοῦτο εἰπὼν τὸ τέλειον γνώρισμα λέγει τῆς ἀρετῆς· Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου, ἀντὶ τῆς ψυχῆς καὶ τοῦ νοῦ τὴν καρδίαν λέγων. οὐ γὰρ ἔστι τοῖς ἐκ