1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

8

τὴν τῶν ὄντων διασκοπεῖται φύσιν. διὰ τοῦτο τοῦ τρίτου τμήματος τῆς ψαλμῳδίας ταύτην πεποίηται τὴν ἀρχήν, ἐν ᾧ τοῦτο μάλιστα διεξετάζει ὁ λόγος, πῶς τὸ δίκαιον τῆς θείας κρίσεως ἐν τῇ ἀνωμαλίᾳ τοῦ βίου διασωθήσεται, οὐ κατὰ τὴν ἀξίαν τῶν προαιρέσεων τῆς κατὰ τὸν βίον τοῦτον εὐκληρίας ὡς τὰ πολλὰ τοῖς ἀνθρώποις ἐγγινομένης. πολλάκις γὰρ περὶ 5.41 τὸν αὐτὸν τὰς δύο κατιδεῖν ἔστιν ἀκρότητας, τὸ ἔσχατον ἐν κα κίᾳ καὶ τὸ κατὰ τὴν εὐημερίαν ἀκρότατον. πρὸς ὅν τις βλέπων ὀκλάζει πως τὴν διάνοιαν, μή ποτε κρεῖττον ᾖ τῇ ἀνθρωπίνῃ φύσει τὸ χεῖρον λεγόμενον, καὶ τὸ ἔμπαλιν κακὸν ἐκεῖνο, ὃ ἐν τῇ τοῦ κρείττονος ἀριθμεῖται μοίρᾳ. εἰ γὰρ ἐπαινεῖται μὲν ἡ δικαιοσύνη, πράττει δὲ κακῶς ὁ περὶ ταύτην ἐσπου δακώς, διαβάλλεται δὲ ἡ κακία καὶ πάντων τῶν σπουδαζο μένων διαρκεῖς τὰς ἀπολαύσεις τοῖς περὶ αὐτὴν ἐσπουδακόσι χαρίζεται, πῶς ἔστι μὴ προτιμοτέραν πρὸς βίου αἵρεσιν οἴεσθαι τὴν κακίαν τῆς ἀρετῆς, τὴν κατεγνωσμένην τῆς ἐγκωμιαζομένης; ὁ τοίνυν ὑψηλὸς τὴν διάνοιαν καὶ οἷον ἀπό τινος σκοπιᾶς ἐξεχούσης τοῖς ἀφεστηκόσι τὸν ὀφθαλμὸν ἐπεκτείνων εἶδεν ἐν ᾧ ἐστι τῆς κακίας πρὸς τὴν ἀρετὴν τὸ διάφορον, ὅτι ἐκ τῶν ἐσχάτων, οὐκ ἐκ τῶν παρόντων ἡ τούτων γίνεται κρίσις. τῷ γὰρ ἐποπτικῷ τε καὶ διορατικῷ τῆς ψυχῆς ὀφθαλμῷ ὡς παρὸν κατανοήσας τὸ δι' ἐλπίδος τοῖς ἀγαθοῖς ἀποκείμενον, καὶ παρελθὼν τῇ ψυχῇ πᾶν τι φαινό μενον, ἐντός τε τῶν οὐρανίων ἀδύτων παραδὺς καθάπτεται τῆς ἀκρισίας τῶν μικροπρεπῶς τὴν τοῦ καλοῦ κρίσιν τοῖς αἰσθητικοῖς μορίοις ἐπιτρεπόντων. δι' ὧν φησιν Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; τῷ αὐτῷ μορίῳ τοῦ λόγου τὸ μὲν οὐράνιον θαυμασ τικῶς μεγαλύνων τε καὶ ἐξαίρων τῷ λόγῳ, τὸ δὲ ἐπὶ γῆς τοῖς τῶν ἀνοήτων ὀφθαλμοῖς σπουδαζόμενον καταφρονητικῶς τε καὶ σκωπτικῶς ἐξευτελίζων τε καὶ μυσαττόμενος. ὡς εἴ τις τῶν ἐν φυλακῇ τεχθέντων μέγα τι κρίνων ἀγαθὸν εἶναι τὸν ζόφον, ᾧ ἐνετράφη τε καὶ συνηύξησεν, εἶτα τῆς ὑπαίθρου 5.42 χάριτος μετασχὼν καταγινώσκει τῆς προτέρας αὐτοῦ κρίσεως, λέγων οἵων θεαμάτων ἡλίου τε καὶ ἀστέρων καὶ παντὸς τοῦ περὶ τὸν οὐρανὸν κάλλους προετίθην τὸν συνήθη ζόφον δι' ἀπειρίαν τοῦ κρείττονος. οὗ χάριν προκαταγινώσκει τῷ λόγῳ τῆς περὶ τὸ καλὸν ἀκρισίας, κτηνώδη λέγων ἑαυτὸν εἶναι, ἕως ἐν ἐκείνοις τὸ ἀγαθὸν ἑώρα. ἐπεὶ δὲ ἐγένετο μετὰ τοῦ θεοῦ, θεὸς δὲ ὁ λόγος, καὶ πρὸς τὸ δεξιὸν ὡδηγήθη, ὁδηγὸς δὲ γίνεται αὐτῷ δεξιὸς διὰ τῆς βουλῆς ὁ λόγος καὶ εἶδε τὴν ἐν ἀρετῇ δόξαν, δι' ἧς γίνεται τοῖς πρὸς τὸν οὐρανὸν βλέπουσιν ἡ ἀνάληψις, τότε χρῆται ταῖς φωναῖς ἐκείναις, ὧν ἡ μὲν ἐν θαύματι ποιεῖται τὸ ἐν οὐρανοῖς ἀγαθόν, ἡ δὲ τὸ οὐτιδανόν τε καὶ μάταιον τῆς ἠπατημένης περὶ τὸν βίον σπουδῆς διαπτύει. ἔχει δὲ πᾶσα ἡ λέξις οὕτως· Κτηνώδης, φησίν, ἐγενόμην παρὰ σοί, τὴν ἄλογον ἐν τοῖς τοιούτοις διασημαίνων προσπάθειαν, εἶτα ἐπάγει Ἐγὼ δὲ διὰ παντὸς μετὰ σοῦ. τοῦτο δὲ εἰπὼν καὶ τὸν τρόπον τῆς πρὸς τὸν θεὸν συναφείας προστίθησιν, ὡς ἂν καὶ ἡμεῖς μάθοιμεν, πῶς ὁ πρότερον κτηνώδης μετὰ ταῦτα τῷ θεῷ συνάπτεται· Ἐκράτησας γάρ, φησί, τῆς χειρὸς τῆς δεξιᾶς μου. θεοῦ ἀντίληψιν λέγει, τὴν πρὸς τὰ δεξιὰ τῆς διανοίας ὁρμήν· Καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με· οὐ γὰρ ἄνευ θείας βουλῆς γίνεται ἡ ἐπὶ τὸ καλὸν ὁδηγία. Καὶ μετὰ δόξης προσελάβου με. καλῶς ἀντιδιαστέλλει τῇ αἰσχύνῃ τὴν δόξαν, ἥτις καθάπερ ὄχημά τι καὶ πτερὸν γίνεται τοῦ ὑπὸ τῆς θείας προσλαμβανο μένου χειρός, ὅταν τις ἑαυτὸν τῶν κατ' αἰσχύνην ἔργων ἀλλοτριώσῃ. καὶ οὕτω τοῖς ῥηθεῖσιν ἐπήγαγε· Τί γάρ 5.43 μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; ὃ δὴ ποιοῦσι μέχρι τοῦ νῦν οἱ πολλοὶ τῶν ἀνθρώπων· τοιούτων αὐτοῖς κατ' ἐξουσίαν ὑπαρχόντων ἐν τῷ οὐρανῷ, ὅμως ἐν εὐχῆς μέρει ποιοῦνται τὸ παρὰ τοῦ θεοῦ γενέσθαι τὰς φαντασιώδεις ἀπάτας, δυναστείαν τινὰ ἢ τιμὴν ἢ πλοῦτον ἢ τὸ δύστηνον τοῦτο δοξάριον, περὶ ὃ μέμηνεν ἡ ἀνθρωπίνη φύσις. ὁ δὲ ἐν τούτοις γενόμενος δι' ἀκολούθου ἐπάγει τὸ Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ