1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

10

ἐπιγραφή ἐστιν Προσευχὴ τῷ Μωυσῇ ἀνθρώπῳ τοῦ θεοῦ. ἐπειδὴ γὰρ κεκράτητο τῷ τῆς ἁμαρτίας κακῷ τὸ ἀνθρώπινον καὶ τῆς πρὸς τὸ ἀγαθὸν ἑνώσεως ἀπορραγὲν τοῖς ἐναντίοις συνεφύρετο πάθεσι καί τινος ἐδεῖτο πρεσβείας πρὸς τὸν ἀνακαλέσασθαι τῆς ἀπωλείας δυνάμενον, ἀντὶ πρέσβεως ὁ τοῦ θεοῦ ἄνθρωπος γίνεται, ὑπεραπολογούμενος μὲν τοῦ τῶν ὁμοφύλων πτώματος, εἰς δὲ τὸν τῶν ἀπολωλότων οἶκτον δυσωπῶν τὸ θεῖον. εὐθὺς γὰρ οἷον δικαιολογεῖται πρὸς τὸν ἀκούοντα καί φησι μόνῳ προσεῖναι τῷ θεῷ τὸ ἐν 5.46 παντὶ ἀγαθῷ πάγιόν τε καὶ ἀκίνητον καὶ ἀεὶ ὡσαύτως ἔχον· ἐν τροπῇ δὲ καὶ ἀλλοιώσει τὸ ἀνθρώπινον κείμενον μηδέποτε ἐπὶ τοῦ αὐτοῦ μένειν, μήτε εἰ πρὸς τὸ κρεῖττον ἀνίοι, μήτε εἰ ἐκπίπτοι τῆς μετουσίας τοῦ κρείττονος. οὗ χάριν καταφυγὴν εἰς σωτηρίαν ἀξιοῖ κατὰ πᾶσαν γενεὰν γίνεσθαι τοῦ πλανωμένου τὸν ἀμετάθετον. Ἔχει δὲ ἡ λέξις οὕτως· Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. διὰ τί τοῦτο λέγων; ὅτι σύ, φησίν, πρὸ τῆς κτίσεως εἶ, πᾶν τὸ αἰώνιον ἐμπεριέχων διάστημα, ἀφ' οὗ τε ἀρχὴν ἔσχεν ἡ τοῦ αἰῶνος φύσις καὶ εἰς ὅ τι προελεύ σεται πέρας· πέρας δὲ τοῦ ἀτελευτήτου ἡ ἀπειρία. Πρὸ τοῦ ὄρη γάρ, φησί, γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ. τὸ δὲ ἀνθρώπινον τῷ τρεπτῷ τῆς φύσεως ἐκ τοῦ ὕψους τῶν ἀγαθῶν πρὸς τὸ ταπεινόν τε καὶ ὀλισθηρὸν τῆς ἁμαρτίας κατενεχθὲν κατεσύρη· οὐκοῦν ὄρεξον, φησί, χεῖρα ὁ ἄπτωτος τῷ ὀλισθήσαντι, ὅπερ εἶ τῇ φύσει, καὶ ἡμῖν τοῦτο γινόμενος, καὶ Μὴ ἀποστρέψῃς αὐτὸν ἐκ τοῦ παρὰ σοὶ ὕψους εἰς τὴν τῆς ἁμαρτίας ταπείνωσιν. εἶτα τῆς δεσποτικῆς φωνῆς διάκονος γίνεται καὶ προφέρει τὴν φιλάνθρωπον ῥῆσιν λέγων· ὅτι Καὶ εἶπας· Ἐπιστρέψατε, υἱοὶ τῶν ἀνθρώπων. ἡ δὲ τοιαύτη φωνὴ δόγμα ἐστί· βλέπει γὰρ πρὸς τὴν φύσιν ὁ λόγος καὶ τὴν θεραπείαν τῶν κακῶν ὑποτίθεται. ἐπειδὴ γάρ, φησί, τρεπτοὶ ὄντες τοῦ ἀγαθοῦ ἀπερρύητε, χρήσασθε πάλιν πρὸς τὸ καλὸν τῇ τροπῇ· καὶ ὅθεν ἐκπεπτώκατε, ἐπὶ τὸ αὐτὸ πάλιν ἐπαναστρέψατε· ὡς ἐν τῇ προαιρέσει τῶν ἀνθρώπων εἶναι τὸ ἑαυτοῖς νέμειν 5.47 κατ' ἐξουσίαν ἃ βούλονται, εἴτε τὸ ἀγαθὸν εἴτε τὸ φαῦλον· τὸ δὲ ἐφεξῆς ἕτερον δόγμα ἐστί· φησὶ γὰρ Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, κύριε, ὡς ἡ ἡμέρα ἡ ἐχθές, ἥτις διῆλθε, τὰ δὲ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται. τί οὖν ἐν τούτοις δογματικῶς παιδευόμεθα; ὅτι τῷ ἐξ ἐπιστροφῆς πάλιν πρὸς τὸ ἀγαθὸν ἀναλύσαντι, κἂν μυρίοις ὁ βίος καταστιχθῇ πλημμελήμασιν, ὡς χιλίων ἐτῶν δοκεῖν εἶναι τῶν κακῶν τὸ ἄθροισμα, ἀντ' οὐδενός ἐστι τῷ θεῷ ἐπὶ τοῦ ἐπιστραφέντος· ὁ γὰρ θεῖος ὀφθαλμὸς τὸ ἐνεστὸς ἀεὶ βλέπει, τὸ δὲ παρῳχηκὸς οὐ λογίζεται, ἀλλ' ἀντὶ μιᾶς ἡμέρας ἢ μέρους νυκτὸς παρὰ τῷ θεῷ κρίνεται, ἥτις παρῆλθέ τε καὶ παρέδραμε. τὸ δὲ ἐνεστὸς ἐν κακίᾳ, κἂν ὡς μηδὲν παρὰ τῶν ἁμαρτανόντων ἐξευτελίζηται, ὡς ἐτῶν πλῆθος τῷ θεῷ καθορᾶται. φησὶ γὰρ Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται. καλῶς δὲ καὶ προσφυῶς ἐξουδενώματα ὀνομάζει τὰ πλημμελήματα· ὅτι πέφυκέ πως ὁ τὸ κακὸν ἐνεργῶν ἀντ' οὐδενὸς ἡγεῖσθαι τὸ πλημμελούμενον καί τινας ἑκάστου τῶν κατὰ κακίαν γινομένων παρευρίσκειν ἀπολογίας, ὥστε πρόχειρον εἶναι τὸ ἐφ' ἑκάστῳ λέγειν Οὐδὲν ἡ ἐπιθυμία καὶ οὐδὲν ἡ ὀργὴ καὶ οὐδὲν ἕκαστον τῶν τοιούτων ἐστί· φύσεως γὰρ ταῦτα κινήματα· ἡ δὲ φύσις ἔργον θεοῦ. οὐκ ἄν τι τούτων ἔν τινι νομισθείη κακῷ τῷ ἐφορῶντι τὴν ἀνθρωπίνην ζωήν· διὰ τοῦτό φησιν, ὅτι τὰ ἐξουδενώματα ταῦτα, ὅταν παρῇ τῇ προαιρέσει τοῦ ἐνεργοῦντος καὶ μὴ παρέλθῃ, ὡς πλάτος ἐτῶν παρὰ τῷ θείῳ ὀφθαλμῷ τὰ καθ' ἕκαστον κρίνεται. Πάλιν τὸ παροδικὸν τῆς φύσεως ἡμῶν ὑπογράφει τῷ λόγῳ, ὡς ἂν μᾶλλον εἰς ἔλεον τὸν θεὸν δυσωπήσειε. λέγει γάρ, ἐναργῶς ὑπ' ὄψιν ἄγων τῷ ὑποδείγματι, τί χρὴ νομίζειν 5.48 εἶναι τὴν τῆς φύσεως ἡμῶν ἀθλιότητα, πρωίαν καὶ ἑσπέραν, τουτέστι νεότητα καὶ γῆρας· χλόην ἐν τῷ ὄρθρῳ καὶ ἄνθος καὶ πάροδον. καὶ μετὰ τοῦτο τῆς κατὰ τὴν ἡλικίαν νοτίδος ἀναλωθείσης καὶ τοῦ φυτοῦ ἀπανθήσαντος τῆς τε συμφυοῦς ὥρας διαπνευσθείσης, ξηρότης καὶ μαρασμὸς τὸ λειπόμενον. οὕτω γάρ φησιν ὁ λόγος ὅτι