1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

11

Τὸ πρωὶ ὡσεὶ χλόη παρέλθοι, τὸ πρωὶ ἀνθήσαι καὶ παρέλθοι, τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη, καὶ ξηρανθείη. τοῦτο ἡ ἀνθρωπίνη φύσις. ἐν δὲ τοῖς ἐφεξῆς πλέον κατοικτίζεται τὸ ἀνθρώπινον, λέγων δεδαπανῆσθαι τῇ ὀργῇ τὴν τῶν ἀνθρώπων ζωὴν οἷόν τινι ἀνέμῳ τῇ τοῦ θυμοῦ προσβολῇ χειμαζομένην. δῆλον δὲ ὅτι διὰ τῆς ὀργῆς καὶ τοῦ θυμοῦ τὴν ἀποστατικὴν διασημαίνει ἐνέργειαν, δι' ἧς ἔκλειψις μὲν γίνεται τῆς ζωῆς τοῖς ἀνθρώποις, ταραχὴ δὲ τοῦ ἡσυχάζοντος. οὕτω δὲ ἡ λέξις ἔχει, ὅτι Ἐξελίπομεν ἐν τῇ ὀργῇ σου καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. καὶ τούτοις ἐπάγει δι' ἀκολούθου τὸ μὴ πρέπειν θεῷ θέαμα ποιεῖσθαι τὴν ἀνθρωπίνην κακίαν, μηδὲ δεῖν φαίνεσθαι τῷ ἀκηράτῳ προσώπῳ τὸν ἐμμολυνθέντα ταῖς ἁμαρτίαις ἡμῶν αἰῶνα· λέγει δὲ οὑτωσὶ τῇ φωνῇ τὴν τοιαύτην ἑρμηνεύων διάνοιαν· Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σοῦ. ὡς ἂν εἴ τις τὸ ἵνα τί προσθεὶς ἐπὶ τὸ σαφέστε ρον προάγοι τὸν λόγον, ὡς εἶναι τοιαύτην τοῦ ῥήματος τὴν διάνοιαν, ὅτι Σοὶ πρέπει τὰ καλὰ ἐν ὀφθαλμοῖς ἔχειν, τὸ δὲ ἄνομον τοῦ παρὰ σοῦ ὁρᾶσθαι ἀνάξιον. τοιοῦτον οὖν ποίησον τὸ ἀνθρώπινον, ὡς τῆς σῆς ἐπισκοπῆς μὴ ἀνάξιον εἶναι, ἀλλὰ γενέσθαι τὸν αἰῶνα ἡμῶν τοῦ σοὶ φαίνεσθαι ἄξιον· ὡς τό γε νῦν ἔχον πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον· τὸ γὰρ ἐν σοὶ μὴ εἶναι, οὐδέ ἐστιν ὅλως εἶναι· ὧν γὰρ ἐπικρατήσει ἡ τῆς ὀργῆς 5.49 δυναστεία, ἀνυπόστατός τε καὶ σκιοειδής ἐστιν ἡ ζωὴ καθ' ὁμοιότητα τοῦ ἀραχνίου νήματος· ὡς γὰρ ἐκεῖνο φαίνεται μέν, ἕως ἂν συνεστὸς τύχῃ, εἰ δέ τις ἐπαγάγοι τὴν χεῖρα, παραχρῆμα πρὸς τὴν ἐπαφὴν τῶν δακτύλων διαρρυὲν ἀφανίζεται· οὕτως καὶ ὁ ἀνθρώπινος βίος ταῖς ἀνυποστάτοις σπουδαῖς οἷόν τισιν ἐναερίοις νήμασιν ἀεὶ συμπλεκόμενος μάτην ἐξυφαίνει ἑαυτῷ τὴν ἀνύπαρκτον ἱστουργίαν. οὗπερ εἴ τις καθάψαιτο στερρῷ λογισμῷ, διαδιδράσκει τὴν λαβὴν ἡ ματαία σπουδὴ καὶ εἰς οὐδὲν ἀφανίζεται· πάντα γὰρ τὰ κατὰ τὴν ζωὴν ταύτην σπουδαζό μενα οἴησίς ἐστι καὶ οὐχ ὑπόστασις· οἴησις ἡ τιμή, τὸ ἀξίωμα, τὸ γένος, ὁ τύφος, ὁ ὄγκος, ὁ πλοῦτος, πάντα τὰ οἷς ἐμμελετῶσιν αἱ τοῦ βίου ἀράχναι, οὗ χάριν τὰ τοιαῦτα τοῦ θεοῦ δεῖται θεραπεύοντος· ταύτην γὰρ ἡγοῦμαι τοῦ ῥητοῦ τὴν διάνοιαν τοῦ λέγοντος ὅτι Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη· ἐὰν δὲ ἐν δυναστείαις ὀγδοή κοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. οὐχ ὅτι τῷ ὑπὲρ τὸ μέτρον τοῦτο ζῶντι ὁ βίος ἐπίπονος, ἀλλ' ὅτι τῆς οὕτω βραχείας ζωῆς ἐν κόπῳ τὸ πλέον ἐστὶ καὶ πόνῳ. πόνος, ἡ νηπιότης· κόπος, ἡ νεότης· ὁ ἐν τῷ μέσῳ βίος πλέον τοῖς πόνοις ἐνδαψιλεύεται. τὸ δὲ γῆρας διαφερόντως αὐτῇ τῇ πολιᾷ καὶ ταῖς ῥυτίσι τὸν πλεονασμὸν τοῦ κόπου μαρτύρεται. πάλιν ἕτερον ἐπινοεῖ τρόπον, ὅπως ἂν τοῖς ἀνθρώποις ἱλεωθείη τὸ θεῖον. τοιαύτη δὲ τῶν λεγομένων ἐστὶν ἡ διάνοια· ὁ μὲν τῶν ἁμαρτιῶν ἡμῶν ὄγκος μεγάλην ἐφέλκε τὴν τιμωρίαν· οὐτιδανὴ δὲ τῆς φύσεως ἡ ὑπόστασις, ὡς μὴ χωρῆσαι τὴν κατ' ἀξίαν ἐπὶ τοῖς πλημμεληθεῖσιν ὀργήν. ἀλλὰ κἂν πρᾶον ᾖ τὸ ἐπαγόμενον εἰς τιμωρίαν ἡμῖν, ἱκανὸν ἔσται πρὸς παιδείαν τοῖς ὑπομένουσιν· εἰ οὖν τὸ 5.50 πρᾶον τῆς ἀντιδόσεως πρὸς παίδευσίν τε καὶ τιμωρίαν ἐξήρκεσεν, τίς τὸ κράτος τῆς ὀργῆς ὑποστήσεται; ἢ τίς ἀριθμὸς τοῦ θυμοῦ τὸν φόβον ἐκμετρῆσαι δυνήσεται; Εἰ οὖν ἀνυπόστατος μὲν ἡ ὀργή, χωρητὴ δὲ ἡ κατὰ φιλανθρωπίαν ἐνέργεια, οὕτως γνώρισον ἡμῖν τὴν δεξιάν σου, ὡς χωρῆσαι δυνάμεθα ἐν σοφίᾳ, οὐκ ἐν τιμωρίᾳ, παρὰ σοῦ τῆς παιδεύσεως ἡμῖν ἐνεργουμένης. προεκτεθείσης τοίνυν ἡμῖν τῆς διανοίας, ἀκόλουθον ἂν εἴη καὶ αὐτὰ ἐπαγαγεῖν τὰ θεόπνευστα ῥήματα τοῦτον ἔχοντα τὸν τρόπον· Ὅτι ἐπῆλθε πραότης ἐφ' ἡμᾶς καὶ παιδευθησόμεθα. τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου ἐξαριθμήσασθαι; τὴν δεξιάν σου οὕτως γνώρισόν μοι καὶ τοὺς πεπαιδευμένους τὴν καρδίαν ἐν σοφίᾳ ἐπίστρεψον· καλὴ δὲ ἡ λέξις ἡ κατὰ τὸ ἀκόλουθον ἐπαχθεῖσα τοῖς εἰρη μένοις. λέγει γὰρ ὅτι οὐ χωροῦμεν δι' ἀσθένειαν φύσεως τὸ τῆς ὀργῆς μέγεθος, ὃ κινεῖ καθ' ἡμῶν ἡ ἁμαρτία, χρήζομεν δὲ τοῦ παιδευθῆναι. Παιδευσάτω ἡμᾶς ἡ δι' ἐπιστροφῆς σωτηρία μᾶλλον ἤπερ ἡ ἐπὶ τοῖς