1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

13

δυνατὸν εἶναι τὴν τοῦ θεοῦ λαμπρότητα τῇ ἀνθρωπίνῃ πάλιν ἐπιλάμψαι ζωῇ, νῦν πᾶσαν τὴν ἐκ θεοῦ γινομένην χάριν ἡμῖν ἀνακαλύπτει τῷ λόγῳ πολυτρόπως αὐτὴν ὑπ' ὄψιν ἄγων τοῖς ἀπὸ τοῦ ὕψους καθορῶσι τὰ θεῖα θαύματα. οὐ γὰρ ἠρκέσθη δι' ἑνὸς τρόπου παραδηλῶσαι τὴν χάριν, ἀλλὰ ποικίλως μὲν δια σκευάζει τὰς συμφοράς, αἷς διὰ τῆς πρὸς τὸ κακὸν ῥοπῆς συνεπέσομεν. πολυτρόπως δὲ τὴν γενομένην ἡμῖν ἐκ τοῦ θεοῦ πρὸς τὸ ἀγαθὸν συμμαχίαν ἐκδιηγεῖται, ὡς ἂν τὰς εἰς τὸ εὐχαριστεῖν ἀφορμὰς πλεονάσειε, πρὸς λόγον τῶν ἀγαθῶν καὶ τῆς εὐχαριστίας πρὸς τὸν θεὸν πλεοναζούσης. Εὐθὺς γάρ φησι τοῦ λόγου ἀρχόμενος Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· τῆς γὰρ ἐξομολογήσεως ἐπὶ τῆς εὐχαριστίας νῦν, οὐκ ἐπὶ τῆς ἐξαγορεύσεως νοουμένης, ἐπὶ τῇ ἀγαθότητι τὸν θεὸν δοξάζειν διακελεύεται μόνῃ, τοῦτο σημαίνων, ὅτι ὅσα γέγονεν ἐκ θεοῦ τοῖς ἀνθρώποις ἀγαθὰ καὶ σωτήρια, χάριτι πάντα καὶ ἀγαθότητι γέγονεν. οὐδεμίαν ἡμῶν πρὸς τὸ ἀγαθὸν αἰτίαν παρασχομένων, τοὐναντίον μὲν οὖν ἐν πάσῃ κακίᾳ γεγονότων ἡμῶν ἐκεῖνος τῆς ἰδίας οὐκ ἐξίσταται φύσεως, ἀλλ' ὅπερ ἐστί, τοῦτο ποιεῖ. οὐδὲ γὰρ εἰκὸς ἦν τὸν ἀγαθὸν τῇ φύσει ἄλλο τι παρ' ὃ πέφυκεν ἐνεργῆσαι. Εἰπάτωσαν, φησίν, οἱ λελυτρωμένοι ὑπὸ κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ, καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτούς, ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης. τὴν παντελῆ τοῦ 5.54 γένους τῶν ἀνθρώπων πρὸς τὸ ἀγαθὸν ἐπάνοδον ὁ λόγος εὐαγγελίζεται. ἡ γὰρ λύτρωσις τὴν ἀπὸ τῆς αἰχμαλωσίας ἀνάκλησιν ἑρμηνεύει τῷ ῥήματι. ὁ δὲ θεὸς λύτρον δέδωκεν ἑαυτὸν ὑπὲρ τῶν κεκρατημένων ὑπὸ τοῦ θανάτου Τῷ τὸ κράτος ἔχοντι τοῦ θανάτου· καὶ ἐπειδὴ πάντες ἦσαν ἐν τῇ τοῦ θανάτου φρουρᾷ, πάντας δηλονότι ἐξωνεῖται τῷ λύτρῳ, ὡς μηδένα καταλειφθῆναι τῇ δυναστείᾳ τοῦ θανάτου μετὰ τὴν γινομένην τοῦ παντὸς ἀπολύτρωσιν. οὐδὲ γάρ ἐστι δυνατὸν ἐν θανάτῳ τινὰ εἶναι, τοῦ θανάτου μὴ ὄντος. ∆ιὸ τετραχῇ τῆς οἰκουμένης ἁπάσης κατὰ τὴν θέσιν διῃρημένης, οὐδὲν ὁ λόγος ὑπελείπετο μέρος τῆς θείας λυτρώσεως ἄμοιρον. φησὶ γὰρ Ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης, θαλάσσῃ διασημαίνων τὸ νότιον. ἐν κεφαλαίῳ τοίνυν τὴν τοῦ θεοῦ προεκθέμενος εὐποιΐαν, ἣν ἐπὶ πάσης τῆς ἀνθρωπίνης ἐνήργησε φύσεως, μετὰ τοῦτο διασκευαῖς τισι τήν τε πρὸς τὸ κακὸν ἀπορροὴν τῶν ἀνθρώπων ἐκδιηγεῖται καὶ τὴν ἐφ' ἑκάστῳ γεγενημένην παρὰ τοῦ θεοῦ πρὸς τὸ κρεῖττον χειραγωγίαν· λέγει δὲ οὕτως· Ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ ἐν ἀνύδρῳ ὁδόν· ἀφέντες γάρ, φησί, τὴν ὁδὸν (ὁδὸς δέ ἐστιν ὁ κύριος) ἐν τῇ ἐρήμῳ ἔξω τῆς τοῦ θεοῦ ἐπισκοπῆς ἐπλανῶντο, ἣ ξηρὰ ἦν πᾶσα καὶ ἄνικμος τῆς πνευματικῆς δρόσου κεχωρισμένη. διὰ τοῦτο τὴν πόλιν τοῦ θεοῦ, ἐν ᾗ τὸ κατοικητήριον τῶν ἀξίων ἐστίν, ἐν τῇ ἀνοδίᾳ πλανώμενοι εὑρεῖν οὐκ ἠδύναντο. φησὶ γὰρ ὅτι 5.55 Πόλιν κατοικητηρίου οὐχ εὗρον πεινῶντες καὶ διψῶντες· τῇ γὰρ ἀτροφίᾳ τῆς δυνάμεως αὐτῶν ἐκλειπούσης, ἐν ἐπιτάσει τὸ κακὸν αὐτοῖς ἦν. πῶς γὰρ ἦν τροφὴ ἐν αὐχμώσῃ τε καὶ ἀγόνῳ τῇ γῇ; πόθεν δὲ θεραπεῦσαι τὸ δίψος ἐν τῇ ἀνύδρῳ; δῆλον δὲ ὅτι οὔτε τροφὴν τὸν ἄρτον οὔτε πόσιν τὸ ὕδωρ ἡ προφητεία λέγει, ἀλλὰ τροφὴν μὲν τὴν ἀληθῆ βρῶσιν, πόσιν δὲ τὸ πνευματικὸν ἐκεῖνο πόμα· τὰ δὲ δύο ταῦτα ὁ κύριος γίνεται, καταλλήλως τοῖς δεομένοις ἑαυτὸν ἐμπαρέχων, τροφὴ μὲν τοῖς πεινῶσι, πηγὴ δὲ τοῖς διψῶσι γινόμενος. τίς οὖν εὑρέθη τῆς τοιαύτης ἀμηχανίας ἡ λύσις, τῆς πλάνης, τῆς ἐρημίας, τῆς ἐν ἀνύδρῳ ταλαιπωρίας, τῆς ἐκ τοῦ λιμοῦ γινομένης λειποθυμίας; ὢ τοῦ θαύματος! μία φωνὴ πρὸς τὸν θεὸν ἐπιστρεπτικῶς γινομένη πάντα πρὸς τὸ καλὸν μετεποίησεν. Ἐκέκραξαν γάρ, φησί, πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτοὺς καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου. ὁδὸν λέγει αὐτὸν τὸν κύριον, ἧς ἀπεσφάλησαν. λέγει δὲ ἡ ὁδὸς αὕτη ἐν τῷ εὐαγγελίῳ ὅτι Οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ὁ πατήρ μου βούληται ἑλκύσαι αὐτόν. διὰ τοῦτο ὁ θεὸς τοὺς