1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

15

αὐτῶν ἔσωσεν αὐτούς, καὶ διηγεῖται τῆς σωτηρίας τὸν τρόπον· εὐαγγέλιον δὲ ἄντικρύς ἐστιν ἡ διήγησις· Ἀπέστειλε γάρ, φησί, τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν· ὁρᾷς ζῶντα καὶ ἔμψυχον λόγον ἐπὶ σωτηρίᾳ τῶν ἀπολλυμένων ἀποστελλό μενον καὶ τῆς φθορᾶς τὸν ἐν αὐτῇ γεγονότα ῥυόμενον. ποῖος εὐαγγελιστὴς οὕτω γυμνῶς ἐκβοᾷ τὸ μυστήριον; οὐκοῦν ἀνευφημείσθω, φησί, παρὰ τῶν εὖ πεπονθότων ἡ χάρις, καὶ ὕμνος ἐπὶ ταῖς εὐεργεσίαις ἡ εὐφημία γινέσθω. Θυσάτω σαν γὰρ αὐτῷ, φησί, θυσίαν αἰνέσεως, καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει. μετὰ ταῦτα πάλιν διασκευάζει τὰ πάθη καὶ πάλιν ἐπάγει τοῦ θεοῦ μετὰ τὰ πάθη τὴν χάριν. λέγει δὲ τὴν ἀβουλίαν τῶν ἀνθρώπων, ὅτι καταλιπόντες τὴν σταθερὰν καὶ ἀκλυδώνιστον ζωὴν πελάγιοι τῇ προαιρέσει ἐγένοντο· Οἱ καταβαίνοντες γάρ, φησίν, εἰς τὴν θάλασσαν ἐν πλοίοις, καὶ ἀντὶ τοῦ ἐργάζεσθαι τὸν παράδεισον, ἐν ᾧ 5.59 πρότερον ἐτάχθησαν, ὑποβρύχιον ποιούμενοι τὴν ἐργασίαν. θάλασσαν δὲ λέγει τὴν ὑλώδη ταύτην ζωὴν τὴν πᾶσι τοῖς τῶν πειρασμῶν ἀνέμοις ταρασσομένην καὶ τοῖς ἐπαλλήλοις πάθεσι κυμαινομένην. Ποιοῦντες γάρ, φησίν, ἐργασίαν ἐν ὕδασι πολλοῖς. καὶ Αὐτοὶ εἶδον τὰ ἔργα κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ. βύθιοι γὰρ ἐν τῇ κακίᾳ τοῦ βίου γενόμενοι καὶ πολλάκις τὰ πονηρὰ τῆς ψυχῆς παθόντες ναυάγια, εἶδον ἐφ' ἑαυτῶν τὰ τῆς φιλανθρωπίας ἔργα τοῦ ἐκ τῶν βυθῶν ἡμᾶς ἀνασώσαντος. Εἶπεν γάρ, φησίν, καὶ ἔστη πνεῦμα καταιγίδος. τοῦτο δὲ οὐκ εἰς τὸν θεὸν ἀλλ' εἰς τὸν ἐχθρὸν ἀνακτέον τὸ νόημα. ἡ γὰρ τοῦ ἀντικειμένου φωνὴ τὸ τῆς καταιγίδος πνεῦμα ἐργάζεται. καταιγὶς δὲ λέγεται βίαιος ἄνεμος οὐκ ἐπ' εὐθείας προσπίπτων, ἀλλὰ περὶ ἑαυτὸν ἀνειλούμενος δι' ὀξείας στροφάλιγγος, ὃς ἐπειδὰν ἐμπέσῃ ποτὲ βιαίως τῷ ὕδατι, καθάπερ τινὸς πέτρας ἐγκαταβληθείσης μεγάλης, ὑποκλυσθεῖσα τῷ βάρει ἡ θάλαττα σχίζεται κατ' ἀνάγκην τῇ βίᾳ τοῦ πνεύματος, ὅπουπερ ἂν ἐνσκήψῃ βρίσας ὁ ἄνεμος, τῆς τοῦ βάρους ἐμπτώσεως ἔνθεν καὶ ἔνθεν ἐπὶ τὸ ἄνω τὸ ὕδωρ ἀναπτυούσης. διὰ τοῦτο προστίθησιν ἐναργῶς ὑπογράφων τὰ φοβερά, ὅτι ὁμοῦ τῷ ἐνσκῆψαι τὸ πνεῦμα τῆς καταιγίδος Ὑψώθῃ τὰ κύματα τῆς θαλάσσης ἀναβαίνοντα ἕως τῶν οὐρανῶν καὶ καταβαίνοντα ἕως τῶν ἀβύσσων. τῷ ὄντι γὰρ ἡ εἰς τὸ ὕψος τῶν τοιούτων κυμάτων ἔπαρσις, λέγω δὴ τὰ τῶν παθῶν κύματα, τῆς εἰς τὴν ἄβυσσον καταβάσεως αἴτια γίνεται. ἄβυσσον δὲ πολλαχῇ τῆς γραφῆς τὸ τῶν δαιμόνων ἐνδιαίτημα μεμαθήκαμεν. οἱ δὲ τῇ ταραχῇ ταύτῃ καὶ τῷ σάλῳ τῶν κυμάτων ἐγκυματισθέντες ἔκφρονες ὑπὸ σκοτώσεως γίνονται, 5.60 καθάπερ ὑπὸ μέθης τῆς κατὰ τὸν πλοῦν τὸν τοιοῦτον ἀηδίας καρηβαρήσαντες· Ἐταράχθησαν γάρ, φησίν, καὶ ἐσαλεύθησαν ὡς ὁ μεθύων. οἱ δὲ ἅπαξ τοῦ φρονεῖν ἔξω γενόμενοι οὐδεμιᾶς εὐποροῦσι πρὸς σωτηρίαν βουλῆς, ἀλλὰ προναυαγεῖ αὐτῶν ἡ σοφία καὶ προαπόλλυται. διὰ τοῦτό φησιν, ὅτι καὶ Πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη. καὶ πάλιν καὶ τούτων ἐν τοσούτοις γεγονότων κακοῖς λύσις γίνεται τῆς ἀμηχάνου ταύτης ταλαιπωρίας ἡ πρὸς τὸ θεῖον φωνή. Ἐκέκραξαν γάρ, φησί, πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτούς. καὶ παραχρῆμα ἡ καταιγὶς εἰς πνεῦμα μετεβλήθη φορόν τε καὶ πλόϊμον, καὶ γαληνιάζει ἐκ τῶν κυμάτων καταστορεσθεῖσα δι' ἡσυχίας ἡ θάλασσα. Ἔστησε γάρ, φησί, τὴν καταιγίδα εἰς αὔραν, καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς. τάχα τῷ τῆς σιγῆς ὀνόματι προαιρετικάς τινας εἶναι δυνάμεις σημαίνει τὰ κύματα· δι' ὧν τὴν ἀποστατικὴν φύσιν ἐνδείκνυται, πρὸς ἣν εἶπεν ἐν τῷ εὐαγγελίῳ ὁ κύριος Σιώπα, πεφίμωσο. αὔραν δὲ λέγει τὴν τοῦ πνεύματος χάριν, ἣ διὰ τῶν νοητῶν ἱστίων τῷ θείῳ λιμένι τὴν ψυχὴν ἐνορμίζει, κυβερνῶντος τοῦ λόγου καὶ πρὸς τὸν πλοῦν κατευθύνοντος. Ὡδήγησε γάρ, φησίν, αὐτοὺς ἐπὶ λιμένα θελήματος αὐτοῦ. ἐπὶ τούτοις πάλιν ἀνυμνεῖν τὴν χάριν διακελεύεται λαόν τε καὶ ἐκκλησίαν, μόνον οὐχὶ τὴν παροῦσαν τῶν ἐκκλησιῶν ὑπογράφων τῷ λόγῳ κατάστασιν, ὅτι ἐν τῇ καθέδρᾳ τῶν προηγουμένων