1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

16

τοῦ λόγου ταῦτα κηρύσσεται τοῦ θεοῦ τὰ θαυμάσια, δι' ὧν ἡ πίστις βεβαία γίνεται τοῖς ἀκούουσιν. Ὑψωσάτωσαν γάρ, φησίν, αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ καὶ ἐν καθέδρᾳ πρεσβυ τέρων αἰνεσάτωσαν αὐτόν. καὶ προστίθησι τῶν εὐχαριστιῶν 5.61 τὰς αἰτίας, ὅτι παρὰ τοῦ θεοῦ ποταμοὶ οἱ μὲν γίνονται, οἱ δὲ ἀπόλλυνται. τὰ μὲν γὰρ ῥεύματα τῆς κακίας ἐξαφανίζεται· αἱ δὲ τῶν ἀρετῶν διέξοδοι τοὺς τέως αὐχμῶντας ἐπικλύζουσι τόπους. Ἔθετο γάρ, φησί, ποταμοὺς εἰς ἔρημον καὶ διεξόδους ὑδάτων εἰς δίψαν. ποταμοὺς δὲ λέγει τὰς τῶν παθημάτων ἐπιρροὰς καὶ διεξόδους ὑδάτων τὰς τῶν κακῶν ἀκολουθίας. ὅταν ἀεὶ πονηρὰ πονηροῖς ἐπισυνάπτοντες οἱ ἄνθρωποι, καθάπερ τι ῥεῦμα τὸν ὁλκὸν τῆς κακίας ἀπομηκύνωσιν. ἀλλὰ καὶ τὴν Γῆν, φησίν, καρποφόρον εἰς ἅλμην ἐποίησεν· ἡ γὰρ τῶν κακῶν εὔφορος ψυχὴ μεταποιηθεῖσα διψώδης ἐγένετο τῷ θείῳ ἅλατι τῆς διδασκαλίας ἐπαρτυθεῖσα, ὡς μηκέτι τὴν κακίαν τῶν κατοικούντων αὔξεσθαι ταῖς πονη ραῖς τῶν ὑδάτων ἐπιρροαῖς τρεφομένην, ἁλμῶσαν δὲ καὶ διψάδα ψυχὴν τὴν τὸ μακαριστὸν δίψος ἀναλαβοῦσαν λίμνην γενέσθαι τῇ συστροφῇ τῶν ἀρετῶν πελαγίζουσαν. Ἔθετο γάρ, φησί, ἔρημον εἰς λίμνας ὑδάτων καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων. τοῦτο δὲ πόλις γίνεται, ἣν οἱ διψῶντες τὴν δικαιοσύνην οἰκοῦσιν. οὐδεὶς γὰρ ναυτιώδης τε καὶ ἀνόρεκτος τῆς τοιαύτης λίμνης καὶ τῶν τοιούτων ὑδάτων πρόσοικος γίνεται πλήσμιον ἐν κακίᾳ τὴν ψυχὴν ἐπαγόμενος. σπείρουσι δὲ τοὺς ἀγροὺς καὶ φυτεύουσι τοὺς ἀμπελῶνας· τὰς θείας ἐντολὰς καὶ τὴν ἐνάρετον πολιτείαν τοῖς τοιούτοις διασημαίνων αἰνίγμασι. σπέρμα γὰρ τῆς μελλούσης ἐπικαρ πίας ἐστὶν ἡ ἐντολή, ἀρετὴ δὲ ἡ ἄμπελος ἡ διὰ τῶν λογικῶν βοτρύων τῷ τῆς σοφίας κρατῆρι τὸν οἶνον ἐγχέουσα. ταῦτα δὲ οὐδὲν ἄλλο ἢ εὐλογίας πλῆθός ἐστιν. Εὐλόγησε γάρ, φησίν, αὐτοὺς καὶ ἐπληθύνθησαν σφόδρα, καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν. κτήνη λέγει τὴν ὑποχείριον τῶν τῆς ψυχῆς κινημάτων ὑπηρεσίαν, ὅταν πρὸς ἀρετὴν 5.62 ἕκαστον τῶν ἐν ἡμῖν χρησιμεύῃ· ἀγαθὸν κτῆνός ἐστιν ὁ θυμός, ὅταν τοῦ λογισμοῦ ὑποζύγιον γένηται· ἕτερον τοιοῦτον κτῆνος ἡ ἐπιθυμία νωτοφοροῦσα τρόπον τινὰ καὶ βαστάζουσα τὴν ψυχὴν καὶ ἐπὶ τὸ ὕψος ἀνάγουσα, ὅταν ἐπὶ τὰ ἄνω τῇ ἡνίᾳ τῆς διανοίας εὐθύνηται. καὶ τὰ ἄλλα πάντα κτήνη ἐστὶν αὐξόμενα τῇ εὐλογίᾳ, ὅταν πρὸς τὰ μεγάλα γένηται ἡμῖν ἡ παρὰ τούτων ὑπηρεσία. εἶτα πάντων τῶν εἰρημένων ἀνακεφαλαίωσιν ἐν τῷ ἐφεξῆς ποιεῖται λόγῳ. πολυτρόπως γὰρ τά τε πάθη διελθὼν καὶ τὰς θείας εὐεργεσίας ὑπ' ὄψιν ποιήσας νυνὶ δι' ὀλίγου πάλιν ἐκπεριλαβὼν ἀνακεφα λαιοῦται τῷ λόγῳ, ἐν οἷς φησιν ὅτι Ὠλιγώθησαν καὶ ἐκακώθη σαν ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης, διὰ μὲν τοῦ ὀλίγου σημαίνων τὴν βραχύτητα καὶ τὴν γενομένην ἀπὸ τοῦ ὕψους τε καὶ μεγέθους εἰς τὸ ταπεινὸν συστολήν· τὸ γὰρ ὀλίγον τὸ βραχύτατον σημαίνει κατὰ τὴν ἔννοιαν· τῇ δὲ κακώσει τὴν πρὸς τὸ κακὸν οἰκειότητα, θλῖψιν δὲ καὶ ὀδύνην πανταχοῦ τὸ πέρας λέγει τῆς τῶν ἀγαθῶν ἀποπτώσεως, ὡς ἐν ἑτέρῳ ψαλμῷ τὸ τοιοῦτον διέξεισι λέγων· Περιέσχον με ὠδῖνες θανάτου. κίνδυνοι ᾅδου εὕροσάν με. θλῖψιν καὶ ὀδύνην εὗρον. ὠδῖνας θανάτου καὶ κινδύνους ᾅδου τὰς ἁμαρτίας εἰπὼν ἐπάγει τὸ πέρας εἰς ὃ τελευτᾷ τῆς ἁμαρτίας ἡ φύσις· ὅπερ οὐδὲν ἄλλο ἢ θλῖψίς τε καὶ ὀδύνη ἐστίν, οὕτω τοῦ εὐαγγελίου διὰ τοῦ κλαυθμοῦ καὶ βρυγμοῦ τῶν ὀδόντων τὸ αὐτὸ τοῦτο διασημαίνοντος. εἶτα προστίθησι δι' ἀκολούθου τὸ Καὶ ἐξεχύθη ἐξουδένωσις ἐπ' ἄρχοντας αὐτῶν. ∆ιδάσκει δὲ διὰ τούτων ὅτι τὸ μὲν ἐν τῷ ὄντι εἶναι ἀληθῶς 5.63 ἐστιν εἶναι. εἰ δέ τι τοῦ ὄντος ἐκπέπτωκεν, οὐδὲ ἐν τῷ εἶναι ἐστί. τὸ γὰρ ἐν κακίᾳ εἶναι οὐκ ἔστι κυρίως εἶναι, διότι αὐτὴ καθ' ἑαυτὴν ἡ κακία οὐκ ἔστιν, ἀλλ' ἡ τοῦ καλοῦ ἀνυπαρξία κακία γίνεται. ὥσπερ οὖν ὁ ἐν τῷ ὄντι ὢν ἐν τῷ εἶναί ἐστιν, οὕτως ὁ ἐν τῷ οὐδενὶ γενόμενος (τοῦτο δέ ἐστιν ἡ κακία) ἐξουδένωται, καθὼς ὀνομάζει ὁ λόγος. ἡ δὲ τοιαύτη τοῦ λόγου χρῆσις τέτριπταί πως ἐν τῇ συνηθείᾳ τῶν κεχρη μένων. ὡς τὴν τροφὴν ἐν σαρκὶ γενομένην ἀποσαρκοῦσθαι λέγομεν καὶ τὸν οἶνον ἐκχεθέντα τῷ ὕδατι