1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

21

ἐστιν ἡ κακία πολυτρόπως τοῖς δολεροῖς παλαίσμασι καταγωνιζομένη τοὺς προσπαλαίον τας, διὰ τοῦτο ὁ ἀγαθὸς τῶν ψυχῶν παιδοτρίβης προδείκνυσί σοι τῶν ἱδρώτων τὸ τέλος καὶ τὸν ἐκ τῶν στεφάνων κόσμον καὶ τὴν ἐπὶ τῇ νίκῃ ἀνάρρησιν· ἵνα πρὸς ἐκεῖνο βλέπων τὸ τέλος τῷ νικοποιῷ σεαυτὸν ἐπερείδῃς καὶ τὸ ἐπινίκιον κήρυγμα σεαυτῷ παρασκευάζῃς. ὅσα δὲ τούτοις κατὰ τὸ ἀκόλουθον ὕπεστιν τῆς εἰς ἀρετὴν διδασκαλίας νοήματα, φανερὰ πάντως ἂν εἴη τοῖς διὰ τῆς ἀρχῆς ταύτης πρὸς τὸ ἀκόλουθον βλέπουσι. δῆλον γὰρ ὅτι ὅσα τῆς ψυχῆς πάθη ἐστίν, τοσαῦτα κρατήματα τῶν ἐχθρῶν γίνεται καθ' ἡμῶν καὶ παλαίσματα, δι' ὧν καθάπερ τι μέλος τῆς ψυχῆς ὁ λογισμὸς ἐξαρθροῦται πολλάκις καὶ ἐξαρμόζεται, εἰ μή τις παρεσκευασμένος διὰ μελέτης τὸ ἀσφαλές τε καὶ ἀκατάπτωτον ἐν τοῖς τοιούτοις ἀγῶσιν ἑαυτῷ κατορθώσειε διὰ τῆς νομίμου ἀθλήσεως, καθώς φησιν ὁ ἀπόστολος, τὴν νίκην ἑαυτῷ κατακτώμενος, ἥτις ἐστὶν τῶν ἀγώνων τὸ τέλος· Τὰ δὲ συμπαραγραφόμενα τῇ Εἰς τέλος φωνῇ ὑποθῆκαί τινές εἰσι καὶ συμβουλαὶ πρὸς τὴν νίκην, δι' ὧν ἂν κατορθω θείη τὸ σπουδαζόμενον. ἥ τε γὰρ τῶν ἀλλοιωθησομένων λέξις 5.74 τὴν πρὸς τὸ κρεῖττον μεταποίησιν τῆς ψυχῆς ὑποτίθεται. καὶ ἡ τοῦ Μαελὲθ ἑρμηνεία πρὸς μείζονα προθυμίαν ἐπεγεί ρει τὸν ἀθλητήν, τὴν μετὰ τὸ πέρας τῶν πόνων ἐκδεχομένην ἡμᾶς χοροστασίαν σημαίνουσα· οὕτω γὰρ ἡ λέξις αὕτη παρὰ τῶν λοιπῶν σεσαφήνισται διὰ χορείας τὸ Μαελὲθ ἑρμη νεύουσα. τό τε Πρὸς τὰ κρύφια βλέπειν καὶ Ὑπὲρ τοῦ ἀγαπητοῦ τὴν ᾠδὴν ποιεῖσθαι καὶ Ὑπὲρ τῆς ἑωθινῆς ἀντιλήψεως ᾄδειν καὶ τὴν ὀγδόην πρὸ ὀφθαλμῶν ἔχειν καὶ πρὸς τὴν κληρονομοῦσαν ὁρᾶν καὶ ὅπως ἂν ἔξω τῆς πρὸς τὸν Κορὲ συγγενείας γενοίμεθα, τήν τε μεγάλην ἐκείνην τοῦ ∆αβὶδ φωνὴν τὴν Μὴ διαφθείρῃς, ἣν πρὸς τὸν ὑπασπιστὴν ἐποιήσατο πρὸς τὸν τοῦ Σαοὺλ φόνον ὁρμήσαντα ἐνστηλογραφηθῆναι ἐν τῇ ἑκάστου ψυχῇ πρὸς ὑπόδειγμα μακροθυμίας συμβάλλει ὁ λόγος. καὶ πάντα τὰ τοιαῦτα εὕροι τις ἂν δι' ἀκριβείας σκοπούμενος, ὅτι ἀθλη τικαί τινές εἰσιν ὑποφωνήσεις παρὰ τοῦ παιδοτρίβου πρὸς τοὺς ἀθλητὰς γινόμεναι, ὅπως ἄν τις πρὸς τὸ τῆς νίκης φθάσειε τέλος. ὡσαύτως δὲ καὶ εἴ τι τῆς ἱστορίας συμπαρα γέγραπται τῇ Εἰς τέλος φωνῇ, πρὸς αὐτὸ τοῦτο βλέπει, ὡς ἂν διὰ τῶν ἱστορικῶν ὑποδειγμάτων μᾶλλον πρὸς τοὺς ἀγῶνας ἐπιρρωσθείημεν. αὕτη μὲν ἡ Εἰς τὸ τέλος διάνοια.

ΚΕΦΑΛΑΙΟΝ Γʹ

Ψαλμὸς δὲ καὶ ᾠδὴ καὶ αἴνεσις καὶ ὕμνος καὶ προσευχὴ τοιαύτην πρὸς

ἄλληλα τὴν διαφορὰν ἔχει· ψαλμὸς μὲν γάρ ἐστιν ἡ διὰ τοῦ ὀργάνου τοῦ μουσικοῦ μελῳδία, ᾠδὴ δὲ ἡ διὰ στόματος γινομένη τοῦ μέλους μετὰ τῶν 5.75 ῥημάτων ἐκφώνησις, ἡ δὲ προσευχὴ ἱκετηρία ἐστὶ περί τινος τῶν συμφερόντων προσαγομένη τῷ θεῷ, ὕμνος δὲ ἡ ἐπὶ τοῖς ὑπάρχουσιν ἡμῖν ἀγαθοῖς ἀνατιθεμένη τῷ θεῷ εὐ φημία αἶνος δὲ ἤτοι αἴνεσις (ταὐτὸν γὰρ ἐπ' ἀμφοτέρων τὸ σημαινόμενον) τῶν θείων θαυμάτων περιέχει τὸν ἔπαινον. οὐδὲ γὰρ ἄλλο τί ἐστιν ἔπαινος, εἰ μὴ τοῦ αἴνου ἐπίτασις. πολλάκις δὲ ταῦτα ἀλλήλοις ἐν ταῖς ἐπιγραφαῖς διά τινος συζυγίας συμπλέκεται, ὥστε ἓν τὰ δύο διὰ τῆς συμπλοκῆς γενέσθαι. ἢ γὰρ ψαλμὸς ᾠδῆς ἢ ᾠδὴ ψαλμοῦ ἢ ἐν ὕμνοις ψαλμὸς ἢ καθὼς ἐν τῷ Ἀμβακοὺμ μεμαθήκαμεν, καὶ προ σευχὴ μετ' ᾠδῆς. ἡ δὲ διάνοια, καθ' ἣν πρὸς ἀρετὴν ὁδηγού μεθα ὑπὸ τῶν ἐπιγραφῶν τούτων, ἐστὶ τοιαύτη· τὸ ψαλτήριον ὄργανόν ἐστι μουσικὸν ἐκ τῶν ἄνωθεν μερῶν τῆς κατα σκευῆς ἀποτελοῦν τὸν ἦχον, ἡ δὲ τοῦ τοιούτου ὀργάνου μουσουργία ψαλμὸς λέγεται. οὐκοῦν ἐκ τοῦ σχήματος τῆς κατασκευῆς ὁ προτρεπτικὸς εἰς ἀρετὴν λόγος ἔμφασιν ἔχει. τὸν γὰρ σὸν βίον ψαλμὸν εἶναι διακελεύεται μὴ τοῖς γηΐνοις φθόγγοις περιηχούμενον· φθόγγους δέ φημι τὰ νοήματα· ἀλλὰ καθαρόν τε καὶ ἐξάκουστον ἐκ τῶν ἄνωθέν τε καὶ οὐρανίων τὸν ἦχον ἀπεργαζόμενον. ᾠδὴν δὲ