1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

22

ἀκούσαντες τὴν περὶ τὸ φαινόμενον εὐσχημοσύνην τοῦ βίου μανθάνομεν δι' αἰνίγματος. ὥσπερ γὰρ ἐκ τῶν μουσικῶν ὀργάνων μόνος ὁ ἦχος τῆς μελῳδίας προσπίπτει ταῖς ἀκοαῖς, αὐτὰ δὲ τὰ μελῳδούμενα ῥήματα οὐ διαρθροῦται τοῖς φθόγγοις· ἐν δὲ τῇ ᾠδῇ τὸ συναμφότερον γίνεται, καὶ ὁ τοῦ μέλους ῥυθμὸς καὶ τῶν ῥημάτων ἡ δύναμις ἡ συνδιεξαγομένη μετὰ τοῦ μέλους, ἣν ἀγνοεῖσθαι πᾶσα ἀνάγκη, ὅταν διὰ μόνων τῶν μουσικῶν ὀργάνων ἡ μελῳδία γένηται· οὕτω καὶ ἐπὶ τῶν τὴν ἀρετὴν μετιόντων συμβαίνει. οἱ μὲν γὰρ τῇ θεωρητικῇ 5.76 τε καὶ ἐποπτικῇ τῶν ὄντων φιλοσοφίᾳ τὸν νοῦν προσανέχοντες ἄδηλον τοῖς πολλοῖς τὴν ἀρετὴν κατορθοῦσιν ἐν τῷ ἰδίῳ συνειδότι τὸ ἀγαθὸν κατακλείοντες· οἷς δὲ καὶ τὸ ἦθος τοῦ βίου κατὰ σπουδὴν συγκατορθοῦται, οὗτοι τῇ περὶ τὸ φαινόμενον εὐσχημοσύνῃ καθάπερ τινὶ λόγῳ τὴν τῆς ζωῆς ἑαυτῶν εὐρυθμίαν δημοσιεύουσιν. ὅταν τοίνυν δι' ἀμφοτέρων ᾖ τὸ ἀγαθὸν κατορθούμενον, τῆς ἠθικῆς φιλοσοφίας πρὸς τὴν θεωρητικὴν συνδραμούσης, ᾠδὴ ψαλμοῦ γίνεται ἢ ψαλμὸς ᾠδῆς· ὅταν δὲ τὸ ἕτερον ᾖ τούτων ἐφ' ἑαυτοῦ τοῖς ἐπαίνοις προκείμενον, ἢ τὸ κατὰ διάνοιαν ἀγαθὸν διὰ τοῦ ψαλμοῦ μόνον σημαίνεται ἢ τὸ ἦθος καὶ ἡ περὶ τὸ φαινόμενον εὐσχημοσύνη διὰ τῆς ᾠδῆς ἑρμηνεύεται. Ὕμνος δὲ ἢ αἶνος τῇ ᾠδῇ συμμιγνύμενος παράγγελμα γίνεται μὴ πρότερον ἡμᾶς κατατολμᾶν τῶν περὶ θεοῦ νοημάτων, πρὶν ἂν τὸν βίον ἡμῶν τῆς τοιαύτης παρρησίας ποιήσωμεν ἄξιον. Οὐ γὰρ ὡραῖος, φησίν, αἶνος ἐν στόματι ἁμαρτωλοῦ. καὶ τῷ ἁμαρτωλῷ εἶπεν ὁ θεὸς, Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; ὡσαύτως δὲ καὶ ἡ μετ' ᾠδῆς προσευχὴ τὸ ἴσον ἡμῖν ὑποτίθεται πρότερον περὶ τὸν βίον σπουδάζειν, ὡς ἂν μή τις ἄρρυθμός τε καὶ παρηχημένος τοῖς ἐπιτηδεύμασι τύχοι, καὶ τότε προσιέναι διὰ προσευχῆς τῷ θεῷ. καί μοι δοκεῖ τὴν τοιαύτην ὁ κύριος ἔννοιαν παραδι δόναι τοῖς εἰποῦσι πρὸς αὐτὸν ὅτι ∆ίδαξον ἡμᾶς προσεύχεσθαι· ὡς οὐκ ἐν ῥήμασι τῆς προσευχῆς, ἀλλ' ἐν τῷ βίῳ κατορθου μένης, ἐν οἷς φησιν ὅτι Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὁ οὐράνιος τὰς ἁμαρτίας ὑμῶν. Ὅταν δὲ καθ' ἑαυτὴν ἡ αἴνεσις γράφηται, μαρτυρίαν 5.77 τινὰ τοῦ ἀνατιθέντος τῷ θεῷ τοὺς ἐπαίνους περιέχει τὸ νόημα. οὐ γὰρ ἄλλου τινός ἐστιν τὸ ἐπαινεῖν τὸν θεόν, ἀλλ' αἴνεσις, φησί, τοῦ ∆αβίδ, ὡς ἂν διὰ τούτου μάθοιμεν, ὅτι εἰ κατ' ἐκεῖνον γενοίμεθα, τότε καὶ ἡμεῖς τὴν τοῦ αἰνεῖν τὸν θεὸν παρρησίαν ληψόμεθα. Ὁ δὲ ἐν ὕμνοις ψαλμὸς εἰς ὑψηλοτέραν ἡμᾶς ἀνάγει κατάστασιν, ἣν ᾔδει καὶ ὁ θεῖος ἀπόστολος, καθὼς πρὸς Κορινθίους φησὶν ἑαυτὸν νῦν μὲν τῷ πνεύματι ψάλλειν, νῦν δὲ τῷ νοΐ. οὐκοῦν ἡ μὲν τῷ νῷ συμμιγνυμένη ψαλμῳδία τὸν προαποδοθέντα λόγον διερμηνεύει, τὸ δεῖν τὸ φαινόμενον ἄξιον εἶναι τοῦ κεκρυμμένου, ἵνα ἡ ᾠδὴ συμβαίνῃ τῷ τοιούτῳ νοήματι. ἡ δὲ πνεύματι μόνῳ κατορθουμένη ψαλμῳδία τὴν ὑπερέχουσαν κατάστασιν τῶν ἁγίων ἐνδείκνυται, ὅταν κρεῖττον ᾖ τῆς διὰ τῶν φαινομένων ἐνδείξεως τὸ τῷ θεῷ προσαγόμενον. οὐ γὰρ ἐν ᾠδαῖς τισιν ὁ ψαλμὸς ταῖς διὰ ῥημάτων διαρθρούσαις τῶν νοουμένων τὴν δύναμιν, ἀλλ' ἐν ὕμνοις, φησίν, ὁ ψαλμός. τοῦτο δέ ἐστι κατά γε τὴν ἐμὴν κρίσιν, διδασκαλία, τί χρὴ ὑπὸ τοῦ ὕμνου γινώσκειν. μανθάνομεν γὰρ ὅτι ὁ ὑψηλὸς βίος καὶ τὸ τὰ ἄνω φρονεῖν καὶ ἐκ τῶν οὐρανίων τε καὶ ὑπερκειμένων νοημάτων ἔχειν τὸ ἡμέτερον ὄργανον τοῦτο ὕμνος ἐστὶ τοῦ θεοῦ, οὐκ ἐν δυνάμει ῥημάτων, ἀλλ' ἐν τῷ ὑπερέχοντι κατορθούμενος βίῳ· ὅταν δὲ τὴν τῆς συνέσεως φωνὴν συγγράφῃ τοῖς ὕμνοις, συμβουλίαν τινὰ δοκεῖ μοι ποιεῖσθαι ὁ λόγος μὴ ἀσυνέτως ἔχειν τῶν εἰς δοξολογίαν τῷ θεῷ ἀνατιθεμένων ῥημάτων, μή ποτε λάθοιμεν ἀνεξετάστῳ καὶ ἀσυνέτῳ τινὶ ὁρμῇ τὰ μὴ πρέποντα τῇ θείᾳ μεγαλειότητι ἀνατιθέντες νοήματα· 5.78 οἷόν ἐστι τὸ οἴεσθαι τοῖς κατὰ θεὸν ζῶσιν ἐν τῇ τοῦ βίου τούτου εὐκληρίᾳ προκεῖσθαι τὰς ἀμοιβὰς καὶ τὸ νομίζειν ἐκεῖνο καὶ παρὰ τῷ θεῷ καλὸν κρίνεσθαι, ὅπερ ἂν τῇ αἰσθήσει τῶν ἀνθρώπων τοιοῦτον δόξῃ· καὶ πολλὰ τοιαῦτα δυνατόν ἐστιν εὑρεθῆναι νοήματα ταῖς περὶ θεοῦ ὑπολήψεσι παρὰ τῶν ἀσυνέτων