1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

25

τοὺς ἐκ δεξιῶν ∆εῦτε, οἱ εὐλογη μένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Τὸ αὐτὸ τοῦτο καὶ ὑπὲρ τῆς ἑωθινῆς ἀντιλήψεώς τις νοήσας οὐκ ἂν ἁμάρτοι τοῦ δέοντος. ὄρθρον γὰρ τὴν ἑωθινὴν ἡ τῆς γραφῆς ὀνομάζει συνήθεια. ὁ δὲ ὄρθρος χρόνος ἐστὶν νυκτὸς καὶ ἡμέρας μεθόριος, καθ' ὃν ἡ μὲν ἀφανίζεται, ἡ δὲ ἄρχεται. τῆς δὲ κακίας πολλαχοῦ τῆς γραφῆς διὰ τοῦ σκότους ἐν αἰνίγματι νοουμένης, ὅταν γένηται ἡμῖν ἐκ θείας ἀντιλήψεως ἡ τοῦ κατ' ἀρετὴν βίου ἀνατολή, τότε πρὸς τὴν νίκην φθάσομεν ἀποθέμενοι τὰ ἔργα τοῦ σκότους καὶ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντες, καθώς φησιν ὁ ἀπόστολος. Ἐγγὺς τῶν ἐξητασμένων καὶ ὁ τῆς ὀγδόης λόγος ἐστί. πᾶσα γὰρ ἐπιμέλεια τῆς ἐναρέτου ζωῆς πρὸς τὸν ἐφεξῆς αἰῶνα βλέπει, οὗ ἡ ἀρχὴ ὀγδόη λέγεται τὸν αἰσθητὸν διαδεξαμένη χρόνον τὸν ἐν ἑβδομάσιν ἀνακυκλούμενον. συμβουλεύει τοίνυν ἡ ὑπὲρ τῆς ὀγδόης ἐπιγραφὴ μὴ πρὸς τὸν παρόντα βλέπειν χρόνον, ἀλλὰ πρὸς τὴν ὀγδόην ὁρᾶν. ὅταν γὰρ ὁ ῥοώδης οὗτος καὶ παροδικὸς παύσηται χρόνος, ἐν ᾧ τὸ μὲν γίνεται, τὸ δὲ λύεται, καὶ παρέλθῃ μὲν ἡ τοῦ 5.84 γενέσθαι χρεία, μηκέτι δὲ τὸ λυόμενον ᾖ, τῆς ἐλπιζομένης ἀναστάσεως εἰς ἄλλην τινὰ ζωῆς κατάστασιν μεταστοιχειού σης τὴν φύσιν, καὶ ἡ παροδικὴ τοῦ χρόνου παύσηται φύσις, τῆς κατὰ γένεσιν καὶ φθορὰν ἐνεργείας μηκέτι οὔσης, στή σεται πάντως καὶ ἡ ἑβδομὰς ἡ ἐκμετροῦσα τὸν χρόνον, καὶ διαδέξεται ἡ Ὀγδόη ἐκείνη, ἥτις ἐστὶν ὁ ἐφεξῆς αἰὼν ὅλος μία ἡμέρα γενόμενος, καθώς φησί τις τῶν προφητῶν μεγάλην ἡμέραν τὴν ἐλπιζομένην ὀνομάσας ζωήν. ἐπειδὴ οὐχ ὁ αἰσθητὸς ἥλιος φωτίζει τὴν ἡμέραν ἐκείνην, ἀλλὰ τὸ ἀληθινὸν φῶς, ὁ τῆς δικαιοσύνης ἥλιος, ὃς ἀνατολὴ ὑπὸ τῆς προφητείας κατονομάζεται διὰ τὸ μηδέποτε δυσμαῖς συγκαλύπτεσθαι. Τὸ δὲ αὐτὸ τοῦτο καὶ ἐν ταῖς Ὑπὲρ τῶν ληνῶν ἐπιγραφαῖς ἐνοήσαμεν. ἡ γὰρ ληνὸς οἴνου ἐστὶν ἐργαστήριον, ἐν ᾗ τῶν βοτρύων συνθλιβομένων ὁ οἶνος γίνεται. ἀλλ' εἰ μὲν ἐκ σεσηπότων ἢ ὀμφακιζόντων τῶν βοτρύων ἀπορρυῇ ὁ οἶνος, τροπίας εὐθὺς καὶ ἄποτος γίνεται, εἰς δυσωδίαν τινὰ ἢ καὶ εἰς ὀξώδη μεταβαλὼν ποιότητα διά τινος ἑτέρας διαφθορᾶς εἰς σκωλήκων γένεσιν ἀλλοιούμενος. εἰ δὲ εὐγενής τε καὶ ὡραῖος ταῖς ληνοῖς ἐντεθείη ὁ βότρυς, ἡδύς τε καὶ ἀνθοσμίας ὁ οἶνος τῶν βοτρύων ἀπορρυήσεται τῷ μακρῷ χρόνῳ συνεπιδιδοὺς εἰς κάλλος καὶ εὔπνοιαν. τί οὖν τὸ αἴνιγμα βούλεται φροντίζειν τοῦ βότρυος ὡς ἔνι μάλιστα; ὅπως ἂν ἡμῖν πλουτοίη τοῦ ἀνθρωπίνου νοῦ ἡ ἀποθήκη· ἐλπὶς δέ ἐστιν ἡ ἀποθήκη ἐν ᾗ πᾶσα ἡμῖν ἡ τοῦ βίου παρασκευὴ περιέχεται. οὕτω δ' ἂν γένοιτο ἡμῖν πρόδηλος τῶν βοτρύων ἡ φύσις, εἰ φανείη πρῶτον τὰ κλήματα καὶ ἡ περιεκτικὴ 5.85 τῶν τε βοτρύων καὶ κλημάτων ἄμπελος. ἀλλὰ τοῦτο φανερὸν ἐκ τῶν τοῦ κυρίου λόγων γενήσεται τοῦ εἰπόντος Ἐγὼ ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· εἰ γὰρ ἀληθῶς ἐν αὐτῷ ἐσμεν, ἐρριζωμένοι, καρποφοροῦντές τε καὶ αὐξανόμενοι, καθώς φησιν ὁ ἀπόστολος, νοήσομεν διὰ τῶν εἰρημένων ὅτι ἐν αὐτῷ κτισθέντες καὶ ἄνευ αὐτοῦ μὴ ὄντες ἄξιον τῆς ὑποτρε φούσης ἡμᾶς ἰκμάδος τὸν ἐκ τῶν ἔργων βότρυν παρ' αὐτοῦ ἀπαιτούμεθα μήτε δι' ὀργῆς ὀμφακίζοντά τε καὶ καταστύ φοντα μήτε δι' ἡδονῆς τινος ἐν σηπεδόνι φθειρόμενόν τε καὶ λυόμενον. ἐν γὰρ τῇ ληνῷ τῆς ἑκάστου ψυχῆς (ληνὸς δέ ἐστιν ἡ συνείδησις) ὁ ἐκ τῶν ἔργων βότρυς τὸν οἶνον ἡμῖν εἰς τὸν ἐφεξῆς ἀποθήσεται βίον. καὶ πᾶσα ἀνάγκη τῶν ἰδίων ἕκαστον ἐμφορεῖσθαι πόνων, οἷοί περ ἂν τύχωσιν ὄντες, ὡς μακάριοί γε τῶν γεωργῶν ἐκεῖνοι, ὧν ὁ οἶνος εὐφραίνει καρδίαν ἐν ἀπολαύσει γινόμενος. ἐλεεινοὶ δὲ ἐκ τοῦ ἐναντίου καὶ θρήνων ἄξιοι, ὧν θυμὸς δρακόντων ὁ οἶνος γίνεται κατὰ τὴν Μωυσέως φωνὴν εἰς δηλητηριώδη μεταβαλὼν ποιότητα, ἐκ τῆς Σοδομιτικῆς κληματίδος καρπογονῶν τὴν ἀπώλειαν. εἰ τοίνυν περὶ τὴν ὀγδόην βλέπεις, μέμνησο, φησίν, τῶν ληνῶν, ὡς ἄν σοι διὰ τῶν ἀγαθῶν ἔργων τοῦ ἀνθοσμίου οἴνου κατὰ τὸν παροιμιώδη λόγον αἱ ληνοὶ ὑπερβλύζωσιν.