1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

29

πίστεως· τοῦτον λέγω τὸν καταστάντα βασιλέα ἐπ' αὐτῶν· καὶ αὐτοὶ γεννηθέντες καὶ βασιλεῖς γενόμενοι. ἐφ' ὧν ἡ σιδηρᾶ ῥάβδος, τουτέστιν ἡ ἄτρεπτος δύναμις περιθρύψασα τὸ γήϊνόν τε καὶ ὀστράκινον εἰς τὴν ἀκήρατον φύσιν μετεστοιχείωσε, διδάξας ὅτι μόνον ἐστὶ μακάριον τὸ ἐπ' αὐτῷ πεποιθέναι. ταύτης δὲ οὔσης τοῦ ψαλμοῦ τῆς διανοίας ἣν ἐξεθέμην, ἔξεστι τῷ βουλομένῳ δι' αὐτῶν τῶν θείων ῥημάτων δοκιμάσαι τὴν ἡμετέραν ὑπόληψιν, εἴπερ ἐφαρμόζει τὰ παρ' ἡμῶν εἰρημένα τῇ θεοπνεύστῳ γραφῇ. οἱ δὲ λοιποὶ τῶν ἀνεπιγράφων κατὰ τὸν προαπο δοθέντα λόγον ἡμῖν τῇ συναγωγῇ τῶν Ἑβραίων, οὐ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, τοιοῦτοί εἰσιν. ἐπὶ πάντων γὰρ ἔστιν εὑρεῖν τινα πάντως ἐπιγραφήν, ἣν ὁ Ἑβραῖος οὐ δέχεται διὰ τὸν τῆς εὐσεβείας λόγον, καὶ ἣν ὑπὸ ἀπιστίας οὐ παρεδέ ξαντο. εἰσὶ δὲ οἱ τοιοῦτοι ψαλμοί, ὡς ἐν κεφαλαίῳ μὲν εἰπεῖν, τὸν ἀριθμὸν δύο καὶ δέκα, ὡς δ' ἂν καὶ ἀκριβέστερον τὰ περὶ αὐτῶν ἐκτεθείη καὶ τὴν τάξιν τῆς ἀκολουθίας ἐφ' ἑκάστῳ γνωρίσωμεν· ὁ δεύτερος καὶ τριακοστός, καὶ τεσσαρακοστὸς καὶ δεύτερος καὶ ἐπὶ τούτοις ὁ ἑβδομηκοστός, εἶτα ὁ τρίτος μετ' αὐτόν, καὶ μετὰ τούτους ὁ ἐνενηκοστός, εἶτα ὁ δεύτερος, καὶ καθεξῆς ἕως τοῦ ἕκτου, καὶ πάλιν ὁ ὄγδοος, καὶ τελευταῖος ἐν τοῖς ἀνεπιγράφοις ὁ ἑκατοστός τε καὶ τρίτος. ἡ μὲν οὖν τάξις τῶν παρ' Ἑβραίοις ἀνεπιγ ράφων ψαλμῶν αὕτη. τὴν δὲ αἰτίαν τοῦ μὴ παραδεχθῆναι παρ' αὐτῶν τὰς ἐπιγραφὰς ταύτας οὐκ ἄλλην οἶμαί τινα παρὰ τὴν εἰρημένην εἶναι· μᾶλλον δ' ἂν ἡμῖν ὁ περὶ τούτων λόγος εἰς ἀπόδειξιν ἔλθοι, εἰ δι' ὀλίγων τινὰς τῶν ἀνεπι 5.94 γράφων ψαλμῶν ἐξ ἐπιδρομῆς θεωρήσομεν, ὡς ἂν ἡ κατηγορία τῆς τῶν Ἰουδαίων ἀγνωμοσύνης δι' αὐτῆς τῆς τῶν ῥητῶν θεωρίας τὸ πιστὸν ἔχοι. Ἐπειδὴ τῷ ἐξ οὐρανῶν ἐπὶ τὴν γῆν ἐλθόντι κελεύει ὁ ψαλμὸς ἐπαγάλλεσθαι, λέγων Ἀγαλλιᾶσθε, δίκαιοι ἐν κυρίῳ, ὡς τοῦ παντὸς ἐπιστατοῦντι καὶ ἐξ οὐκ ὄντος τὸ πᾶν εἰς τὸ εἶναι παραγαγόντι καὶ συντηροῦντι ἐν τῷ εἶναι τὰ πάντα, οὗ τὸ πρόσταγμα οὐσία γίνεται. αὕτη γὰρ τῶν θείων ῥημά των ἡ ἔννοια, ὅτι Αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετεί λατο καὶ ἐκτίσθησαν. οὗτος μακάριον ποιεῖ τὸ ἔθνος τὸ ἐπὶ τῷ ὀνόματι αὐτοῦ στηριζόμενον, ἡμᾶς λέγων τὸ ἔθνος, οἷς ἡ ἐλπὶς τῆς σωτηρίας τὸ ὄνομα τοῦ Χριστοῦ ἐστιν, ᾧ συνονο μαζόμεθα οἱ πεπιστευκότες. ὅτι Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ κύριος, τοῦ ἰδεῖν πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων ἐκ τοῦ ἑτοίμου κατοικητηρίου αὐτοῦ. κατοικητήριον δὲ αὐτοῦ ἕτοιμον τὸ ἀεὶ ὂν τὸν πατέρα ὠνόμασεν, οὗ τὸ εἶναι ἀεί ἐστιν, οὐκ ἔκ τινος γενόμενον, ἀλλὰ πάντοτε ἕτοιμον· καὶ οὐ ξενιζόμεθα ὅτι ἐξ ἐκείνου τοῦ ἑτοίμου κατοικητηρίου τοῖς τῶν ἀνθρώπων υἱοῖς καταμίγνυται υἱὸς ἀνθρώπου γενόμενος, διὰ τὸ πεπεῖσθαι, ὅτι αὐτός ἐστιν Ὁ πλάσας καταμόνας τὰς καρδίας ἡμῶν. εἰ γὰρ ἐκείνου πλάσμα ἡ ἀνθρωπίνη φύσις, τί καινὸν ἐκ τοῦ μυστηρίου μανθάνομεν; ὅτι ὁ δεσπότης τῆς φύ σεως εἰς τὰ ἴδια ἦλθεν· ἀλλ' οἱ Ἑβραῖοι αὐτὸν οὐκ ἐδέξαντο. διὸ τούτοις ἡ ἐπιγραφὴ οὐκ ἔστιν, οὐδὲ ὁ ἥλιος τῷ μὴ βλέποντι. ὅθεν τὸν κατὰ σάρκα τοῦ νόμου δρόμον, ὃν ψευδῆ ἵππον λέγει, καὶ πᾶσαν τὴν σωματώδη τῶν ἐντολῶν κατα νόησιν (τοῦτο δ' ἂν εἴη ὁ γίγας) ἄχρηστον εἰς σωτηρίαν 5.95 κρίνομεν· καθὼς διαβάλλει τὰ τοιαῦτα ὁ ψαλμῳδὸς δι' αἰνίγματος λέγων· Ψευδὴς ἵππος εἰς σωτηρίαν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. βλέποντες δὲ ἐπὶ τὸν ῥυόμενον ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν διὰ τῆς οὐρανίας τροφῆς (καθώς φησιν ὁ προφήτης ὅτι Ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ, ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ), φαμὲν ἐκεῖνο, ὅτι Ἡ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ κυρίῳ τῷ ἐξ οὐρανῶν ἡμᾶς ἐπιβλέψαντι καὶ ὅτι Γένοιτο, κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. διὰ ταῦτα τὴν ἐπιγραφὴν τοῦ ψαλμοῦ τούτου ὁ Ἑβραῖος οὐ δέχεται. πάλιν κατὰ τὸν αὐτὸν τρόπον ὁ τεσσαρακοστός τε καὶ δεύτερος τοῖς Ἑβραίοις ἐπιγραφὴν οὐκ ἔχει, δεικνύν τος, οἶμαι, τοῦ λόγου, ὅτι τὸ ἐν τῷ ψαλμῷ τούτῳ μυστήριον τοῖς Ἑβραΐζουσι κατὰ τὴν αἵρεσιν ἀπαράδεκτον ἦν. εἰσελεύσεσθαι