1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

31

κατῴκισται ἡ γῆ. τίς γὰρ οὐκ οἶδε τῶν παραδεδεγμένων τὸν περὶ τῆς εὐσεβείας λόγον, ὅτι τῇ ἡμέρᾳ τοῦ Σαββάτου τὸ κατὰ τὸν θάνατον ἐνηργήθη μυστήριον, ἀκριβῶς κατὰ τὸν νόμον ἀκινήτου μείναντος ἐπὶ τῆς ἐν τῷ μνήματι κοίτης ἐκείνου τοῦ σώματος; καὶ τὴν ἡμέραν ἐκείνην, ὅτε κατῳκίσθη ἡ γῆ ὑπὸ τοῦ οἰκιστοῦ ἡμῶν, ὃς διὰ τοῦ καταλῦσαι τὸν καθαι ρέτην τῆς ἡμετέρας οἰκήσεως πάλιν τὸ ἐρειπωθὲν ἐξ ὑπαρχῆς ᾠκοδόμησεν; ὁ δὲ καθαιρέτης ἡμῶν ὁ θάνατος ἦν, ὃν τότε κατήργησεν, ὅτε ἡμῖν μὲν σαββατίζειν ἐδόκει μένων ἐν ᾧ ἦν τόπῳ ἀκίνητος, τὴν δὲ τοῦ θανάτου κατηγωνίζετο δύναμιν ὁδοποιῶν δι' ἑαυτοῦ τοῖς τεθνεῶσι πᾶσι τὴν ἐκ τοῦ θανάτου ἀνάστασιν. ἀλλ' οὐ δέχεται τὸ τοῦ Σαββάτου μυστήριον ὁ ἐχθρὸς τοῦ σταυροῦ τοῦ Χριστοῦ. διὸ καὶ οὗτός ἐστιν ὁ αἶνος παρ' αὐτοῖς ἀνεπίγραφος. οὐ γὰρ συντί θενται, ὅτι οὗτός ἐστιν ὁ κύριος ὃς καθ' ἡμᾶς ἑαυτὸν σχη ματίσας καὶ τὴν ἡμετέραν αἰσχύνην περιβαλόμενος ἐν τῇ τοῦ δούλου μορφῇ πάλιν ἐβασίλευσε καὶ τὴν ἰδίαν εὐπρέπειαν ἐνεδύσατο καὶ τὴν ἑαυτοῦ περιεβάλετο δύναμιν. δύναμις δὲ καὶ εὐπρέπεια τοῦ υἱοῦ ὁ πατήρ. οὗτος λυθεῖσαν δι' ἁμαρτίας τὴν ἀνθρωπίνην φύσιν πάλιν στερρὰν ἀπειργά σατο· ὡς μηκέτι αὐτὴν πρὸς κακίαν ἀποσεισθῆναι μηδὲ τὸν ἐν ἁμαρτίᾳ δέξασθαι σάλον. καὶ πολλὰ καὶ ἄλλα δι' αἰνιγμά των ἀνευφημήσας τὴν χάριν, ποταμούς τινας μεγάλα ἠχοῦντας τῷ λόγῳ προστίθησι, τὰς τῶν εὐαγγελίων, ὡς οἶμαι, λέγων φωνάς. καὶ τί χρὴ τὰ καθ' ἕκαστον διεξιέναι τῶν ἐν τῇ ψαλμῳδίᾳ γεγραμμένων, οὐδεμιᾶς οὔσης ἐν τοῖς θείοις ῥητοῖς ἀμφιβολίας τοῦ εἰς ἐκεῖνον βλέπειν τὴν ὑ μνῳδίαν τὸν ἀναβάντα θεὸν ἐν ἀλαλαγμῷ καὶ τὰ μαρτύρια 5.99 αὐτοῦ διὰ τῆς ἀγαθῆς ὁμολογίας πιστώσαντα καὶ τὸ ἁγίασμα τοῦ πνεύματος τῷ ἰδίῳ οἴκῳ τῆς ἐκκλησίας ἐμπρέψαι παρασκευάσαντα; Ὡσαύτως καὶ τοῦ τρίτου μετὰ τὸν ἐνενηκοστὸν διὰ τὴν αὐτὴν αἰτίαν ὁ Ἑβραῖος τὴν ἐπιγραφὴν οὐ παραδέχεται· ἔχει δὲ ἡ λέξις τῆς ἐπιγραφῆς οὕτως· Τῷ ∆αβὶδ τετράδι Σαβ βάτων, ἀνεπίγραφος παρ' Ἑβραίοις. τὸ δὲ ἐν τούτῳ μυστήριον τὴν περὶ τὸ πάθος οἰκονομίαν προαγορεύει. τῇ γὰρ πέμπτῃ τοῦ Σαββάτου τῆς προδοσίας παρὰ τοῦ Ἰούδα γεγενημένης ἐν τῇ πρὸ ταύτης ἡμέρᾳ ὁ πάντα τὸν κόσμον δι' ἑαυτοῦ λυτρούμενος ὑπὸ τοῦ προδότου τρόπον τινὰ πωλεῖται· οὕτω γὰρ καὶ παρὰ τῆς προφητείας Ἰερεμίου τὸ γεγονὸς ὀνομάζεται· Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου. διὰ τοῦτο δέ, οἶμαι, πωλεῖται, ἵνα τῇ ἑαυτοῦ πράσει τοὺς ὑπὸ τῆς ἁμαρτίας πεπραμένους ἐξαγο ράσῃ· ὅθεν προϊδὼν ὁ προφήτης τὸ ἐσόμενον θυμῷ τινι πρὸς τὸ γενόμενον διεγείρεται, θεὸν ἐκδικήσεων αὐτὸν ὀνομάζων καὶ ὑψωθῆναι τὸν δι' ἡμᾶς ταπεινωθέντα παρακα λῶν <καὶ> ἀποδοῦναι τοῖς ὑπερηφάνοις τὴν κατ' ἀξίαν ἀντίδοσιν, ὡς ἂν μὴ ἐπικαυχοῖντο οἱ ἁμαρτωλοὶ τῇ κακίᾳ. πρὸς οὓς βοᾷ ἄφρονας αὐτοὺς καὶ μωροὺς ὀνομάζων τοὺς μὴ παραδεξαμένους τὴν τοῦ ὀφθέντος θεότητα. ἴδιον γάρ ἐστι τοῦ ἄφρονος, ὡς ἑτέρωθί φησι, τὸ τὸν ὄντα θεὸν μὴ εἶναι λέγειν. βοᾷ δὲ πρὸς τοὺς τοιούτους ὅτι Σύνετε ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροί ποτε φρονήσατε. τίς ὁ φυτεύσας τὸ οὖς; τίς ὁ πλάσας τὸν ὀφθαλμόν; τίς ὁ παιδεύων τὰ ἔθνη; τίς ὁ γινώσκων τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων; διὰ τούτων γὰρ οἶμαι πάντων τὸν προφήτην τὰ κατὰ τὰς ἰάσεις 5.100 μηνύειν θαύματα, δι' ὧν ὀφθαλμοί τε ἐπλάσσοντο διὰ τοῦ πτύσματος καὶ τῆς γῆς πηλουργούμενοι, καὶ ἀκοαὶ τρόπον τινὰ τοῖς ἐστερημένοις τῆς αἰσθήσεως ταύτης διὰ τῶν δακτύλων ἐνεφυτεύοντο. καὶ ὅσα ἐν τῷ κρυπτῷ τῶν νοημάτων ἐλάνθανεν, παρὰ τοῦ βλέποντος τὰς ἐνθυμήσεις αὐτῶν διελέγετο. ἐπειδὴ τούτοις ἐμβοῶν οὐκ ἠκούσθη, πρὸς τὸν κύριον ἐπιστρέφει τὸν λόγον καί φησιν· Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν· ὡς τοῦ νόμου καθ' ἑαυτὸν ὠφελοῦντος οὐδέν, εἰ μή τις θεία διδαχὴ τὸ ἐγκείμενον αὐτῷ μυστήριον σαφηνίσειε· καθὼς εἶπεν ὁ αὐτὸς οὗτος προφήτης, ὅτι Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. ἢ τάχα μακαρίζει τὸν ἐξ ἐθνῶν τῷ πνευματικῷ νόμῳ πιστεύοντα, ὃς ἄνθρωπος ὢν τὸν πρὸ