1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

33

λέγουσα· Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν. εἰκότως δὲ ἡ ἐπιγραφὴ τοῦ ψαλμοῦ τούτου παρὰ τοῖς Ἑβραίοις σεσίγηται, ὅτι μετὰ τὰς εὐαγγελικὰς φωνάς, ἃς ἐν προοιμίοις τῆς ψαλμῳδίας πεποίηται, πρὸς τοὺς ἐξ ἐθνῶν ἐπιγράφει τὸν λόγον ἡ προφητεία λέγουσα Ἐνέγκατε τῷ κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν, καὶ προσ κυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ, καὶ ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ. καὶ πᾶς ὁ ἐφεξῆς λόγος τοιοῦτός ἐστι τὴν ἐπὶ τὰ ἔθνη τῆς εὐλογίας μετάστασιν προαγορεύων. Εἴπατε γάρ, φησίν, ἐν τοῖς ἔθνεσιν ὅτι κύριος ἐβασίλευσε· καὶ λυθεῖσαν ὑπὸ κακίας τὴν οἰκουμένην κατώρθωσεν, ὥστε ἀσάλευτον εἰς τὸ διηνεκὲς μένειν· ἐφ' οἷς Εὐφραίνονται οἱ οὐρανοὶ καὶ ἀγάλλεται πᾶσα ἡ γῆ, σαλευο μένων τῶν θαλασσίων ὑδάτων σὺν τῷ ἰδίῳ πληρώματι. δι' ὧν τροπικῶς τὴν ἐναντίαν ἐνδείκνυται δύναμιν ταρασσο μένην τε καὶ ἀστατοῦσαν ἐπὶ τῇ ἡμετέρᾳ ζωῇ, ὅταν οὐρανοὶ γενώμεθα τὴν δόξαν τοῦ θεοῦ διηγούμενοι ἢ γῆ διὰ τῆς τῶν ἀρετῶν καρποφορίας εὐλογουμένη. Σαλευθήτω γάρ, φησίν, ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς. χαρήσεσθαι δὲ τὰ πεδία λέγει, τὸν ὁμαλὸν ἐν ἀρετῇ βίον πεδία λέγων, οὗ καὶ ὁ Ἠσαΐας ἐν τοῖς ἰδίοις λόγοις ἄλλῳ μέμνηται τρόπῳ, ἀναπλη ροῦσθαι μὲν κελεύων τὰς φάραγγας, καταστέλλειν δὲ τοὺς βουνοὺς καὶ τὰ ὄρη. ὅπερ οὐδὲν ἕτερόν μοι δοκεῖ ἢ τὰς 5.104 ἐλλείψεις τε καὶ ὑπερπτώσεις τῶν κατ' ἀρετὴν ἐπιτηδευ μάτων θεραπεύειν βουλόμενος ταῦτα λέγειν, ὥστε μήτε δι' ἐλλείψεως τοῦ ἀγαθοῦ τὸν τῆς ἀρετῆς λόγον κοιλαίνεσθαι μήτε ἀνωμαλεῖν διὰ τῆς ὑπερπτώσεως. Χαρήσεται γάρ, φησίν, τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς. Παραπλησίως δὲ καὶ ὁ μετ' αὐτὸν ψαλμὸς οὐ παρεδέχθη τῇ τῶν Ἑβραίων ἐπιγραφῇ, διότι τὰ ἡμέτερα λέγει καὶ τῆς ἡμετέρας γῆς τὴν κατάστασιν τῷ λόγῳ εὐαγγελίζεται. ἀνατίθησι γὰρ τῷ ∆αβὶδ τὴν ψαλμῳδίαν ἡ ἐπιγραφὴ οὕτως ἔχουσα· Τῷ ∆αβίδ, ὁπότε ἡ γῆ αὐτοῦ κατεστάθη. τὸ δὲ αὐτοῦ δηλονότι οὐ πρὸς τὸν ∆αβίδ, ἀλλὰ πρὸς τὸν θεὸν τὴν σημασίαν ἔχει. ἡ γὰρ πρότερον διὰ κακίας ἀποστᾶσα γῆ νῦν διὰ τῆς ἐπιγνώσεως τοῦ θεοῦ ἔσχε τὸ στάσιμον. ἡμεῖς δὲ πάντες ἐσμὲν ἡ γῆ τοῦ θεοῦ, οἱ πρότερον ἐν τῷ ἀγαθῷ ἀστατήσαντες καὶ διὰ τοῦτο ἐν κατάρᾳ γενόμενοι, μετὰ τοῦτο δὲ τῆς κατάρας ἐξαιρεθέντες καὶ τῆς ἐν τῷ ἀγαθῷ πάλιν ἐπιτυχόντες στάσεως. καὶ τοῦτο εὐθὺς ἡ ἀρχὴ τῆς ψαλμῳδίας εὐαγγελίζεται, ὅτι τοῦ κυρίου βασιλεύ σαντος ἡ γῆ εὐφραίνεται. ὡς ἂν εἴ τις λέγοι, ὅτι τοῦ ἡλίου λάμψαντος ἡ γῆ φωτίζεται· οὕτως ἐπικρατούσης τοῦ κυρίου τῆς βασιλείας ἐν ἡμῖν ἐστιν ἡ εὐφροσύνη τῆς βασιλείας. ἔχει δὲ ἡ λέξις οὕτως· Ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ· εὐφρανθήτωσαν νῆσοι πολλαί. καλῶς τὰς ψυχὰς τῶν ἐν τοῖς πειρασμοῖς τὸ ἑδραῖόν τε καὶ ἀμετάθετον ἐπιδεικνυ μένων νήσους ὠνόμασεν, ἃς πάντοθεν μὲν διαλαμβάνει ἡ τῆς κακίας ἅλμη, οὐ μὴν τοσοῦτον ἰσχύει προσπίπτουσα, ὡς καὶ σάλον τινὰ τῷ παγίῳ τῆς ἀρετῆς ἐμποιῆσαι· εἶτα διὰ μέσου τούτων τὸ ἀθεώρητον τῆς θείας φύσεως ἐν τῇ νεφέλῃ καὶ τῷ γνόφῳ δι' αἰνίγματος ἀποσημαίνει ὁ λόγος. 5.105 Νεφέλη γάρ, φησί, καὶ γνόφος κύκλῳ αὐτοῦ, καὶ τὰ φοβερὰ τῆς ἀνταποδοτικῆς δυνάμεως ὑποδείξας, δι' ὧν φησιν ὅτι Πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ, ἐκκαλύπτει τὴν εὐαγγελικὴν φωταγωγίαν, ἀστραπὰς λέγων τοὺς τοῦ θείου κηρύγματος λόγους, οἳ κατὰ πάσης τῆς οἰκουμένης ἐκλάμπουσιν· Ἔφαναν γάρ, φησίν, αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ· καὶ τὸ ὕψος τῶν εὐαγγελικῶν μυστηρίων τῷ ἐφεξῆς ὑποδείξας ἐν τῷ εἰπεῖν, ὅτι Ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ· καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ. τήν τε τῶν εἰδώλων καθαίρεσιν καὶ τὸν ἀφανισμὸν τῆς τοιαύτης πλάνης προαγο ρεύσας, ἐν οἷς λέγει Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν, ἐπάγει τῶν ἀγαθῶν τὴν σφραγῖδα, τὴν διὰ σαρκὸς γενομένην τοῦ κυρίου τοῖς ἀνθρώποις ἐμφάνειαν, λέγων· Φῶς ἀνέτειλε τῷ δικαίῳ καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη. Καλῶς δὲ καὶ προσφυῶς ἡ τοῦ ἐφεξῆς ἀνεπιγράφου ἀρχὴ πρὸς τὸ πέρας