1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

36

πάσης κατηρτισμένη τῆς ἐν τῷ ἀγαθῷ τελειώσεως· ὅπερ καὶ ἡ διάνοια τῆς ἐπιγραφῆς ἐπὶ τούτων μαρτύρεται, αἶνον θεοῦ τὸ ὑπερκείμενον ἅπαν κατονομάζουσα. ὥσπερ γὰρ ἡ κατὰ τὰς ἡλικίας τῶν σωμάτων ἀναδρομὴ ὅρον ἔχει τὸ τῆς φύσεως στάσιμον, μεθ' ὃ τὴν ἐπὶ τὸ μεῖζον προσθήκην οὐ παραδέχεται, ἀλλ' ἐν ἑαυτῷ διαμένει πρὸς πάντα τὸν ὑπόλοιπον χρόνον, οὕτως ἐστὶ καὶ τῶν θείων διδαγμάτων αὔξησίς τε καὶ στάσις, δι' ὧν τούς τε νηπιώδεις καὶ ἀτελεῖς τὴν διάνοιαν ταῖς καταλλήλοις τροφαῖς τιθηνουμένη διὰ γάλακτός τε καὶ τῶν τοιούτων εἰς αὔξησιν ἄγει, καὶ τοῖς ἤδη τελείοις τὴν στερεὰν προτίθησι 5.111 τράπεζαν τοῖς διὰ τῶν ἄλλων μαθημάτων προγυμνασθεῖσι τὰ τῆς ψυχῆς αἰσθητήρια. Οὐκοῦν τὸ μηδαμοῦ χρείαν γενέσθαι κατὰ τὸ ἔσχατον τμῆμα τοῦ ἐν διαψάλματι τῶν ὑψηλοτέρων τι νοημάτων ἐκδιδαχθῆναι τὸν ὑποφήτην τοῦ πνεύματος σαφὲς ἂν εἴη τεκμήριον τὸν περὶ τούτου λόγον κατανοῆσαι, προθέντα ἐκεῖνα τῆς ψαλμῳδίας τὰ μέρη τὰ διεσταλμένα τῷ διαψάλματι· ἐν τῷ τρίτῳ τὴν γενομένην ἐκ τῆς τῶν ἐχθρῶν ἐπαναστάσεως αὐτῷ συνοχήν τε καὶ ἀμηχανίαν προειπών, εἶτα διαστείλας τὸ μέρος τῷ διαψάλματι, τὴν σωτήριον ἐκείνην φωνὴν ἐπιθαρσήσας τῷ κατὰ τὸ ἀπόρρητον αὐτῷ ἐνηχήσαντι, ὅτι Σὺ δέ, κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου· πάλιν ἐν διαλείμματι τὴν μελῳδίαν ποιήσας, μετὰ τὴν εὐχάριστον ἐκείνην φωνὴν ἣν πεποίηται λέγων Φωνῇ μου πρὸς κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ, διδάσκεται τίς ἐστι τῆς κοινῆς τῶν ἀνθρωπίνων κακῶν ἀμηχανίας ἡ λύσις. καὶ τὸ κατὰ τὸ πάθος τοῦ κυρίου μυστήριον διδαχθεὶς ἐν τῇ γενομένῃ κατὰ τὸ ἀθρόον ἐλλάμψει τοῦ πνεύματος αὐτὸ τὸ πρόσωπον τὸ δεσποτικὸν ὑποδύεται καί φησιν Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι κύριος ἀντιλήψεταί μου. τὸ δὲ δι' ἀκριβείας ἐκτίθεσθαι τὴν ἑκάστῳ τῶν ῥημάτων ἐγκειμένην διάνοιαν παρέλκον ἂν εἴη, τοῦ λόγου πρὸς ἕτερα σπεύδοντος. χρὴ γὰρ πιστώσασθαι τὴν ἀποδοθεῖσαν περὶ τοῦ διαψάλματος ἔννοιαν ἐξ αὐτῶν τῶν γεγραμμένων συνιστῶντας τὸν λόγον καὶ ἐν τῷ τετάρτῳ διαψάλματι, δι' οὗ τὸ ἴσον μανθάνομεν. 5.112 πάσῃ γὰρ τρόπον τινὰ τῇ ἀνθρωπίνῃ φύσει περὶ τῆς τῶν σπουδαζομένων ματαιότητος ἐμβοᾷ βαρυκαρδίους ὀνομά ζων τοὺς υἱοὺς τῶν ἀνθρώπων, οἷς τὸ μάταιόν τε καὶ ἀνυπό στατον ψεῦδος ἐν ἀγάπῃ ἐστί. πάλιν ἐπηρεμήσας ὑποδείκνυσιν ἐν τίνι ἐστὶν ἡ ἀλήθεια. Γνῶτε γάρ, φησίν, ὅτι ἐθαυμάστωσε κύριος τὸν ὅσιον αὐτοῦ· δεικνύς, οἶμαι, διὰ τοῦ ὁσίου τὸν κύριον, καθώς φησιν Μωυσῆς· Ὅτι δίκαιος καὶ ὅσιος ὁ κύριος. εἶτα συμβουλὴν καταθέμενος, δι' ὧν ἄν τις ἐν καθαρότητι παρέλθοι τὸν βίον κριτής τε καὶ ἐπιγνώμων τῶν τῆς ψυχῆς διανοημάτων γενόμενος, ἐν οἷς φησιν ὅτι Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε· πάλιν πρὸς ἑαυτὸν ἀναχωρήσας τὴν ἀναίρεσιν τῆς νομικῆς ζῳοθυσίας αὐτός τε ἤκουσε καὶ ἐμβοᾷ τοῖς ἀκούουσι· λέγει γὰρ μηδὲ ἐν ταῖς τῶν ἀλόγων ζῴων ἐπελπίζειν σφαγαῖς τὸν τοῦ ψυχικοῦ καθαρσίου δεόμενον, ἀλλ' ἐπιγνῶναι ποίαις ὁ θεὸς εὐαρεστεῖται θυσίαις. διό φησιν· θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον. οὕτως καὶ κατὰ τὸν ἕβδομον τῶν ψαλμῶν προηγεῖται μὲν ὁ τῆς ἐντεύξεως λόγος, ἐν ᾧ δικαιολογεῖται πρὸς τὸν δίκαιον κριτὴν ὅτι οὐκ ἐξ ἀνταποδόσεως γίνεται παρὰ τῶν ἐχθρῶν ἡ κακία, ἀλλ' ἐκεῖνοι ἀρχηγοὶ τῆς πονηρίας γίνονται· καὶ ὅτι ἴσον εἰς ἁμαρτίαν οἴεται, καὶ προκατάρξαι κακίας καὶ τοῖς ἴσοις ἀμύνασθαι τὸν ἀπάρχοντα. καὶ ταῦτα εἰπὼν πάλιν ὑπέχει τὴν ἀκοὴν τῷ τὸ μέγα φανεροῦντι τῆς εὐσεβείας μυστήριον, δι' οὗ γίνεται ἡ κατὰ τῶν ἀληθινῶν ἐχθρῶν παρὰ τοῦ κυρίου 5.113 ἐκδίκησις. οὐ γὰρ ἔστιν ἄλλως καθαιρεθῆναι τῶν ἀντικει μένων τὸ στῖφος, μὴ τοῦ κυρίου ὑπὲρ ἡμῶν ἀναστάντος· τῆς δὲ ἀναστάσεως θάνατον δεῖ πάντως προηγήσασθαι. ὁ τοίνυν τὴν ἀνάστασιν τοῦ κυρίου μηνύσας τὸ συνημμένον τῇ ἀναστάσει συμπαρεδήλωσεν, λέγω δὴ τὸ κατὰ τὸ πάθος μυστήριον. οὗ χάριν θεοφορηθεὶς ἐκ τῆς τοῦ πνεύματος τοῦ ἁγίου ἐπισκηνώσεως, Ἀνάστηθι, φησί, κύριε, ἐν ὀργῇ σου, ὑψώθητι ἐν τοῖς πέρασι τῶν