1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

37

ἐχθρῶν μου, σημαίνων διὰ μὲν τῆς ὀργῆς τὴν ἀνταποδοτικὴν δύναμιν τοῦ δικαίου κριτοῦ διὰ δὲ τῶν ἐφεξῆς τὸν ἀφανισμὸν τῆς κακίας. ἐχθρὸν γὰρ τῇ φύσει μόνον τὸ ἐξ ἐναντίου τῷ ἀγαθῷ θεωρούμενον, ὅπερ ἐστὶν ἡ κακία, ἧς τὸ πέρας ἀφανισμός ἐστι καὶ εἰς τὸ μὴ ὂν μεταχώρησις. ὁ τοίνυν εἰπὼν ὅτι Ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου προμηνύει διὰ τοῦ περατωθῆναι τῶν ἐχθρῶν τὴν κακίαν τὸ μηκέτι τὸν εἰς κακίαν δρόμον τῇ ζωῇ ὑπολείπεσθαι. ὡς γὰρ πέρας νόσου ἡ ὑγίεια καὶ πέρας ὕπνου ἡ ἐγρήγορσις γίνεται (οὔτε δὲ ὁ καθεύδων, ἕως ἐν τῷ ὕπνῳ ἐστί, πέρας τοῦ ὕπνου ἔχει οὔτε ὁ νοσῶν [τῆς ὑγιείας] ἐν πέρατι τοῦ ἀρρωστήματος γίνεται· ἀλλὰ διαδεξαμένης τὸν μὲν ἄρρωστον τῆς ὑγιείας, τὸν δὲ καθεύδοντα τῆς ἐγρηγόρ 5.114 σεως, λέγομεν αὐτοὺς ἐν πέρατι γεγενῆσθαι τοῦ ἐν ᾧ ἑκάτερος ἦν, τὸν μὲν τοῦ ὕπνου, τὸν δὲ τῆς νόσου)· οὕτω καὶ ἐνταῦθα τὴν εἰς τὸ μακάριον τῆς ἀνθρωπίνης φύσεως μεταβολὴν πέρας τῶν ἐχθρῶν κατωνόμασεν. ἕνα δὲ μόνον ἐξηλλαγμένον τρόπον διαψάλματος ἐν πάσῃ τῇ βίβλῳ τῶν ψαλμῶν κατὰ τὸν ἔνατον ψαλμὸν παρετηρήσαμεν. οὐ γὰρ ἁπλῶς ∆ιάψαλμά φησιν, ἀλλ' Ὠιδὴ διαψάλματος. τάχα μὲν οὖν ἀνέστραπται κατά τι σφάλμα γραφικὸν ὁ λόγος, ὥστε δεῖν λέγεσθαι μᾶλλον, Ὠιδῆς διάψαλμα, καὶ οὐκ Ὠιδὴν διαψάλματος. Πλὴν ἐπειδὴ προσήκει πρὸ ὀφθαλμῶν ἔχειν τὸ ἐν τῇ Ἀποκαλύψει τοῦ Ἰωάννου κείμενον κρῖμα κατὰ τῶν μεταποιούντων τὰ θεῖα ἐκ προσθήκης ἢ ὑφαιρέσεως, φυλάσσοντες τὴν παραδοθεῖσαν ἡμῖν ἐν τῷ μέρει τούτῳ τῆς γραφῆς ἀκολουθίαν ἀναζητῆσαι πειρασόμεθα τὴν αἰτίαν τοῦ τῆς ᾠδῆς διαψάλματος, ἥτις ἐστίν. λογιζόμεθα τοίνυν ὅτι ἀπὸ τούτου καὶ μέχρις τοῦ ἐφεξῆς διαψάλματος ἓν διάψαλμα ἦν, τοῦ ἁγίου πνεύματος ἐντιθέντος τῷ ∆αβὶδ τὰ τῆς προφητείας νοήματα. ἀλλ' οὐχ ὥσπερ ἐπὶ τῶν λοιπῶν, οὕτω καὶ ἐνταῦθα ἐγένετο. ἐν μὲν γὰρ τοῖς ἄλλοις οὐ κατὰ ταὐτὸν ἐνηργεῖτο ἥ τε κατήχησις ἡ κατὰ τὸ ἀπόρρητον τῇ ψυχῇ παρὰ τοῦ πνεύματος ἐγγινομένη, καὶ ἡ τῆς ἐντεθείσης αὐτῷ γνώσεως ἐξαγόρευσις· ἀλλὰ τῆς καρδίας ἔνδοθεν διδασκομένης ὁ λόγος ἡσύχαζεν. ἐνταῦθα δὲ ὁμοῦ τὰ δύο καὶ κατὰ ταὐτὸν ἐνεργεῖται, καὶ παραγίνεται αὐτῷ μεταξὺ προφητεύοντι ἡ τῶν ὑψηλοτέρων νοημάτων διδασκαλία παρὰ τοῦ πνεύματος καὶ τὸ συνεχὲς τῆς μελῳδίας οὐ δια κόπτεται· ἀλλ' ἐμφυὲν τῷ ὀργάνῳ τοῦ προφήτου τὸ πνεῦμα τὸ ἅγιον, αὐτὸ κατὰ τὴν ἰδίαν γνώμην κινεῖ τὰ φωνητικὰ αἰσθητήρια, ὡς μήτε τὴν ᾠδὴν διαλιπεῖν μήτε ἐμποδισθῆναι 5.115 τὴν διδασκαλίαν τῷ φθόγγῳ· αὕτη γὰρ ἡ διδασκαλία τοῦ πνεύματος τὸ μέλος ἦν, καθὼς ὀνομάζει ὁ Σύμμαχος. ἐν πολλοῖς δὲ μέρεσιν τῆς ψαλμῳδίας εὑρισκομένης τῆς τοιαύτης διαστολῆς, ἀρκοῦν ἂν εἴη διὰ τῶν εἰρημένων ἔφοδον κοινὴν τῆς τοῦ διαψάλματος κατανοήσεως παρασχομένους μηκέτι πᾶσιν δι' ἀκριβείας ἐπεξιέναι τοῖς διαψάλμασι. παρέλκον γὰρ ἅμα καὶ περιττὸν ἐμφιλοχωροῦντα τοῖς ἐγνωσμένοις διὰ τῶν ὁμολογουμένων μηκύνειν τὸν λόγον.

ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ

Ἀλλὰ καὶ τοῦτο ἄν τις εἰκότως ἐπιζητήσειε, τί δήποτε τῇ ἀκολουθίᾳ τῆς

ἱστορίας ἀσύμφωνός ἐστιν ἡ τάξις τῆς ψαλμῳδίας. εἰ γάρ τις προσέχοι τῷ τε χρονικῷ διαστήματι, ἐν ᾧ γέγονεν ἡ ζωὴ τοῦ ∆αβὶδ καὶ τῇ τῶν πραγμάτων ἀκολουθίᾳ, οὐκ ἂν εὕροι τὴν τῶν ψαλμῶν θέσιν τῇ τάξει τῆς ἱστορίας συμβαίνουσαν. φαμὲν τοίνυν ἐπὶ τὸν πρῶτον ἡμῶν τοῦ λόγου σκοπὸν ἀνατρέχοντες, ὅτι οὐδενὸς τούτων μέλει τῷ διδασκάλῳ ἡμῶν. διδάσκαλον γάρ, οἶμαι, ὀνομάζειν δεῖ τὸ πνεῦμα τὸ ἅγιον, καθώς φησιν ὁ κύριος· ὅτι Ἐκεῖνος διδάξει ὑμᾶς πάντα. τούτῳ τοίνυν τῷ καθηγητῇ τῶν ψυχῶν ἡμῶν καὶ διδασκάλῳ πάρεργα τὰ ἄλλα πάντα δοκεῖ, σπουδὴ δὲ τὸ περισώσασθαι τοὺς ἐν τῇ ματαιότητι τῆς ζωῆς πλανω μένους καὶ πρὸς τὴν ἀληθῆ ζωὴν ἐφελκύσασθαι. παντὶ γὰρ τῷ κατά τινα σκοπὸν κατορθουμένῳ τάξις τις ἔπεστι