1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

39

διὰ τῆς πίστεως καὶ τῷ ἀληθινῷ Χριστῷ συμβασιλεύοντα οὐκ ἔξωθεν ἐπιχειρεῖ τοῦ ἀξιώματός σε ἐκβάλλειν, ἀλλ' ἐξ αὐτοῦ σοῦ γενόμενος. οὐ γὰρ ἑτέρωθεν τὴν ἰσχὺν ἔχει καθ' ἡμῶν ὁ πολέμιος οὐδὲ παρ' ἄλλου τινὸς ἀπὸ τοῦ ἀξιώματος ἐκβαλλόμεθα, εἰ μὴ αὐτοὶ πατέρες τοῦ κακοῦ γεννήματος διὰ τῆς πονηρᾶς ὠδῖνος γενοίμεθα. ὃς ἀνταίρει τῇ βασιλείᾳ ἡμῶν καὶ ἐπανίσταται τότε καθ' ἡμῶν τὸ κράτος λαμβάνων, ὅταν μολύνῃ τὰς συνοικούσας ἡμῖν ἐν ὑπαίθρῳ τὸ ἄγος κατεργασάμενος· τοῦτ' ἔστιν, ὅταν δημοσιεύσῃ τὴν τῶν ἀρετῶν ἡμῶν διαφθοράν, αἷς ποτε συνῳ κήσαμεν. Ἐπεὶ οὖν ἐν τοῖς πρώτοις οὔπω τετόνωται πρὸς τοὺς ἀγῶνας ἡμῖν ἡ δύναμις, ὡς κατὰ στόμα ταῖς προσβολαῖς τοῦ ἐναντίου συμπλέκεσθαι, καὶ τὸ φυγεῖν τοῦ τοιούτου τὴν ἔφοδον οὐ μικρὸν εἰς ἀσφάλειαν τοῖς πολεμουμένοις ὁ λόγος ὑπέδειξεν διὰ τοῦ κατὰ τὴν ἐπιγραφὴν ὑποδείγματος, 5.119 τοῦτό σε διδάσκων, ὅτι ὅταν σοι γένηται Ἀβεσσαλὼμ ὁ τῇ κακίᾳ κομῶν, ὁ ἀδελφοκτόνος, τοῖς τε τιμίοις σου γάμοις καὶ τῇ ἀμιάντῳ κοίτῃ ἐπιλυσσήσας, φεῦγε, καθώς φησιν ὁ κύριος, ἀπὸ πόλεως εἰς πόλιν, ἔνι γὰρ τῷ ἀποδιδράσκειν ἀπὸ προσώπου Ἀβεσσαλώμ, τοῦ τοιούτου υἱοῦ, τὸν συλλεξά μενον ἑαυτοῦ τὰς δυνάμεις τῇ συνεργίᾳ τοῦ ξύλου τοῦ ἐν αὑτῷ τὴν πονηρὰν αὐτοῦ κόμην ἐκδήσαντος διὰ τῶν τριῶν βελῶν ἀνελεῖν τὸν πολέμιον. δῆλον δέ σοι πάντως ἐστὶ τὸ διὰ τῆς ἱστορίας ὑποδεικνύμενον αἴνιγμα, ποῖον ἐκεῖνο τὸ ξύλον, ᾧ προσηλώθη τῆς κακίας ἡ κόμη, ὅπερ ὁ ἀπόστολος χειρόγρα φον ἁμαρτιῶν ὀνομάζει, καθώς φησιν, ὅτι καὶ Αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου προσηλώσας τῷ σταυρῷ, τοῦτ' ἔστιν τῷ ξύλῳ. καὶ τίς ἡ τῶν βελῶν τριὰς ἡ μέσην βάλλουσα τοῦ ἐχθροῦ τὴν καρδίαν, δι' ἧς γίνεται τοῦ ἐσχάτου ἐχθροῦ ὁ θάνατος; ὡς δ' ἂν καίριον γένηται ἡμῖν τὸ περὶ τοῦ βέλους νόημα, τῇ προφητείᾳ τοῦ Ἠσαΐου προσέξομεν, ὅς φησιν ἐκ προσώπου κυρίου ὅτι Ἔθηκέν με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ὕψωσέν με. τοῦτο τοίνυν τὸ βέλος ὁ ζῶν τοῦ θεοῦ λόγος ἐστὶ καὶ Τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον· ὁ δὲ λόγος ἐστὶν ὁ Χριστός· τῷ δὲ ὀνόματι τούτῳ τὸ τῆς τριάδος ὁμολογεῖται μυστήριον. ἐν ᾧ καὶ τὸν χρίσαντα καὶ τὸν χρισθέντα καὶ τὸ ᾧ ἐχρίσθη διδασκόμεθα. εἰ γὰρ ἕν τι τούτων λείποι, τὸ τοῦ Χριστοῦ ὄνομα οὐχ ὑφίσταται. τοῦτο τοίνυν τὸ ὄνομα ὅταν ἐν τῇ ἡμετέρᾳ ὑψωθῇ φαρέτρᾳ, 5.120 τοῦτ' ἔστιν, ὅταν ἐν τῇ ψυχῇ ἡμῶν διὰ πίστεως γένηται (φαρέτρα γὰρ τοῦ λόγου ἐστὶν ἡ ψυχή), τότε ἀναιρετικὸν γίνεται τοῦ ἐπανισταμένου ἡμῖν καὶ διώκοντος, οὗ ὁ ἀφανισμὸς ἐν τῷ ξύλῳ. διὰ τοῦτο μετὰ τὸ φυγεῖν ἐν τῷ καιρῷ τὸν ἐπανιστάμενον (ὃς εἷς μέν ἐστι τῇ φύσει, πλῆθος δὲ γίνεται τῇ κακῇ συμμαχίᾳ), καὶ εἰπεῖν ὅτι Ἐπληθύνθησαν οἱ θλίβοντές με καὶ πολλοὶ ἐπανίστανται ἐπ' ἐμὲ καὶ ὅσα ἐκ τοῦ ἀκολούθου ἡ ψαλμῳδία περιέχει, τότε γίνεται ἡ τοῦ νικᾶν ἀρχή. ἡ γὰρ εὕκαιρος ἀπὸ τῶν ἐπανισταμένων φυγὴ τῆς κατὰ τῶν ἐχθρῶν νίκης αἰτία γίνεται. διὰ τοῦτο ἡ ἐφεξῆς ψαλμῳδία Εἰς τὸ τέλος, τὴν ἐπιγραφὴν ἔχει. τέλος δὲ παντὸς ἀγῶνος ἡ νίκη ἐστίν, καθὼς φθάσας ἡμῖν ὁ λόγος περὶ τούτων ἐτεχνο λόγησεν, καὶ ἐπειδὰν ἅπαξ τοῦ νικᾶν γεύσῃ, ἐπάλληλοι νίκαι κατὰ τῶν ἐχθρῶν κατορθοῦνται. ἐν γὰρ τῇ πρώτῃ νίκῃ, τῶν κατὰ τὸν βίον ἡδέων πρὸς τὰ τῆς ψυχῆς ἀγαθὰ διαμιλλωμένων, ἐν σοὶ ἐκράτησεν τῆς ὑλικῆς ἀπάτης ἡ πρὸς τὰ κρείττω ῥοπή. καταγνοῦς γὰρ τῶν τὸ μάταιον ζητούντων καὶ ἀγαπώντων τὸ ψεῦδος ἠλλάξω τῆς περὶ τὰ φαινόμενα προσπαθείας τὴν τῶν ἀοράτων ἐπιθυμίαν. Ἐν τῷ ἐφεξῆς ἄλλον τρόπον νικᾷς. δύο γὰρ ὄντων τῶν ὑπὲρ τῆς θείας κληρονομίας διαμαχομένων πρὸς ἀλλήλους καὶ τοῦ μὲν προβαλλομένου τὸν νόμον, σοῦ δὲ τὴν πίστιν, ὁ δίκαιος ἀγωνοθέτης σοι δίδωσιν κατ' ἐκείνου τὰ νικητήρια, ὥστε σοι τὴν καθαρὰν τῆς ψυχῆς κατάστασιν ἀνατολὴν ἡλίου γενέσθαι, ἀφεστηκότος τοῦ σκότους <τοῦ> τὸν ὄρθρον ἐπάγον τος, ὃν πρωΐαν ὀνομάζει ἡ ψαλμῳδία. καὶ οὕτως ἔστιν εὑρεῖν ἀεὶ νίκην ἐκ νίκης τῷ ἀθλητῇ προσγινομένην, πρὸς τὸ μεῖζον 5.121 πάντοτε καὶ περιφανέστερον προϊόντων τῶν ἐκ τῆς νίκης 5.121 κατορθωμάτων. πάλιν ἑτέρα διαδέχεται νίκη κατὰ τὸ ἀκόλου θον