1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

42

ἡμᾶς, καὶ τοὺς μισοῦν τας ἡμᾶς κατῄσχυνας, μετέρχεται εἰς τὴν ὑπὲρ τοῦ ἀγαπητοῦ ᾠδήν, ἵν' οἱ πρότερον ἐκ τοῦ ἀποστάτου γενόμενοι, εἶτα νικηταὶ τοῦ πονηροῦ καταστάντες, διὰ συνέσεως εἰς τὸ τῆς νίκης φθάσωσι τέλος· Εἰς τὸ τέλος γὰρ εἰς σύνεσιν ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ. ἐν ᾗ καὶ διδασκόμεθα τίς μέν ἐστιν οὗ ὁ θρόνος ἐξ ἀϊδίου ἐπιστατεῖ τῶν ὄντων, τίς δὲ παρθένος νυμφοστολεῖται αὐτῷ πρὸς συμβίωσιν, οὐκ ἄλλως ἀξιουμένη τῆς τιμῆς ταύτης, εἰ μὴ τοῦ πατρὸς αὐτῆς λήθην λάβοι. καὶ ταύτην ἀναθεὶς τῷ ἀγαπητῷ τὴν ᾠδὴν πάλιν ἐπινίκιον ὑπὲρ τῶν υἱῶν Κορὲ διέξεισιν διὰ τῶν ἀπορρητοτέρων προάγων τὸν λόγον. Ὑπὲρ γὰρ τῶν κρυφίων ἐστὶν ἡ τῆς ψαλμῳδίας ἐπαγγελία. ἐν οἷς ἦχον ὑδάτων καὶ κίνησιν ἐθνῶν καὶ βασιλέων κλῆσιν καὶ σάλον γῆς διελθὼν τῷ λόγῳ καὶ τὸν κύριον πάσης δυνάμεως μεθ' ἡμῶν εἶναι εἰπών· δι' ὧν ἁπάντων τὴν διὰ σαρκὸς προαγορεύει τοῦ κυρίου ἐμφάνειαν, ὅτε ἠχεῖ μὲν καὶ ταράσσεται τῶν δαιμόνων ἡ φύσις, μεταβαίνει δὲ καὶ ὄρη, τὰ γεώδη τῆς κακίας φρονήματα, ἀκίνητα εἶναι δοκοῦντα τοῖς πάλαι καὶ ἀμετάθετα. ὁ δὲ τῆς εὐφροσύνης ποταμὸς εὐφραίνει τοῦ θεοῦ τὴν πόλιν, καὶ τὸ ἑαυτοῦ σκήνωμα ἁγιάζει ὁ ὕψιστος καὶ ὅσα τῆς ἀκολουθίας ἔχεται ταύτης, δι' ὧν τοῖς αἰνίγμασι τούτοις ὁ λόγος προαγορεύει τὰ κρύφια. πάλιν ἐφ' ἑτέραν μεταβαίνει νίκην ὁ λόγος, ᾗ πάντα ἐπικροτεῖ τὰ ἔθνη καὶ ἐπαγάλλεται, διότι Ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ. σαφὴς δέ σοι πάντως ἐστὶν ὁ τῆς ἀναβάσεως λόγος διὰ τῆς ἑρμηνείας τοῦ Παύλου, ὅς φησιν μὴ εἶναι δυνατὸν ἀναβῆναι, εἰ μὴ τὸ καταβῆναι προκαθηγήσαιτο. ὃς ψάλλειν 5.127 μετὰ συνέσεως πάντας ἐγκελεύσας μεταβαίνει τῷ λόγῳ πρὸς ὑψηλοτέραν κατάστασιν τὴν δευτέραν τοῦ σαββάτου ὑπόθεσιν τῆς ᾠδῆς ποιησάμενος. αὕτη δὲ εἰ μὲν κατὰ τὴν πρώτην τοῦ κόσμου σύστασιν θεωροῖτο, οὐρανοῦ τε καὶ στερεώματός ἐστι κατασκευὴ καὶ τῶν ἐπουρανίων ὑδάτων ἀπὸ τῶν ἐγγείων διάκρισις. εἰ δὲ πρὸς τὸ εὐαγγέλιον βλέποις, ἀληθῶς αὕτη ἐστὶν ἡ τὸν οὐρανὸν ἡμῖν κατασκευάσασα. εἰ γὰρ οὐρανὸς τὸ στερέωμα παρὰ τοῦ θεοῦ ὀνομάζεται, ὁ δὲ Παῦλος νοεῖ τὴν εἰς τὸν Χριστὸν πίστιν τὸ στερέωμα, τότε ἡμῖν ὄντως κατὰ τὴν πίστιν οὐρανὸς δημιουργεῖται, ὅτε παρῆλθεν ἡ τοῦ σαββάτου κατήφεια· καὶ ἐγένετο ἡμῖν πιστὸν τὸ μυστήριον Τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης, ἐξ ἀναστάσεως νεκρῶν Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, ὅς ἐστι τῷ ὄντι μέγας κύριος καὶ αἰνετὸς σφόδρα. καὶ ὅσα κατὰ τὸ ἀκόλουθον ὁ ψαλμὸς περιέχει, τὴν θείαν πόλιν ἐκείνην, ἣν καὶ ὄρος εὔριζον ὀνο μάζει καὶ πάσης γῆς ἀγαλλίαμα καὶ Σιὼν ὄρη. ἐφ' ἧς μάλιστα τὸ πάντων παραδοξότατον ἐκδιηγεῖται, ὅτι ἡ ποτὲ οὖσα πλευρὰ τοῦ βορρᾶ νῦν γέγονε πόλις τοῦ βασιλέως τοῦ μεγάλου. καὶ ὁ θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, σαφῶς διὰ τούτων τὸ κατὰ τὴν ἐκκλησίαν θαῦμα μηνύων τῷ λόγῳ. τὸ γὰρ βόρειον κλῖμα τῆς γῆς τῶν κατεσκιασμένων τε καὶ κατεψυγμένων ἐστίν, ἀλαμπὲς ἀεὶ μένον καὶ τῶν ἡλιακῶν ἀκτίνων ἀμέτοχον. οὗ χάριν ἡ ἀντικειμένη δύναμις ἐν τῷ ὀνόματι τοῦ βορείου διασημαίνεται. ἡ τοίνυν ἐνοικοῦσά ποτε τῷ βορρᾷ καὶ οὖσα αὐτοῦ πλευρὰ αὕτη μεταταξαμένη 5.128 ἀπὸ τοῦ σκοτεινοῦ τε καὶ κατεψυγμένου βίου θεοῦ πόλις γίνεται καὶ βασιλείας ἐνδιαίτημα, ἧς ἐν ταῖς βάρεσιν ὁ θεὸς γινώσκεται. βάρεις δὲ λέγει τὰς τῶν οἰκοδομημάτων περιγραφὰς ἐν τετραγώνῳ τῷ σχήματι, δι' ὧν τὰς ἑδραίας καὶ ὑψηλὰς τῶν ἀρετῶν πυργοποιΐας τὰς ἐν ταῖς ψυχαῖς τῶν ἁγίων θεωρουμένας παραδηλοῖ δι' αἰνίγματος, ὡς ἐν μόνοις τοῖς τοιούτοις βίοις τοῦ θεοῦ γινωσκομένου καὶ τὰ ἐφεξῆς συνῳδὰ τοῖς προαποδεδομένοις ἐστίν. συνήχθησαν γὰρ ἐν ταύτῃ οἱ βασιλεῖς· οὐ γὰρ δουλευόντων, ἀλλὰ βασιλευόντων συνδρομὴ τὴν θείαν ἐκείνην συνοικίζει πόλιν. Οἵτινες, φησίν, ἰδόντες, οὕτως ἐθαύμασαν· καὶ τὴν αἰτίαν διηγεῖται τοῦ θαύ ματος, ἐπειδὴ οἱ πρότερον κατοικοῦντες ἀναξίως τὴν πόλιν ταύτην, ὅτε ἦν πλευρὰ τοῦ βορρᾶ, ἐταράχθησαν καὶ ἐσαλεύθησαν καὶ τρόμος ἐπελάβετο αὐτῶν καὶ οὐ μόνον τρόμος, ἀλλὰ καὶ πόνοι μιμούμενοι ὠδῖνας τικτούσης. ἅπερ πάντα φησὶ κατ' αὐτῶν