1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

43

γεγενῆσθαι ὑπὸ τοῦ βιαίου πνεύματος τοῦ τὰ πλοῖα τῆς ἀποστασίας συντρίβοντος τὰ κακῶς τῇ θαλάσσῃ τοῦ βίου ἐπιπολάζοντα· Ἐν πνεύματι γὰρ βιαίῳ, φησίν, συντρίψεις πλοῖα Θαρσεῖς. ὁ δὲ τῆς τῶν Πράξεων ἱστορίας τὴν μνήμην ἔχων οὐκ ἀγνοεῖ τὴν βιαίαν πνοὴν τὴν ἐν τῷ ὑπερῴῳ τοῖς μαθηταῖς γνωρισθεῖσαν. καὶ ὁ τῇ προφητείᾳ τοῦ Ἰωνᾶ προσεσχηκὼς γινώσκει πάντως ὅτι τοῦ θεοῦ ἀποστὰς ζητεῖ πλοῖον τὸ ἐπὶ Θαρσεῖς ναυτιλλόμενον. εἶτα ὥσπερ δύο προσώποις ἐπιμερισθεὶς ὁ λόγος, ἐν μὲν τοῖς προλαβοῦσιν τὸ τοῦ προαγορεύοντος ὑποδύεται πρόσωπον, ἐν δὲ τοῖς ἐφεξῆς τὰς τῶν ὑποδεξαμένων τὸν λόγον φωνὰς ὑποκρίνεται. λέγει γὰρ συντιθέμενος τῇ ἀληθείᾳ τῶν 5.129 προηγουμένων ὡσανεὶ παρ' ἄλλου τινὸς τὰ εἰρημένα μαθών, ὅτι Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν. ἐν πόλει κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ θεοῦ ἡμῶν. διὸ καὶ παρακελευομέ νους ἀλλήλοις ἐποίησεν τοὺς ἐν ἡδονῇ θεασαμένους ἃ ἤκουσαν. ἡ δὲ παρακέλευσις ἦν τὸ Κυκλώσατε Σιὼν καὶ περιλάβετε αὐτήν. διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς. θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς, καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς· καὶ ὅσα κατὰ τὸ ἀκόλουθον περιέχει ὁ λόγος. Μετὰ τοῦτο δὲ δι' ἀκολούθου εἰς πᾶσαν τὴν γῆν διαφοιτᾷ τοῦ λόγου τὸ κήρυγμα, καὶ ὥσπερ ἦν πρὸ τῆς συγχύσεως τῶν γλωσσῶν χεῖλος ἓν πᾶσιν καὶ μία φωνή, οὕτω καὶ νῦν πάντα τὰ ἔθνη καὶ ἡ οἰκουμένη πᾶσα καὶ πάντες ἄνθρωποι μία γίνονται ἀκοὴ καὶ καρδία μία ἑνὸς τοῖς πᾶσιν ἐνηχοῦντος τοῦ λόγου. πᾶσαν γὰρ κατὰ ταὐτὸν τὴν ἀνθρωπίνην φύσιν ἐκκλησιάσας καὶ θέατρον ἓν τὸν κόσμον ὅλον ἑαυτῷ περιστή σας κοινῇ τοῖς πᾶσιν ἐμβοᾷ τὸν λόγον Ἀκούσατε, λέγων, πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, οἵ τε γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων, κἂν πλουτῶν τις ἐν ὑμῖν κἂν πενόμενος τύχῃ. ταύταις γὰρ ταῖς τρισὶ συζυγίαις πᾶσαν γενικῶς διαλαμβάνει τὴν κατὰ τὸν βίον τῶν ἀνθρώπων διαφοράν. ἐν τῇ πρώτῃ συζυγίᾳ ἔθνη λέγει πάντα καὶ τοὺς κατοικοῦντας τὴν οἰκουμένην· ὡς τῷ μὲν ὀνόματι τῶν ἐθνῶν τὰς περιγραφὰς τῶν τόπων σημαί νεσθαι, τῷ δὲ ἐφεξῆς λόγῳ τοὺς τῶν τόπων οἰκήτορας. 5.130 γηγενεῖς δὲ εἰπὼν καὶ ἀνθρώπων υἱοὺς τοὺς σαρκώδεις τε καὶ χοϊκοὺς καὶ ἀλογωτέρους διακρίνει ἀπὸ τῶν σῳζο μένων καί τινα ἐν αὑτοῖς χαρακτῆρα τῆς ἀνθρωπίνης φύσεως ἐχόντων· ἴδιος δὲ χαρακτὴρ ἀνθρώπου ἡ πρὸς τὸ θεῖον ὁμοίωσις. ἡ δὲ κατὰ πενίαν τε καὶ πλοῦτον ἀνισότης τοῦ βίου τὸ γενικώτατόν ἐστιν αἴτιον τῆς ποικίλης τε καὶ πολυειδοῦς τῶν ἐν ἀνθρώποις πραγμάτων ἀνωμαλίας. τίς οὗτος ὁ ἐν τοσούτῳ καὶ τηλικούτῳ ἀκροατηρίῳ δημηγορῶν; τίς ἄλλος ἢ ὁ μαρτυρῶν ἑαυτῷ ὅτι σοφίαν λαλήσει καὶ σύνεσιν; λαλεῖ δὲ ταῦτα πάντως ὁ ἔχων Πνεῦμα σοφίας τε καὶ συνέσεως, τὴν μεγάλην ταύτην χάριν, τὴν ἐκ προσοχῆς καὶ μελέτης κατορθουμένην. οὐ γὰρ πρότερον εἶπεν ἀνοίγειν τὸ στόμα πρὶν ὑποκλῖναι τὴν ἀκοὴν τῷ παραβάλλοντι λόγῳ· Τὸ στόμα μου, φησίν, λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. καὶ πρῶτον Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, καὶ τότε ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. τίς οὖν ἡ σύνεσις καὶ τί τὸ πρόβλημα; οὐκ οἶδεν, φησίν, ἡ τοῦ θεοῦ κτίσις πονηρᾶς τινος ἡμέρας κατασκευήν, ὡς μαρτυ ρεῖ τῆς κοσμογενίας ὁ λόγος, ἀλλ' ἡ ἁμαρτία τὴν ἀγαλλιάσι μον ἡμέραν φόβου καὶ τιμωρίας ἡμέραν ἐποίησεν, ἣν ἐξῆν μὴ φοβεῖσθαι, εἰ μὴ ὁ τὴν πτέρναν ἡμῶν ἐπιτηρῶν ὄφις, ᾧ ὄνομά ἐστιν ἡ ἀνομία, κύκλῳ τὴν πορείαν τοῦ βίου διέλαβεν, τῷ ἰδίῳ ὁλκῷ ταῖς ποικίλαις τῶν παθημάτων φολίσιν φοβερῶς ἐπιφρίσσων πανταχόθεν καὶ τραχυνόμενος. εἶτα διχῇ διελὼν πᾶσαν τὴν ψαλμῳδίαν, ἐν μὲν τῷ πρώτῳ μέρει συμβουλὴν κατατίθεται τοῦ μὴ πρὸς ἄλλον βλέπειν τινὰ λυτρωτήν· οὔτε γὰρ ἀδελφὸς λυτροῦται, φησίν, οὔτε ἄλλος τις ἄνθρωπος 5.131 ἀλλ' ἢ αὐτὸς ἕκαστος ἑαυτὸν ἐξαιτήσεται, ἐὰν ∆ῶ τῷ θεῷ ἐξίλασμα ἑαυτοῦ καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ, ὃ βούλεται συμβουλὴν πρὸς ὑπεροψίαν τῶν μάτην σπουδαζομένων γενέσθαι τὴν † σπουδαζομένην ἐν τῷ βίῳ τούτῳ κατὰ τὸ μάταιον ἀκολουθίαν. πῶς ἐν ἀνονήτοις