1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

51

ἀρετῆς ἐπιτηδευμάτων καταπε σούσης. ἀρετῆς δὲ κεφάλαιον ἡ τοῦ θεοῦ συμμαχία, ἧς 5.149 ἀξιοῦται ὁ τὸν θεῖον ἔλεον ἑαυτῷ διὰ τῆς ζωῆς οἰκειούμενος. ὥσπερ δὲ εἴ τις λῃστοῦ τινος ἐπελθόντος ἢ ἀνδροφόνου κατὰ τὸ ἀθρόον ἐπικαλοῖτο τῶν φίλων τινὰς εἰς βοήθειαν οὐκ ἀρκῶν ἑαυτῷ πρὸς τὴν τῶν κινδύνων ἀποφυγήν, οὕτω καὶ ἐνταῦθα ἐναγώνιος ὢν διὰ τῆς πρὸς τὸν ἄνθρωπον συμπλοκῆς (ἄνθρωπον δὲ λέγω, ὅσα τῇ περιληπτικῇ φωνῇ τὰ τῆς φύσεως ἐνδείκνυται πάθη) ἐπικαλεῖται τὴν ἄνωθεν βοήθειαν, πατεῖσθαι λέγων παρὰ τοῦ πολεμοῦντος καὶ τῷ πανημερίῳ τῆς μάχης ἀπαγορεύειν τε καὶ ἐκθλίβεσθαι. μηδὲ γὰρ μόνον τυγχάνειν τὸν διὰ τῶν ἀγώνων αὐτῷ συμπλεκόμενον, ἀλλὰ δῆμον ἐχθρῶν εἶναι τὸν ἕνα ἄνθρωπον. Κατεπάτησαν γάρ με, φησίν, οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν ἀπὸ ὕψους βάλλοντες διὰ τὸ γενέσθαι τοῦ πατουμένου ὑπέρτεροι. καὶ οὐκ ἐν ἡμέρᾳ ἐστὶν οὐδὲ ἐν φωτὶ τὸ γινόμενον, οὐ γὰρ ἂν ἐφοβήθην ἀπὸ τοῦ φωτὸς συμμαχούμενος. διὰ τοῦτό φησιν· Ἡμέρας οὐ φοβηθήσομαι, δηλῶν κατὰ τὸ σιω πώμενον τὸ διὰ τοῦ σκότους αὐτῷ παρὰ τῶν ἐχθρῶν τὸν φόβον ἐπάγεσθαι. ἀλλ' ἑαυτῷ ἡμέραν ὁ τοιοῦτος ποιεῖ διὰ τοῦ ἐλπίζειν ἐπὶ τὸ φῶς, δι' οὗ τὸ σκότος ἐξαφανίζεται· Ἡμέρας γὰρ οὐ φοβηθήσομαι· ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ. τάχα δὲ ἄν τις μᾶλλον καθίκοιτο τῆς τῶν γεγραμμένων διανοίας τὸ τῆς ἐπιγραφῆς αἴνιγμα βλέπων. ἕως γὰρ ἦν ὁ τῶν ἀνθρώ πων λαὸς τῶν ἁγίων ἀγγέλων μεμακρυμμένος, κατεπατεῖτο ὑπὸ τῶν παθημάτων τῆς φύσεως, ἐν τῷ διαρκεῖ τοῦ πολέμου ἀπαγορεύων καὶ συνθλιβόμενος καὶ ἐκ τῶν ὑπερκειμένων βαλλόμενος καὶ ἐν νυκτὶ τὸν φόβον ἔχων· ὅτε δὲ ἤλπισεν ἐπὶ τὸν θεόν, τὴν περὶ τὰ μάταια πεπλανημένην ἐλπίδα οἷόν τι 5.150 ἄχθος ἀποσεισάμενος, τότε ἐπῄνεσεν τοὺς ἑαυτοῦ λόγους, οἵτινές εἰσιν ἡ ὁμολογία τῆς πίστεως. Ἐπὶ τῷ θεῷ γάρ, φησίν, ἐπαινέσω τοὺς λόγους μου. ἀλλὰ τούτους, φησίν, τοὺς ἐπαινετοὺς λόγους οἱ ἐχθροί μου βδελύσσονται, τοὺς κατ' ἐμοῦ λογισμοὺς εἰς κακὸν ἐφευρίσκοντες καὶ λανθάνουσαν καὶ κεκρυμμένην ἐν τῷ παροικεῖν τὴν ἐπιβουλὴν διασκευά ζοντες. οἳ τὸ ἴδιον ἑαυτῶν ἐπιτήδευμα ποιοῦντες οὐ παύονται ἀεί μου τὴν πτέρναν ἐπιφυλάσσοντες. τοῦτο γὰρ τοῦ ἐξ ἀρχῆς ἀνθρωποκτόνου τὸ ἔργον, τὸ ἐπιτηρεῖν τοῦ ἀνθρώπου τὴν πτέρναν. ἀλλ' εἰ καὶ βαρεῖα τῶν πολεμίων ἡ προσβολή, διὰ τῆς συμμαχίας τῆς σῆς ἀπωσθήσονται, προῖκα τοῖς ἀνθρώποις παρὰ σοῦ γινομένης τῆς σωτηρίας, οὐκ ἐξ ἔργων τῶν ἐκ δικαιοσύνης, ἀλλ' ἐκ μόνης τῆς σῆς χάριτος. Ὑπὲρ γὰρ τοῦ μηδενὸς σώσεις αὐτούς. καὶ πᾶσα καθεξῆς ἡ τῆς ψαλμῳδίας ἀκολουθία τὴν ἀνάκλησιν τῆς ἀνθρωπίνης φύσεως ἑρμηνεύει. ἧς τὸ κεφάλαιον τῆς κατὰ τοῦ ἀντιπάλου νίκης ἐστὶν ἀνεξάλειπτον, ὥσπερ στήλης τῆς τοῦ θεοῦ φιλανθρωπίας μνημόσυνον πάσῃ τῇ κτίσει πρὸς ὑπόθεσιν δοξολογίας προκείμενον. διό φησι τοῖς τελευταίοις τῆς ψαλμῳδίας πρὸς ταύτην τὴν στήλην βλέπων, Ἐπὶ τῷ θεῷ αἰνέσω ῥῆμα, ἐπὶ τῷ κυρίῳ αἰνέσω λόγον, ἐπὶ τῷ θεῷ ἤλπισα. δι' ὃν τὸν τῆς σαρκὸς φόβον οὐκέτι δέδοικα. καὶ Ἐν ἐμοί, φησίν, εὐχαί, ἃς ἀποδώσω δι' αἰνέσεως, ὅτι ἐρρύσω τὴν ψυχήν μου ἐκ θανάτου καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. ὀλίσθημα δὲ λέγει τὴν παρατροπὴν τῆς διὰ τῶν ἐντολῶν πορείας, ἀφ' ἧς τὸ πτῶμα ἐγένετο. ἐλευθερωθεὶς οὖν τοῦ θανάτου καὶ ἀνορθωθεὶς 5.151 ἐκ τοῦ πτώματος, ἐν προσώπῳ γίνεται τοῦ θεοῦ, οὗ τὸ πρῶτον τῶν ὑπὸ τῆς ἐντολῆς ἀπηγορευμένων ἐμφαγὼν ἀπεφοίτησε, τῇ σκιᾷ τῆς συκῆς ἑαυτὸν ὑπ' αἰσχύνης ἐγκρύψας. ἀπολαβὼν οὖν πάλιν τὴν παρρησίαν ἀποκαθίσταται τῷ φωτὶ τῷ ζῶντι. Εὐαρεστήσω γάρ, φησί, κυρίῳ ἐν φωτὶ ζώντων, ὅθεν καταρχὰς διὰ τῆς ἁμαρτίας ἀπεξενώθη. καὶ περὶ μὲν τούτων τοσαῦτα. οὐ γὰρ οἶμαι δεῖν τὰ καθ' ἕκαστον φιλοπονώτερον ἐξετάζοντα εἰς ἀμετρίαν παρατείνειν τὸν λόγον. πολλῶν δὲ ὄντων ἐν ταῖς ἱεραῖς ὑμνῳδίαις τῶν ἐπινικίων ψαλμῶν, οὓς ἡ ἐπιγραφὴ τοῦ τέλους ἐνδείκνυται καὶ πολυτρό πως τῆς κατὰ τῶν ἀντιπάλων νίκης ἐν τούτοις θεωρουμένης, ἴδιόν τινα λόγον ἔοικεν ἔχειν ἡ διὰ τῶν τῆς ἱστορίας αἰνιγ μάτων σημαινομένη κατὰ τοῦ προσπαλαίοντος νίκη· ταύτης λέγω τῆς ἱστορίας, ᾗ τὰ