1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

55

ὥσπερ ἐν τοῖς δρομεῦσιν ὁ τὸν νικητὴν τῶν ἄλλων παραδραμὼν μείζονα τοῦ προτέρου τὴν δόξαν ἤρατο κρείττων ἐπιδειχθεὶς τοῦ προτρέχοντος, οὕτως ἔοικεν ἡ ἑβδόμη τε καὶ πεντηκοστὴ ψαλμῳδία, μεγάλης ἐπιδειχθείσης κατ' ἔννοιαν τῆς προδιη νυσμένης, νικᾶν αὐτὴν τῇ μεγαλοφυΐα τοῖς ἰδίοις νοήμασιν· ὡς γὰρ ἐκείνη κατὰ τῶν ἄλλων εἶχε τὰ νικητήρια, οὕτως αὕτη τῆς ὑπερεχούσης τῶν ἄλλων τὸ πλέον ἔχει· καὶ ταύτῃ γὰρ μαρτυρεῖ τὴν νίκην ἡ Εἰς τὸ τέλος ἐπιγραφή. ἀλλ' ἔοικε μὴ τοσοῦτον τὴν τῶν ἀντιπάλων ἧτταν, ἀλλὰ τὸν ἐν τοῖς ἀγαθοῖς πλεονασμὸν ἐπὶ ταύτης τῆς νίκης ὁ λόγος διαμαρτύρεσθαι. ἔχει δὲ τῆς ἐπιγραφῆς οὕτως ἡ λέξις· Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ ∆αβὶδ εἰς στηλογραφίαν. ποσάκις ὁ τῆς μακροθυμίας ἀγωνιστὴς ἐπὶ τῷ στεφάνῳ τῆς νίκης ταύτης ὑπ' αὐτοῦ τοῦ ἀγωνοθέτου ἀνακηρύσσεται; καὶ αὐτοῦ τάχα τοῦ πνεύματος τοῦ ἁγίου θαυμαστικῶς τὴν φωνὴν ταύτην πολλάκις ἀναλαμβάνοντος, ὡς κρείττονα οὖσαν τῆς τῶν ἀνθρώπων δυνάμεως καὶ τῶν τῆς φύσεως ὅρων ὑπερεκπίπτουσαν. μόνης γὰρ τῆς ἀσωμάτου τε καὶ ἀΰλου φύσεως τὸ τοιοῦτον ἦν εἰπεῖν, ἧς οὐδὲν πάθος τῶν ἀνθρωπίνων προσάπτεται. ἄνθρωπος δέ τις ὢν καὶ θυμὸν συνουσιωμένον ἔχων τῇ φύσει, πάσχων τε κακῶς παρὰ τοῦ μηδεμίαν μὲν εἰληφότος εἰς τὸ κακὸν ἀφορμήν, πολλῶν δὲ καὶ μεγάλων ἀγαθῶν ἠξιωμένου, ὑπέρ τε τῆς κοινῆς ἀρχῆς καὶ ὑπὲρ τῶν εἰς αὐτὸν ἐκεῖνον γεγενημένων, οὗτος μετανάστης ὑπ' αὐτοῦ τοῦ τῆς εὐποιΐας τετυχηκότος καὶ φυγὰς γίνεται τῆς οἰκείας ἑστίας ἐπὶ θανάτῳ παρὰ τοῦ εὖ πεπονθότος συνελαυνόμενος. ἄλλοτε ἄλλον ὑπὸ ἀμηχανίας ἐπιὼν τόπον 5.160 ἐρήμοις ἐναυλιζόμενος, ἀκρωρείαις προσφεύγων, ἀλλοφύλων ἱκέτης γινόμενος, [ἐν] ἐνδείᾳ τῶν ἀναγκαίων κακοπαθῶν, ὕπαιθρος τὰ πολλὰ διακαρτερῶν πολλάκις παρ' αὐτοῦ τὸν μέχρι θανάτου κίνδυνον ὑποστάς, νῦν μὲν αὐτοχειρὶ διὰ τῆς λόγχης πρὸς τὸν κατ' αὐτοῦ φόνον ὁρμήσαντος, πάλιν δὲ τὸν οἶκον, ἐν ᾧ διῆγεν, διὰ τῶν δορυφόρων διαλαβόντος, ὡς ἂν μὴ φύγοι τὸν θάνατον, εἶτα πανταχοῦ πολυπραγμονοῦν τος ἐν οἷς ηὐλίζετο καὶ οἷ κατέφευγεν καὶ παρὰ τίνας ᾔει καὶ πρὸς οὓς μετανίστατο· καὶ ἐπειδὴ δὶς αὐτῷ συνέδραμεν ἡ τοῦ ἀποκτεῖναι τὸν ἐχθρὸν εὐκαιρία, νῦν μὲν ἐν τῷ σπηλαίῳ ἀπροόπτως τοῦ Σαοὺλ ταῖς τοῦ ∆αβὶδ ἐμπεσόντος χερσίν· πάλιν δὲ κατὰ τὴν σκηνήν, ὅτε ὁ μὲν τῷ ὕπνῳ πάρετος ἦν, ὁ δὲ ∆αβὶδ ἐφειστήκει καθεύδοντι, ὅτε πᾶσαν ἐξῆν αὐτῷ τὴν ὀργὴν ἐν τῷ φόνῳ τοῦ διώκοντος αὐτὸν ἀποπληρῶσαι, οὔτε αὐτὸς τὴν χεῖρα ἐπήγαγεν καὶ τῷ πρὸς τὴν ἀναίρεσιν σπεύδοντι Μὴ διαφθείρῃς λέγει. θεοῦ τις ἄντικρύς ἐστιν ἡ φωνὴ τὴν φθορὰν ἐπὶ τοῦ ἀνθρώπου κωλύουσα. ∆ιὰ τοῦτο καθάπερ οἱ ἐπισημότερα ποιοῦντες τὰ ἐν τοῖς λίθοις χαράγματα εἰς βάθος ἐντέμνουσι τῇ γλυφῇ τῶν στοιχείων τοὺς χαρακτῆρας πολλάκις ἐπάγοντες τὴν γραφίδα τοῖς τύποις οὕτως διὰ τῆς συνεχοῦς ἐπαναλήψεως τὸ πνεῦμα τὸ ἅγιον τρανότερον καὶ εὔδηλον ἐν τῇ στήλῃ τῆς μνήμης ἡμῶν τὴν μεγάλην ταύτην ῥῆσιν γενέσθαι παρασκευά ζει, ὡς ἂν τρανόν τε καὶ ἀσύγχυτον ἐντετυπωμένον ἡμῖν τοῦτο τὸ γράμμα ἐν τῷ καιρῷ τῶν παθημάτων ἀναγινώ σκοιτο. πρὸς τοῦτο γὰρ οἶμαι τὴν τοῦ ἁγίου πνεύματος οἰκονομίαν ὁρᾶν, ὥστε τὰ προλαβόντα τῶν ἁγίων ἀνδρῶν 5.161 κατορθώματα εἰς ὁδηγίαν προκεῖσθαι τῷ μετὰ ταῦτα βίῳ, πρὸς τὸ ἴσον τε καὶ ὅμοιον ἀγαθὸν προαγούσης ἡμᾶς τῆς μιμήσεως. ὅταν γὰρ διοιδήσῃ πρὸς τὴν τοῦ παροξύνοντος ἄμυναν ἡ ψυχὴ καὶ ζέσῃ τῷ θυμῷ τὸ περικάρδιον αἷμα κατὰ τοῦ λελυπηκότος, τότε πρὸς ταύτην τις ἀναβλέψας τὴν στήλην, ἣν τὸ ἅγιον πνεῦμα τῷ ∆αβὶδ ἀνεστήσατο, καὶ τὴν ἐν αὐτῷ φωνὴν ἀναγνούς, ἣν ὁ ∆αβὶδ ὑπὲρ τοῦ φονῶντος ἐφθέγξατο, καταστορέσει πάντως τὴν ἐν τῇ ψυχῇ τῶν λογισμῶν ταραχήν, πόθῳ τῆς τῶν ὁμοίων μιμήσεως καταπραΰνων τὸ πάθος. πάρεστι δὲ τὸ μέγεθος τοῦ διὰ προκοπῆς ἐπὶ τὸν βαθμὸν τῆς ψαλμῳδίας ταύτης ἀναβεβηκότος καὶ δι' αὐτῶν κατιδεῖν τῶν τῆς ψαλμῳδίας ῥημάτων ὅσον τοῦ παρῳχηκότος μεγέθους ὑπερανέστηκεν. οὐκέτι γὰρ οὔτε τὸ πατεῖσθαι παρὰ τῶν ἐχθρῶν αἰτιᾶται οὔτε τὸν