1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

56

ἔλεον εἰς συμμαχίαν ἐφέλκεται, ἀλλ' ἄνω γενόμενος, ὥσπερ ἔκ τινος ὑψηλῆς σκοπιᾶς, τοῖς κάτω κατὰ τὰ κοῖλα τῆς τοῦ βίου τῶν ἀνθρώπων ὑπωρείας διάγουσιν ἐλεγκτικῶς ἐμβοᾷ ταῦτα λέγων· Ὦ ἄνθρωποι, τί λαλεῖτε καὶ πράσσετε; ἆρα δικαιοσύνη ἐστὶ τὸ λαλούμενον; ἆρα δι' εὐθύτητος τὴν κρίσιν προσάγετε; καὶ μὴν ὁρῶ ὅτι ἐν γῇ μὲν ὑμῶν εἰσιν αἱ καρδίαι, καὶ πᾶν ἐγκάρδιον κίνημα ἔργον ἐστὶ καὶ οὐχὶ νόημα. εὐθὺς γὰρ ὁμοῦ τῷ συστῆναι τὸ κακὸν ἐν τῇ διανοίᾳ συμπλέκεται τὸ ἔργον διὰ τῶν χειρῶν τοῖς νοήμασιν. ταῦτα σαφηνείας χάριν μικρόν τι παραφράσας τῆς ψαλμικῆς λέξεως ἐξεθέμην τὰ ῥήματα ἔχοντα οὕτως· Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνετε, υἱοὶ τῶν ἀνθρώπων. καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ, ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκουσιν. 5.162 εἶτα ἐπάγει σχετλιάζων ὑπὲρ τῶν τῆς σωτηρίας ἐκπεπτω κότων τὰς μετὰ ταῦτα φωνὰς Ἀπηλλοτριώθησαν, λέγων, οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, καὶ ἀπὸ τῆς γαστρὸς ἐπλανήθησαν. Γνοίης δ' ἂν τὸ λεγόμενον ἐξετάσας τίς ἡ πρώτη τῆς ἀνθρωπίνης συστάσεως μήτρα, καὶ τίς γαστὴρ ἡ κυοφορήσασα τὸ ἀνθρώπινον. οἶμαι γὰρ μὴ ἄλλην εἶναί τινα παρὰ τὴν τοῦ θεοῦ φιλανθρωπίαν καὶ ἀγαθότητα, ἀφ' ἧς ἐπλάσθημέν τε καὶ ἐγεννήθημεν. εἶπεν γὰρ Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν ὁ πλάσας καταμόνας τὰς καρδίας αὐτῶν. καὶ πάλιν φησὶν Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. καὶ μυρίας ἔστι τοιαύτας φωνὰς ἐκ τῆς ἁγίας γραφῆς ἀναλέξασθαι, δι' ὧν ἐπιγινώσκεται τίς ἡ πλάσασα ἡμᾶς γαστὴρ καὶ τίς ἡ μήτρα ἡ εἰς φῶς προαγαγοῦσα διὰ γεννήσεως. πρὸς ταῦτα οὖν βλέπων ὁ σχετλιάζων ἐπὶ τῇ ἀπωλείᾳ τῶν ἀφεστηκότων ὀδύρεται· θρῆνος γὰρ ἄντικρύς ἐστιν ἡ φωνὴ δι' ἧς τοὺς ἁμαρτωλοὺς ὀλοφύρεται. Πῶς ἠλλοτριώθησαν, λέγων, οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας; πῶς ἀπὸ τῆς γαστρὸς ἐπλανήθησαν τὸ ψεῦδος πρὸ τῆς ἀληθείας τιμήσαντες, ὧν ὁ θυμὸς πρὸς τὸν πατέρα τοῦ ψεύδους τὸν πρῶτον ὄφιν ἔχει τὴν ὁμοιότητα; Ὡσεὶ ἀσπίδος, φησίν, κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾳδόντων, φαρμακοῦται φαρμακευο μένη παρὰ σοφοῦ. ταύτην γὰρ ἐνεῖδον τοῦ θηρίου τὴν φύσιν οἱ περὶ ταῦτα σοφοί· ὅτι θυμῷ διαπιμπραμένη ἀποκρατεῖ τὸ πνεῦμα τῇ φάρυγγι καὶ οὐ προΐεται ἀσκοῦ δίκην τῇ τοῦ 5.163 πνεύματος ἐναπολήψει περιοιδαίνουσα, ὡς πάντα ἐπ' αὐτῆς ἀργὰ μένειν καὶ ἄπρακτα, ὅσα θηρίων θέλγητρα διά τινος φυσικῆς ἀντιπαθείας παρὰ τῶν τὰ τοιαῦτα σοφῶν ἐξηυρέθη. νοεῖν δὲ δίδωσι διὰ τούτων ὅτι ἀνήκοος μένει τῶν ἐν κακίᾳ κεκρατημένων ἡ καρδία, τῆς παρὰ τῶν διδασκάλων ἐπαγο μένης αὐτοῖς θεραπείας. καὶ πᾶσα δὲ ἡ τῆς ψαλμῳδίας ἀκο λουθία διὰ θρήνου προῆκται τῷ τῇ ἀπωλείᾳ τῶν δειλαίων ἐπιστενάζοντι. προαναφωνεῖ γὰρ κατ' αὐτῶν τὸ ἐσόμενον λέγων Ὁ θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν. ποίους ὀδόντας, ἢ δηλαδὴ τοὺς τοῦ καρποῦ τῆς παρακοῆς βρωτῆρας, τοὺς τῶν ἡδονῶν τῆς γαστρὸς ὑπηρέτας (οὓς ὅπλα καὶ βέλη διὰ τῆς προλαβούσης ψαλμῳδίας ὠνόμα σεν), δι' ὧν ὁ τῆς ἀληθείας λόγος κατασπαράσσεται; Καὶ τὰς μύλας τῶν λεόντων, φησί, συνέθλασεν ὁ κύριος. γνοίης δ' ἂν τίνας ὠνόμασε λέοντας, εἰ μάθοις τῶν θηρίων τούτων τὰ ἰδιώματα. λέγουσι γὰρ εἶναι τοὺς λέοντας ἐνδιαστρόφους τὸ ὄμμα, ὧν σαρκοβόρος ἡ φύσις καὶ τῷ αἵματι φίλη. οἶδας δὲ πάντως τὸ αἴνιγμα τῆς τῶν ὀμμάτων διαστροφῆς τῶν μὴ πρὸς τὸ εὐθὺ βλεπόντων, καὶ τῆς ἀηδίας τοῦ ἄσθματος τῶν εἰς βλασφημίαν κεχρημένων τῷ στόματι καὶ διὰ τοῦτο συγγενῶς ἐχόντων πρὸς τὴν τῆς ἁμαρτίας δυσωδίαν. καὶ ὅσα νοεῖται διὰ τοῦ ἄσθματος, ὅτι σὰρξ καὶ αἷμα, ὅπερ μάλιστα τρέφει τῶν λεόντων τὴν φύσιν, ταῦτα εἰς τὴν τοῦ θεοῦ βασιλείαν ἀπόβλητα. ἐν γὰρ τῷ καιρῷ τῆς τῶν ἀξίων τιμῆς, Οὗτοι, φησίν, ἐξουδενωθήσονται, τῇ ἀστάτῳ φύσει τῶν ὑλικῶν πραγμάτων οἷς προσῳκειώθησαν κατὰ τὸν βίον συγκαταρρέοντες. Ἐξουδενωθήσονται γάρ, φησίν, ὡς 5.164 ὕδωρ διαπορευόμενον. ὁ γὰρ πονηρὸς κατὰ τῶν ψυχῶν ἡμῶν τοξότης, ὁ τὰ πεπυρωμένα βέλη τῆς ἁμαρτίας κατὰ τῆς